Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
82.1
Σωκράτης Ἀλκιβιάδῃ Καὶ τὰ τῆς ποιήσεως παίγνια πάσης ἔμπλεα σοφίας καθέστηκε. κηρῷ τοὺς Ὀδυσσέως ἑταίρους διαβῦσαι τὰ ὦτά φησιν ὁ τοῦ Μέλητος, ὅτε ταῖς ὁλκάσι πρὸς τὰς ἀκολάστους Σειρῆνας ἀνήγοντο, τὸν δὲ Λαέρτου δεσμοῖς ἀπείργεσθαι ὡς ἐν εἱρκτῇ δυσφύκτῳ τινί. μυθολογεῖ τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Σειρῆνας γὰρ δοκῶ τὰς ἀσχήμονας ἡδονὰς τὴν ποίησιν ἀνα- πλάττεσθαι. καὶ θαυμάζω λίαν τὸν Ὅμηρον συγκιρνῶντα τοῖς πλάσμασι τὴν ἀλήθειαν καὶ κυκεῶνα νέκταρος προσηνέστερον ταῖς ἀκοαῖς ἡμῶν ἀναμίξαντα, οἷάπερ ὕδωρ τὸ ψεῦδος οἴνῳ τονικωτάτῳ τινὶ τῇ ἀληθείᾳ κεράσαντα. οὕτω γὰρ οὔτε τοῖς πλάσμασιν ἀπατώμεθα, οὔτε τῇ δυσ- εφίκτῳ τῶν ὄντων καταλήψει τὸν νοῦν μεθυσκόμεθα. διὸ κηρῷ μὲν τὴν ἀπειρίαν, δεσμῷ δὲ τὴν φιλοσοφίαν ἐδήλωσεν. ἐντεῦθεν Ὀδυσσέα μόνον τῶν ὑπερκυκνείων μελῶν ἀκούοντα τερατεύεται καὶ τοῖς δεσμοῖς τὴν ἔφεσιν διακόπτεσθαι. ἡ μὲν γὰρ τῶν κακῶν ἀφαίρεσις ἀφιλόσοφος ἀρετή, ἡ δὲ τῶν ἡδονῶν ἀναχώρησις φιλοσοφίας ἐναγώνιον τρόπαιον. ἐπειδὴ τοίνυν, Ἀλκιβιάδη, τῆς Ὀδυσσέως πλάνης ὁ παρὼν βίος εἰκόνισμα, καὶ τῇ θαλάττῃ τῶν θορύβων ὁ δείλαιος ἄνθρωπος περινήχεται, καὶ Σειρηνείων ἡμῖν ἡδονῶν περιπολοῦσιν ἠχήματα, καὶ πνευμάτων δίκην ποτὲ μὲν ἐνθένδε, ἄλλοθεν δέ ποτε περικροτοῦσιν ἐξαίσια, τὸν Πηνελόπης ὁμόζυγα μιμησώμεθα, ἄρρηκτόν τινα τῶν ἀρετῶν καὶ θεῖον δεσμὸν τὴν φιλοσοφίαν ἀσκήσαντες.