Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
διαλογ. 1. 15 καὶ Σειρηναίων ἀφηγημάτων ἀκούσομαι. {ΙΣΤ.} τοιγαροῦν πειθαρχήσω, βασίλεια, τήν τε τῆς ἱστορίας λύραν τινάξομαι. ἔσο δέ μοι πλῆκτρον αὐτὴ μουσικώτατον·᾿ Ωκεανὸς γὰρ ἐπιστήμης ἔφυς καὶ λόγων Τηθύς, ἐν σοί τε πᾶσα χάρις, ἅτε νῆσος, ἀπείριτος ἐστεφάνωται. ινδεχ. τ. 1 ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΕΩΣ ινδεχ. 1. τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ ινδεχ. 1. 1 αʹ.᾿ Αναγόρευσις Μαυρικίου, τοῦ῾ Ρωμαίων βασιλέως, καὶ δημηγορία Τιβερίου τοῦ αὐτοκράτορος. βʹ. Περὶ τῆς γενομένης θείας ὀμφῆς Τιβερίῳ τῷ αὐτοκράτορι. γʹ. Θάνατος Τιβερίου τοῦ αὐτοκράτορος. δʹ. Σπονδαὶ᾿ Αβάρων καὶ῾ Ρωμαίων. εʹ.῞ Οπως ἐλέφαντα ἱστορῆσαι ὁ Χαγάνος τὸν βασιλέα ᾐτήσατο. ϛʹ. Περὶ τῆς χρυσῆς κλίνης, ἣν λαβεῖν ὁ Χαγάνος παρὰ τοῦ αὐτοκράτορος ἐξῃτήσατο. ζʹ.῾ Ως εἴκοσι χιλιάδας χρυσίων προσθεῖναι ταῖς συνθήκαις῾ Ρωμαίους ὁ βάρβαρος κατηνάγκασεν. ηʹ. Κατάλυσις τῶν πρὸς τοὺς᾿ Αβάρους σπονδῶν. θʹ.῞ Αλωσις Σιγγηδόνος τῆς πόλεως. ιʹ.῞ Οπως Αὐγούσταν καὶ τὸ Βιμινίκιον, πόλεις῾ Ρωμαίων, ὁ Χαγάνος ἐπόρθησεν. ιαʹ.῎ Εφοδος τῶν᾿ Αβάρων ἐπὶ τὴν᾿ Αγχίαλον πόλιν. ιβʹ. Πρεσβεία῾ Ρωμαίων πρὸς᾿ Αβάρους. ιγʹ. Περὶ τῆς τῶν πρέσβεων ἀτιμίας. ιδʹ. Πρεσβεία ἑτέρα῾ Ρωμαίων πρὸς᾿ Αβάρους. ιεʹ. Σπονδαὶ῾ Ρωμαίων καὶ᾿ Αβάρων. ιϛʹ. Περὶ τῆς τῶν Σκλαυηνῶν ἐπὶ τὰ Μακρὰ τείχη ἐφόδου. ιζʹ.᾿ Ανδραγαθία Κομεντιόλου τοῦ στρατηγοῦ. ιηʹ.῞ Οπως ὁ Χαγάνος τὰς῾ Ρωμαϊκὰς καταλύει σπονδάς, καὶ περὶ Βοοκολοβρᾶ τοῦ μάγου. ιθʹ. Πόρθησις πλείστων πόλεων῾ Ρωμαϊκῶν ὑπὸ τοῦ ἔθνους τῶν᾿ Αβάρων γενομένη. κʹ. Πόλεμος Περσῶν καὶ῾ Ρωμαίων ἐπὶ τὸν ποταμὸν τὸν Νύμφιον. καʹ. Γάμος Μαυρικίου καὶ Κωνσταντίνης τῶν αὐτοκρατόρων. κβʹ. Περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐν τῷ Φόρῳ κατὰ τὰ προοίμια τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος. κγʹ.᾿ Αναίρεσις Παυλίνου τοῦ γόητος καὶ περὶ τοῦ θαύματος τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος. κδʹ. Περὶ τοῦ᾿ Αφούμων καὶ῎ Ακβας τῶν φρουρίων. κεʹ. Μάχη῾ Ρωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ᾿ Ιωάννης καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων. κϛʹ. Περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενομένου κατὰ τὴν ἔναρξιν τῆς ἀναγορεύσεως Μαυρικίου, τοῦ῾ Ρωμαίων βασιλέως. κζʹ. Περὶ τῆς ὑπατείας Μαυρικίου τοῦ αὐτοκράτορος. κηʹ.῞ Οπως ὁ Φιλιππικὸς τῆς ἑῴας δυνάμεως ὑπὸ τοῦ αὐτοκράτορος γίνεται στρατηγός. κθʹ.᾿ Ανδραγαθία Φιλιππικοῦ. λʹ.᾿ Αναχώρησις ἐκ τῆς Μηδικῆς τῶν῾ Ρωμαίων, καὶ ὅπως ἀνυδρίᾳ τὸ῾ Ρωμαϊκὸν ἐκινδύνευσεν. λαʹ.῞ Οπως τὴν᾿ Αρζανηνὴν χώραν ὁ῾ Ρωμαίων στρατηγὸςπρονομῇ παραδέδωκεν. λβʹ.᾿ Αριστεία τῆς῾ Ρωμαίων δυνάμεως. λγʹ.῞ Οπως τὰ κατὰ τὴν Μαρτυρούπολιν ὁ Περσῶν στρατηγὸς κατεπόρθησεν. λδʹ. Πρεσβεία Περσῶν πρὸς῾ Ρωμαίους. λεʹ.῾ Ετέρα πρεσβεία Περσῶν πρὸς῾ Ρωμαίους. ινδεχ.