Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εὐρίπη Δεξικράτει Ἐνάτῃ φθίνοντος Ἀνθεστηριῶνος ἐπανήκειν πρὸς ἡμᾶς ἐπηγγείλω, καὶ διέψευσαι τὰς συνθήκας, Δεξίκρατες. ἐμοὶ δὲ καὶ ἀπῃθαλώθησαν αἱ φρένες τῷ ἔρωτι καὶ δαλοῦ δίκην τὸ περιστέρνιον ἐκπεφλόγισται. ἀπεκοττάβιζον δὲ καθ' ἡμέραν τὰ δάκρυα καὶ τὴν σὴν ὠνειροπόλουν ἐπάνοδον, ὁ δὲ τῶν θυρῶν ψόφος ἀεί μοι φαντασία τῆς σῆς παρουσίας ἐγίνετο. σὺ δέ, Δεξίκρατες, μετοχετεύεις ἐφ' ἑτέρας τὸν ἔρωτα, καί σοι τὸ ξένον ἀεὶ τιμιώτερον· τῷ γὰρ ταχίστῳ κόρῳ αἱ τῶν ῥαθύμων ψυχαὶ δουλαγωγεῖσθαι εἰώθασιν. ἄπιστόν τι χρῆμα πόθος καὶ ἔρωτες, καὶ βληθήσῃ ποτὲ καὶ αὐτός· τῶν γὰρ ἀδικουμένων αἱ συμφοραὶ ἐπὶ τοὺς ἀδικήσαντας μεταβαίνουσιν.