Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Δάφνων Μύρωνι Μέχρι τίνος ἐπικοιλαίνεις τὸ γήδιον καὶ τὸ κατομβρῆσαν ὕδωρ ἐπιρροφήσεις, ὦ δείλαιος; ἢ τάχα μοι καὶ λιμώττειν τοὺς παῖδας διὰ τὸ κάταυχμον μηχανᾷ; τὸ σὸν γὰρ περιλιμνάζεται γήδιον, τὸ δὲ ἡμέτερον καὶ φύσιν ἠγνόησεν ὕδατος. ἐρωτάσθωσαν πρὸς θεῶν αἱ νεφέλαι, εἰ μόνῳ τῷ Μύρωνι ἀφιᾶσι τὸ ὕδωρ. ἀνὴρ ἐπίφθονος μέγα κακόν· εἰ δὲ καὶ τὸ γείτων εἶναι κεκλήρωται, ἀπαραίτητον τὸ δυστύχημα καὶ θανάτῳ μόλις παυσόμενον.