Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1
Χρυσίππη Σωσιπάτρῳ Ἐρωτικοῖς δικτύοις οὐχ ἑάλως, Σωσίπατρε, τῆς Ἀνθούσης ἐρῶν. φρονίμων ὀφθαλμῶν ἐστι τεκμήριον νεάνιδος ἐρᾶν εὐπρεποῦς. μὴ στέναζε κάλλει νικώμενος· μείζονα γὰρ τῶν πόνων τὴν ἀπόλαυσιν ἕξεις. ἐρωτικὸν δάκρυον προσηνές· ἡδονῇ γὰρ τὰ τῆς ἀνίας κεκέρασται, καὶ τέρπουσι λυποῦντες οἱ Ἔρωτες· ποικίλοις γὰρ πάθεσιν ὁ τῆς Ἀφροδίτης κεστὸς ἐγκεχάρακται.