Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
π. 1῎ Εδει μὴ μόνον τοῖς ἐκ φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ λόγος αὐτῷ, χρῆμά τι θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ θεὸν αἰδεῖσθαι καὶ σέβειν μεμάθηκε καὶ τὰ τῆς οἰκείας ἐνοπτρίζεσθαι φύσεως, καὶ τῆς ἑαυτοῦ διαπλάσεως τὴν σύν1. π. 2 ταξιν οὐκ ἠγνόησεν. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ' αὐτὸν τὸν νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημιουργίας 1. π. 3 ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος. 1. π. 4 ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν ἐς θέαν ἐγκαλλωπίσας, ἃ δ' ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς ἁφὴν τονώσας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας, τῇ τῆς ἀπηχήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς 1. π. 5 τὸ ἄκουσμα μεθελκόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον, ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων 1. π. 6 πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν τε πάντων, τὸ τῆς 1. π. 6 ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι ψυχαῖς 1. π. 7 ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δέ τῳ τεκμηριῶσαι῾ Ομηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν᾿ Αλκινόου τοῦ βασιλέως αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύδωνος ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν 1. π. 8᾿ Οδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ καὶ τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν ἐμπορπήσασθαι, ὑπῆν δ' αὐτῷ καὶ κοινὸν τῆς βασιλέως τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης 1. π. ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας οὕτω τὰ τῆς ἱστορίας ἐνηύφραινεν ὡς χαίρειν εἰπόντας τῷ πότῳ θέατρον εἶναι δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν τὰ ὦτα καὶ κεχηνέναι θεωμένους τὸν ἄνδρα καὶ τῷ μήκει 1. π. 10 μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· μεγίστων γὰρ κινδύνων ἐμπειρία περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ ἀκοὴ καὶ
1.1.2
π. 11 ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ τοὺς ποιητὰς ἐπὶ παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσασθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς φιλοΐστορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώσας διηγημάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ περιβάλλουσι φράσιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος στιβίζουσιν, καὶ μέτροις οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ 1. π. 12 τεράτευμα καλλωπίζουσιν. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ' ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκείνων γλώτταις παραγυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν 1. π. 13 αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. οὐκοῦν εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν διδάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι' ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε 1. π. 14 λόχοις σοφίζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων συμφοραῖς προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ' αὖ πάλιν εὐπραγίαις εὐδαιμονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς
1.1.3
π. 15 μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῶν μὲν πρεσβύτῃ χειραγωγός τίς ἐστι καὶ βακτηρία, τῷ δὲ νέῳ παιδαγωγὸς κάλλιστος καὶ συνετώτατος, τῇ πολυπειρίᾳ πολιοῦσά πως τὸ νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ' ὀλίγον μαθή1. π. 16 ματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, εἰ καὶ μεῖζον ἢ κατ' ἐμὲ τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς τῶν τε νοημάτων τὸ ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπιστήμη τὸ αἴτιον. 1. 1. 1῞ Οτε τὸν αὐτοκράτορα Τιβέριον τῆς ἐντεῦθεν ἔδει λοιπὸν μεταβήσεσθαι λήξεως καὶ τῷ κοινῷ ὑπείκειν νόμῳ τῆς φύσεως, ἐπιθεμένης τῇ νόσῳ μελαίνης χολῆς, ὡς σύνηθες παισὶν ἀποκαλεῖν ἰατρῶν, ἀνερρήθη Μαυρίκιος καὶ βασιλέως ἀξίᾳ μεγαλαυχεῖται καὶ νεάζων τῇ ἁλουργίδι τῆς μεγάλης τῶν 1. 1. 2 αὐτοκρατόρων δυνάμεως μετελάγχανεν. φοράδην γὰρ ἀχθεὶς ὁ βασιλεὺς Τιβέριος ἐπὶ τὴν ὕπαιθρον τῶν βασιλείων αὐλήν, ἥτις παρήνωται τῇ πολυστιβάδι τῶν ἀνακτόρων οἰκίᾳ προαυλίῳ περιφανεῖ καὶ περιδόξῳ τῳ προσκηνίῳ, τὸν τῆς ἱεραρχικῆς προεστῶτα καθέδρας συγκαλεσάμενος (᾿ Ιωάννης δὲ κατ' ἐκεῖνο καιροῦ τοὺς τῆς ἐκκλησίας διίθυνεν οἴακας) τόν τε τῶν ἱερῶν ἀξιωμάτων συναθροισάμενος ξύλλογον τούς τε δορυφόρους καὶ φύλακας καὶ πάντας τοὺς ἐς βασιλέως τιμὴν συντεταγμένους, ναὶ μὴν καὶ τοὺς ἐπισημοτέρους τοῦ δήμου, 1. 1. 3 αὐτὸς μὲν οὐδέπω τοῖς ἐντυχοῦσι διείλεκται, βασιλέως δὲ γλῶτταν τὸν᾿ Ιωάννην ἐδείκνυεν, ἄνδρα ῥήτορά τε δεινὸν καὶ νόμων῾ Ρωμαϊκῶν ἐπιστήμονα, ὃς τὰ βασιλέως προστάγματα τῷ διατόρῳ τῆς εὐγλωττίας ἐμεγαληγόρει βασιλικῆς μεγαλοφροσύνης ἐπάξια. τοῦτον ἐπιχωρίῳ῾ Ρωμαῖοι φωνῇ 1. 1. 4 ἀποκαλοῦσι κυαίστορα. παρῆν γοῦν ὁ αὐτοκράτωρ ἐπὶ τῇ χειροτονίᾳ τοῦ βασιλέως ἅμα τῇ παιδὶ Κωνσταντίνῃ, ἣν τῷ Μαυρικίῳ τύχης ἅμα καὶ βίου κοινωνὸν ἐποιήσατο, καὶ πρό γε τῆς ἀναρρήσεως τῷ ξυλλόγῳ τάδε παρέθετο. 1. 1. 5"῎ Ανδρες῾ Ρωμαῖοι, τὸ πολυθρύλητον τοῖς ἔθνεσιν ὄνομα καὶ ἐπίτιμον, τὸ ἐπὶ στομάτων πολλῶν ἐπ' εὐφημίᾳ δι' εὔκλειαν περικείμενον, μεγάλαι καὶ τελευταῖαι νῦν αἱ τῶν φροντίδων ὠδῖνες ἡμῖν περιίστανται, αἱ μὲν τὰ τῇδε διαθεῖναι καλῶς ἀναγκάζουσαι, αἱ δὲ τῇ διαζεύξει τῆς μεταστάσεως ἐκταράττουσαι καὶ τῶν ἐνθένδε τοὺς λόγους τῆς 1. 1. 6 βιοτῆς παραθέσθαι τῷ δημιουργῷ κατεπείγουσαι. καὶ περιδεής μοι τήμερον ἡ πάλαι παρρησία καὶ ἄδεια· οἷς γὰρ ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλματα. 7 σθαι πλείονα. ἀλλ' ὅμως αἱ περὶ τῆς βασιλείας ἡμῖν ὀξύτεραι καὶ προκύπτουσαι, οὐχ ὅτῳ ταύτην οὕτω ταχὺ κατατίθεσθαι, ἀλλ' ὅτῳ ταύτην ἔνεστι καλῶς διατίθεσθαι, ἐπεὶ μηδὲ κατενεγυώμην ταύτην ἐγὼ ἐπί τε τρυφῇ τῆς ἐξουσίας καὶ κολακείᾳ τοῦ σώματος. ὁρῶ δὲ καὶ τὴν φύσιν μετὰ τῆς τύχης ἡμᾶς κατατρύχουσαν. 1. 1. 8 βασιλεία γὰρ καὶ παῖδες καὶ γύναιον κατὰ ταυτὸν ἐπιτίθενται, ἡ μὲν ἡγεμόνα ζητοῦσα σοφόν, ἡ δὲ κηδεμόνα χηρείας ἐπιεικέστατόν τε καὶ εὐσεβέστατον, αἱ δὲ τοὺς χειραγωγοῦντας διὰ τὸ τῆς ἡλικίας ἄωρον τό τε τῆς θηλείας φύσεως ἀσθενέστερον. 1. 1. περιφρονῶ δὲ πολλάκις ὑπὸ τῆς νόσου τὴν φύσιν καὶ τὸν ἐκείνης δραπετεύω δεσμὸν καὶ παίδων ὑπερορῶ, καὶ περιῶπταί μοι γύναιον, ἤδη τεθνάναι δοκῶν καὶ τῆσδε τῆς προμηθείας 1. 1. 10 ἐλευθερίαν λαχεῖν. ἀλλ' εὐθὺς ἡ περὶ τῶν σκήπτρων ἀπαραίτητος φροντὶς εἰσεπήδησεν· οὐ τὸ μόνον γὰρ διατηρῆσαι κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις 1. 1. 11 παραπέμψαι τὸν κλῆρον. δεῖ γὰρ τῶν προτέρων ἡγεμόνων εἶναι τοὺς δευτέρους ἀμείνους, ἵνα τοῖς προσφαλεῖσιν ἐκεῖνοι τὴν παρ' αὐτῶν διόρθωσιν εἰσαγάγωσιν, ἢ διολισθάνειν ἅπαν συλλήβδην εἰπεῖν τὸ ὑπήκοον, ἀδρανεστέρᾳ κρηπῖδι 1. 1. 12 τὴν βασιλείαν στηρίξαντι. τούτων κατεσθιόντων τῶν λογισμῶν τὴν διάνοιαν, ἡ τεχνῖτις ἡμῖν πρόνοια συλλαμβάνει τῶν πόνων καὶ μίαν μεθ' ἡμῶν βουλὴν προηνέγκατο καὶ δείκνυσι τὸν βασιλεύσοντα ἐπιβάτην τε τῆς ἐξουσίας ἐσόμενον, Μαυρίκιον τουτονί, ἄνδρα λυσιτελέστατον, τῇ῾ Ρωμαίων ἀρχῇ πολλοὺς καὶ μεγάλους πόνους ἐγκαταθέμενον, ὥσπερ ἀρραβῶνάς τινας προκαταβαλόμενον τῆς ἐσομένης ἀμφὶ τὸ ὑπήκοον προνοίας 1. 1. 13 αὐτῷ. τοῦτον αὐτοκράτορα τήμερον ὄψεσθε. οὕτω δὲ πέποιθα ἐπὶ τήνδε τὴν μεγίστην ἐγχείρησιν (καὶ τὰ τῆς διανοίας οὐ σκάζει κινήματα), ὡς καὶ τὸ θυγάτριον ἅμα τῇ βασιλείᾳ τούτῳ πεπίστευκα. τηλικούτῳ φύσεως ἐνεχύρῳ θαρρύνων ὑμᾶς ταύτην ἐφόδιον τὴν ψυχαγωγίαν ἐπὶ τὴν μακρὰν ἐκείνην 1. 1. 14 ἐκδημίαν ἀποίσομαι. καὶ ὑμεῖς δέ μοι μάρτυρες τῆσδε τῆς καλλίστης συντάξεως ἀξιόχρεῳ ἐξ ὧν ἐπειράθητε ἡμῶν τε ἡνιοχούντων τὴν ἡγεμονίαν καὶ τοῦδε παριππεύοντος λίαν 1. 1. 15 ἡμῖν ἐμφρονέστατα. σὺ δέ μοι, Μαυρίκιε, κάλλιστον ἡμῖν ἐπιτάφιον τὴν σὴν βασιλείαν πεποίησο. κόσμει τὸν ἐμὸν τάφον ταῖς σαῖς ἀρεταῖς, μήτε τὰς τῶν πεπιστευκότων καταισχύνων ἐλπίδας, μήτε τὰς σὰς ἀγνωμονῶν ἀρετὰς τήν τε 1. 1. 16 τῆς ψυχῆς δραπετεύων εὐγένειαν. χαλίνου λόγῳ τὴν ἐξουσίαν, φιλοσοφίᾳ τὸ κράτος οἰάκιζε· βασιλεία γὰρ ὑψηλόν τι χρῆμα καὶ μετέωρον, ἐς μέγα τὸν ἐπιβάτην ἀπαιωροῦσα τοῖς τε λογισμοῖς ἐκφρυάττουσα. δόκει μὴ πάντων ὑπερέχειν τῷ φρονιμώτατος εἶναι, εἰ καὶ τὰ τῆς τύχης ὑψηλά σοι παρὰ 1. 1. 17 πάντας. θηρῶ παρὰ τῶν ὑπηκόων ἀντὶ μὲν φόβου τὴν εὔνοιαν, ἀντὶ δὲ κολακείας τίμα τὸν ἔλεγχον οἷα διδάσκαλον ἄριστον· ἀνουθέτητον γὰρ ἐξουσία καὶ παιδείας οὐκ ἀνεχόμενον. ἔστω πρὸ τῶν σῶν ὀφθαλμῶν σύνεδρος ἡ δίκη 1. 1. 18 πρυτανεύουσα τῶν βεβιωμένων ἀντίδοσιν. νόμιζε τὴν πορφύραν, τῷ φιλόσοφος εἶναι, εὐτελές τι ῥάκος ἀμπέχεσθαι, τὸν δὲ στέφανον μηδέν τι διοίσειν τῶν ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάττης ψηφίδων. στυγνὸν τὸ τῆς ἁλουργίδος ἄνθος, καί μοι δοκεῖ τοῖς βασιλεῦσι παρεγγυᾶν μετριοπαθεῖν ἐπὶ ταῖς εὐπραγίαις, καὶ μὴ περιγάνυσθαι καὶ φρυάττεσθαι τῇ πενθίμῳ ταύτῃ τῆς μοναρχίας στολῇ· οὐ γὰρ ἐξουσίαν ἀκολασίας ἀλλὰ δουλείαν ἔνδοξον τὸ σκῆπτρον τῆς βασιλείας 1. 1. 1 φιλοσοφεῖν ἐπαγγέλλεται. ἡγείσθω τῆς ὀργῆς τὸ φιλάνθρωπον, τῆς δὲ σωφροσύνης ὁ φόβος. ἐξέταξε γὰρ καὶ ταῖς μελίτταις ἡγεμόνας ἡ φύσις, ὠχύρωσε δὲ καὶ κέντρῳ τὸν βασιλέα τὴν μέλιτταν ὥσπερ τι κράτος αὐτόματον ἐγκεντρίζουσά πως αὐτῷ, ἵνα καὶ πλήττειν ἔχῃ τὸν μὴ δικαίως πειθόμενον. 1. 1. ἀλλ' οὐκ ἔστιν ἐκείνῃ τὸ κέντρον τυραννικόν, δημωφελὲς δὲ μᾶλλον καὶ δίκαιον. οὐκοῦν ἐκείνης ἐσόμεθα μιμηταί, εἰ μήγε λόγος δεδύνηται χαρίζεσθαι καὶ τὰ μείζονα. ταῦτα μὲν ὁ προβολεὺς ἐγώ· ἕξεις δὲ τῆς γνώμης ὥσπερ δικαστὴν τὴν ἐξουσίαν ἀδέκαστον, ἢ τιμῶσαν τὰς ἀρετὰς ἢ τὴν κακίαν φαυλίζουσαν." 1. 1. 21῞ Οτε τοίνυν τὰ τῆς διαλέξεως ἐπερατοῦτο τῷ αὐτοκράτορι, πολὺ τοῖς θεαταῖς τὸ δάκρυον ἐπεκύμαινεν, τῶν μὲν ἀνιωμένων ἐπὶ τῷ πάθει, παρ' οἷς καὶ τὰ τῆς εὐνοίας ἦν λιπαρώτερα, ἄλλων δὲ κατακηλουμένων ἐπὶ τῷ οἴκτῳ διὰ τῆς συμπαθείας· φιλεῖ γὰρ ἡ συμφορὰ καὶ τῷ θεατῇ. 22 διδόναι τοῦ πάθους. τὴν στεφάνην ὁ βασιλεὺς ἀράμενος τήν τε πορφυρᾶν διπλοΐδα, ἀμπεῖχε τὸν Καίσαρα. διεχεῖτο δὲ πολλὴ ταῖς εὐφημίαις παρὰ τῶν ὑπηκόων βοή. ἔνιοι γὰρ τὸν προστησάμενον ἀπεθαύμαζον ἀγάμενοι τῆς εὐβουλίας τὸν αὐτοκράτορα, ἕτεροι τὸν ἀναρρηθέντα καὶ τηλικαύτης ἡγεμονίας ἑαυτὸν παραθέμενον ἄξιον, ἅπαντες δὲ τὸν αἴτιον τούτων ἁπάντων θεὸν ἄμφω ταῦτα καλῶς συμβιβάσαντα. 1. 1. 23 ἐπεὶ δὲ ὁ μέγας οὗτος καὶ ὕστατος τοῦ βασιλέως σκοπὸς διανυσθεὶς ἐτετέλεστο, τά τε τῆς ἀναγορεύσεως ἔθη κατὰ τοὺς βασιλικοὺς θεσμοὺς ἐπεπλήρωτο, ἐπὶ τὴν ἑαυτοῦ κλίνην Τιβέριος ὁ αὐτοκράτωρ ἀνέζευξεν. 1. 2. 1 Λόγος δὲ καὶ θείαν ὀμφὴν πρό τινος βραχέος τῆς νόσου καιροῦ κατηχηθῆναι Τιβερίῳ τῷ αὐτοκράτορι. ἔδοξε γὰρ ἐν ὕπνοις παρεστάναι αὐτῷ πάγκαλος τὴν θέαν ἀνὴρ ἐνθέου τινὸς ὡραιότητος εἰκόνα φερόμενος, τῷ μὲν λόγῳ τὸ ἄρρητον, τῇ δὲ γραφῇ τὸ ἀμίμητον. ἐσθὴς δὲ τῷ νεανίᾳ λευκή, τόν τε τόπον καὶ τὸν θεατὴν καταυγάζουσα ταῖς 1. 2. 2 μαρμαρυγαῖς τῆς ἐλλάμψεως. φῆσαι δὲ πρὸς τὸν Καίσαρα, συνδημηγορούσης αὐτῷ τῆς χειρὸς ἐν τῷ σχήματι," τάδε σοι, Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι." εἶτα τὸν βασιλέα διανήψαντα τεταράχθαι τῇ φαντασίᾳ, ὄρθριόν τε διανίστασθαι καὶ τοῖς ἀμφ' αὐτὸν διεξιέναι τὰ τῶν ὀνειράτων θεάματα. 1. 2. 3 Τῇ δὲ ὑστεραίᾳ (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) τῷ κοινῷ τῆς φύσεως νόμῳ Τιβέριος, εἰ καὶ βασιλεὺς ἐτύγχανεν ὤν, ἐπειθάρχησεν ἀπέστη τε τῶν τῇδε, καὶ οἷα σκηνὴν τῆς ψυχῆς καταλελύκει τὸ ἀχθοφόρον τουτὶ καὶ γήϊνον χιτωνίσκιον. καὶ πολὺς ἀνὰ τὸ ἄστυ ἐπεκύμαινε θρῆνος· πολλῶν γὰρ ὀφθαλμῶν ῥεῖθρον διήνοιξε καὶ φλέβας δακρύων ἀνέτεμεν, καὶ μέγα ταῖς τῶν πολλῶν ψυχαῖς ἐνεφοίτα τὸ 1. 2. 4 πένθος. τὸ φαιδρὸν τῆς στολῆς διερρήγνυτο τό τε κατηφὲς τῆς ἐσθῆτος ἀντελαμβάνετο. ἅπαντας ἐπὶ τὸ στυγνὸν ἐκεῖνο θέατρον συνεκάλει τὸ ἄκουσμα. εἰσήρρει τὰ πλήθη τῇ βασιλίδι αὐλῇ· οὐκ εἶχε τὰ προαύλια φύλακας τοῖς πολλοῖς προπετάσμασι μόλις τοῖς ἐν ἀξίᾳ φιλοτιμουμένοις τὴν εἴσοδον. κατηφὴς ὑμνῳδία πάννυχος ἦν ταῖς φωταγωγοῖς λαμπάσι σκυθρωπὸν 1. 2. 5 ὄψιν παρέχουσα. καὶ δῆτα μετὰ τὸν ὄρθρον τὰς ἀκτῖνας προσβάλλοντος ἡλίου καὶ τὸ ὑπέργειον διατρέχοντος ἡμισφαίριον, προύπεμπεν ἅπας τεθνηκότα τὸν βασιλέα καὶ μετ' εὐφημίας εἶχεν ἐπομβρῆσαν τὸ δάκρυον, πολύς τε ἦν ὁ ἐπιτάφιος ἔπαινος, εἷς ἀπὸ στομάτων πολλῶν προχεόμενος οἷά τις ποταμὸς εἰς πολλὰς ἀρχὰς μεριζόμενος, ἢ δένδρον ὑψιτενές τε καὶ εὔκομον πολλαῖς τε καὶ μεγάλων κλάδων 1. 2. 6 ἐκφύσεσι διαιρούμενον. εἴωθε γὰρ δεινοπαθεῖν τὸ ὑπήκοον ἐπὶ ταῖς ἀώροις μεταστάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως, εἴγε πιθανῶς καὶ δημοτικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο. 1. 2. 7 ἐπεὶ δὲ τοῦτον ὁ τῶν βασιλέων ὑπεδέξατο τάφος, ἐπὶ τὴν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα δορυφορίαν ἅπας ἐτέτραπτο, καὶ πέρας αὐθήμερον εἶχε τὸ δάκρυον· οὐχ οὕτω γὰρ τοῖς ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια. 1. 3. 1῎ Ηδη δὲ τὸν τῆς ἱστορίας ὑφαίνειν ἱστὸν ἀπαρχόμενος τούς τε βαρβαρικοὺς πολέμους ἀναγράπτους ποιούμενος, τῆς κατὰ τοὺς᾿ Αβάρους κινήσεως πρῶτα μνησθήσομαι διά τε τὸ τῶν πράξεων προσεχέστατον τῆς τε τάξεως τὸ προσφορώτατον. 1. 3. 2 οὐκ ὀλίγα τοίνυν νεανικώτερον παρ' ἐκείνων τὸ τηνικαῦτα τετόλμηται. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῷ῎ Ιστρῳ, ἀπιστότατον ἔθνος καὶ ἀπληστότατον τῶν νομάδην βιούντων. 1. 3. 3 οὗτοι πρεσβεύονται πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον οὐχ ἥκιστα τοῦ μεγίστου πολίσματος γενόμενοι κάτοχοι. Σίρμιον δὲ τοῦτο ὠνόμαστο, ἄστυ τε περίδοξον ἦν, τοῖς ἀνὰ τὴν Εὐρώπην οἰκοῦσι῾ Ρωμαίοις περιλαλούμενον καὶ ᾀδόμενον. 1. 3. 4 τοῦτο ἥλω πρό τινος βραχυτάτου καιροῦ τοῦ τὸν αὐτοκράτορα Μαυρίκιον τὰς῾ Ρωμαϊκὰς μετὰ τῆς πορφύρας ἐνδύντα 1. 3. 5 φροντίδας τῆς τῶν Καισάρων ἐποχεῖσθαι καθέδρας. τὸ δ' ὅπως Μενάνδρῳ τῷ περιφανεῖ σαφῶς διηγόρευται· περὶ ὧν οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς ἐκείνοις λόγοις ἐπεξελθεῖν, αὖθις δ' ἀριζήλως εἰρημένα μυθολογεύειν καὶ 1. 3. 6 ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. ἐπεὶ δὲ ἐν χερσὶ τὸ ἄστυ ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν 1. 3. 7 ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι῾ Ρωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου 1. 3. 8 τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδίσατο γὰρ῾ Ρωμαίων ὁ παρὰ τοῖς Οὔννοις Χαγάνος οὕτω λεγόμενος. φήμη δέ τις ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο, ὡς ζῶα τρέφεται παρὰ῾ Ρωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐξῄτησε βασιλέα εἰς θέαν τούτων ἐλθεῖν. 1. 3. καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον. 1. 3. 10 ὁπηνίκα δ' εἶδεν τὸ᾿ Ινδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα, παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην. 1. 3. 11 ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον 1. 3. 12 ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος 1. 3. 12 πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτοκράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν. 13 τερον κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ῾ Ρωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτοκράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς αὔραις φέρειν ἐδίδου, 1. 4. 1 ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζε καὶ τὴν Σιγγηδόνα τὴν πόλιν ἐξαπιναίως ἄφρακτον οὖσαν ἐλάμβανε πολεμικῶν τε ὀργάνων χηρεύουσαν διὰ τὸ ἐκ τῆς εἰρήνης ῥαθυμίαν πολλὴν ὑπερεκχεῖσθαι τῆς Θρᾴκης· ἀφύλακτον γὰρ εἰρήνη 1. 4. 2 καὶ προμηθείας οὐκ ἀνεχόμενον. τῶν τε τοῦ ἄστεος τοῖς πλείστοις συμπαρομαρτεῖ ἐν τοῖς ἀγροῖς αὐλιζομένοις, τῆς ἅλω τοῦτο κατεπειγούσης ποιεῖν· θέρους γὰρ ὥρα ὑπῆν, 1. 4. 3 καὶ ὅσον ἀποζῆν ἐθησαυρίζοντο. ἀκονιτὶ δὲ τὴν πόλιν οὐχ εἷλεν ὁ βάρβαρος· μεγίστη γὰρ συμπλοκὴν ἀνὰ τὰς πύλας συνεπεπτώκει τοῦ ἄστεος, πολλούς τε τῶν᾿ Αβάρων διαφθαρῆναι συνέτυχεν, Καδμείαν τε, τὸ τοῦ λόγου, ἀποφέρεσθαι νίκην· πολλάς τε καὶ ἑτέρας ἀστυγείτονας πόλεις ληΐζεται. ταύτας δὲ ῥᾷστα καὶ πόνων ἐκτός· ἀόρατον γὰρ ἦν τὸ κακὸν 1. 4. 4 καὶ ταῖς ἐλπίσιν ἀκαραδόκητον. ἀνελών τε Αὐγούστας καὶ τὸ Βιμινάκιον (πόλεις δ' αὗται λαμπραὶ ὑπὸ τὸ᾿ Ιλλυρικὸν φορολογούμεναι) παραυτίκα στρατοπεδεύεται καὶ τὴν᾿ Αγχίαλον 1. 4. 5 περιτέμνεται, τάς τε περιοικίδας κώμας ἐδῄωσεν· τὸν δὲ τῶν θερμῶν ὑδάτων οἶκον οὐκ ἀναστῆσαι φασίν. λόγος δέ τις ὡς ἡμᾶς ἐξεφοίτησεν, ἐνθάδε τὰ τοῦ Χαγάνου ἀπορρύψασθαι γύναια καὶ μισθὸν τῆς ἀπολαύσεως ἐκεῖνον αἰτεῖν μὴ καταρριπτεῖν τὰ τῶν ὑδάτων οἰκοδομήματα. λέγεται δὲ τὰ ὑδάτια ταῦτα τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγείαν τούτοις συμμαχεῖν. 1. 4. 6 τριῶν δ' ἐπιγενομένων μηνῶν πρεσβεύονται῾ Ρωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο,᾿ Ελπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον, τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα βημάτων· ἀρχὴ δέ τις αὕτη παρὰ῾ Ρωμαίοις οὐκ ἄκομψος. 1. 4. 7 ξυνωρικεύουσι δ' αὐτῷ καὶ Κομεντίολον, ἄνδρα τῶν σωματοφυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, ὃν σκρίβωνα τῇ Λατινίδι φωνῇ῾ Ρωμαῖοι κατονομάζουσιν. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν᾿ Αγχίαλον καὶ περὶ σπονδῶν 1. 4. 8 ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ προσαπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν᾿ Ελπιδίου ὑποχαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος. μενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε῾ Ρωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ διαφθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων τῶν᾿ Αβάρων ἅμα τῷ Χαγάνῳ παρόντων, τοῖσδε προσεχρήσατο ῥήμασιν. 1. 5. 1"᾿ Εδόκουν σε῾ Ρωμαῖοι, Χαγάνε, τούς τε πατρῴους θρησκεύειν θεοὺς καὶ τοὺς ἅλας τῶν ὅρκων αἰσχύνεσθαι καὶ δεξιὰς καὶ συνθήκας μηδαμῶς ἀποσείεσθαι, μηδὲ τὸν τῆς εἰρήνης ἄξονα διὰ σοῦ καταβάλλεσθαι, οὐ μὴν ἀλλὰ καὶ δώρων βασιλικῶν μεμνῆσθαι πολλῶν καὶ φιλοφροσύνης῾ Ρωμαϊκῆς, καὶ τῆς περὶ τοὺς σοὺς προγόνους εὐεργείας, ταὐτὸν δὲ φιλοξενίας εἰπεῖν, ἐπιλήσμονα μὴ γεγενῆσθαί ποτε, μήτε δ' ἑτέρων τῶν ὑπὸ σοῦ τεταγμένων ἀδικούντων῾ Ρωμαίους 1. 5. 2 ἀνέχεσθαι· πρέπει γὰρ τοὺς ἡγεμόνας σωφρονεστέρους τῶν ὑπηκόων καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἵνα ὅσον τῷ κράτει 1. 5. 3 ὑπερέχωσιν, τοσοῦτον καὶ τῇ ἀρετῇ διενέγκωσιν. τοιγαροῦν διὰ τὴν ἐκ τῆς εἰρήνης εὔνοιαν ἀμνημονοῦσι῾ Ρωμαῖοι τῶν ὑπὸ σοῦ προϋπηργμένων δεινῶν καὶ πολλῶν ἀδικημάτων γεγόνασιν ἐπιλήσμονες, καὶ φιλανθρωπίᾳ πάντων τῶν ἐθνῶν διαφέροντες οὐ πρὸς ὄρεξιν ἀντιλυπήσεως κεκινήκασιν ὅπλα· 1. 5. 4 τὴν γὰρ ἐς ὕστερον ἠρεμίαν τῶν ἔμπροσθεν ἀδικημάτων νεανικώτερον ἐγχειρηθέντων περὶ πολλοῦ ἐπεποίηντο, χαίρειν 1. 5. 5 φράσαντες ταῖς ἀντιδόσεσιν. ἐπεὶ δὲ πάντα σοι παρῶπται τὰ πρὸς καλοκαγαθίαν ὁρῶντα, καὶ δίκης ὄμμα τυφλόν, καὶ πόδες προνοίας χωλεύουσιν ἀμοιβὴν ἀξίαν τοῖς βεβιωμένοις ἀντιμετρεῖν οὐ δυνάμενοι, θεὸς δέ σοι τὸ βούλημα ὅποι καὶ θέλει φερόμενον, οὐκ ἐπιλήσονται῾ Ρωμαῖοι τῆς ἑαυτῶν ἀρετῆς, ἀλλὰ καὶ μέγιστον κομιδῇ κατὰ σοῦ συστήσονται 1. 5. 6 πόλεμον, καὶ φόνον πολὺν χειρουργήσουσιν. προσηνέστερος γὰρ αὐτοῖς τῆς εἰρήνης ὁ πόλεμος, ὅτε μὴ τὴν ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον. τί γὰρ῾ Ρωμαίων τῶν πώποτε γῆς εὐκλεέστερον ὑπὲρ ἐλευθερίας ἀθλούντων καὶ δόξης καὶ πατρίδος καὶ παίδων; εἰ γὰρ ὄρνισιν εὐτελεστάτοις τισὶν ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερον μήτε εἶξαι θατέρῳ τὸν ἕτερον πόλεμος καρτερὸς καὶ μαινόλις ἔστι παράταξις, τί δῆτα ἀνθρώπους οἴει καὶ῾ Ρωμαίους, ἔθνος τε μαχιμώτατον καὶ βασιλείαν ὀνομαστοτάτην; ἧς οὐ ῥᾴδιον. 7 φρονεῖν, εἰ μή γε μόνον αὐταῖς ταῖς ἐνάρξεσιν. μὴ τοίνυν μεγαλαύχει ἐπὶ τοῖς κακῶς διατεθεῖσι καὶ ἀπίστως τὸ τήμερον· ἐπὶ γὰρ τοῖς κατωρθωμένοις τὸ μέγα φρονεῖν ἴσως ἐπαινετόν· τὸ δ' ἐπὶ κακίᾳ βρενθύεσθαι ἐν ὕβρεως μοίρᾳ, 1. 5. 8 οὐκ ἐν εὐκλείᾳ προσήκει χαρακτηρίζεσθαι. μεγάλα σοι τὰ πρὸ μικροῦ τῆς ἀγνωμοσύνης ἀνδραγαθήματα· ἀλλὰ μεγίστη καὶ τῶν῾ Ρωμαίων ἡ δύναμις, ἥ τε τοῦ Καίσαρος ἐπιμέλεια, καὶ τῶν ὑποφόρων ἐθνῶν τὸ ἐπίκουρον, ἥ τε τῶν χρημάτων ῥοπή, τό τε τῆς θρησκείας παρὰ πάντα τὰ τῆς οἰκουμένης 1. 5. ἔθνη εὐσεβέστατον καὶ διὰ τοῦτο καὶ δυνατώτατον. οἷς ἀντιστρατεύειν μόνον ἠθέλησας, τοῦ δὲ ὅπως ἂν εἴη ἠμέλησας. ποίους δὲ καὶ παρὰ τοῖς ὁμόροις ἔθνεσιν εὐδοξίας χαρακτῆρας ἀποίσῃ,῾ Ρωμαίους ἀγνωμονῶν; ἢ τί σοι λοιπὸν 1. 5. 10 ἐνέχυρον πίστεως καταλέλειπται; οἱ σοὶ παρὰ σοῦ παροινοῦνται θεοί· ὅρκοι βιάζονται, σπονδαὶ καταλέλυνται, εὐεργέται πάσχουσι κακῶς ὑπὸ σοῦ· οὐ πείθουσι δῶρα δύναμιν αἰδέσιμον ἔχοντα. ἔασον ἡμᾶς ἠρεμεῖν. μὴ τὴν σὴν εὐκαιρίαν πρὸς κακὴν ἀδολεσχίαν μετάβαλλε, καὶ τοὺς μηδὲν ἠδικηκότας, μόνον δὲ διὰ τὸ γείτονας εἶναι, λυμαίνειν πειρώμενος. 1. 5. 11 αἰδέσθητι πρὸ τῆς σῆς κορυφῆς τὸ῾ Ρωμαϊκὸν τουτὶ καὶ ἡμέτερον ἔδαφος· τοῦτό σοι σωτήριον γέγονε καὶ μετανάστην ἐνηγκαλίσατο καὶ ξένον καὶ ἔπηλυν εἰσῳκίσατο, ὅτε τῆς ἕω τοῦ τε ἀρχεγόνου φύλου ὁ σὸς ἀποδασμὸς ἀπερρωγὼς. 12 σχίζετο. μὴ τὸν καλὸν τῆς φιλοξενίας διαλύσῃς θεσμόν, καὶ κατείπωσι φιλανθρωπίας οἱ ἄνθρωποι, καὶ διδάξῃς τοὺς ἀκούοντας ὡς αἰτίαν κακῶν βδελύττεσθαι τὴν εὐσέβειαν. εἰ δὲ καὶ χρημάτων ἐρᾷς, ἤδη σοι τοῦτο παρὰ῾ Ρωμαίοις διήνυσται· φιλότιμον γὰρ τὸ ἔθνος, καὶ θησαυρὸς αὐτῷ τὸ. 13 πρεπὲς καὶ φιλόδωρον. ἔστι δέ σοι καὶ γῆ εὐρεῖά τε καὶ πολλῷ τῷ μήκει τὴν ἐπίδοσιν ἔχουσα, ὡς μήτε στενοχωρεῖσθαί ποτε τοὺς οἰκήτορας μήτε θρύψεως ἀπορεῖν τοὺς. 14 βαίνοντας. ἐπάνηκε τοίνυν ἐπὶ τὴν σαυτοῦ, ἣν καὶ σοὶ῾ Ρωμαῖοι πεφιλοτίμηνται, καὶ περαιτέρω τῶν σῶν ὅρων τὴν 1. 5. 15 σὴν μὴ μετοχέτευε δύναμιν. οὐδὲν γὰρ ἀδικήσουσιν ἄνεμοι, εἰ καὶ ῥαγδαίως ἐπιφοιτήσωσιν, δένδρον εὐσθενὲς καὶ μετάρσιον, ᾧπερ ἡ κόμη πολλὴ στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι ἀμφιλαφές τε τὸ σκίασμα, ὅπερ διατρέφουσιν ὧραι καὶ ὕδωρ, ἢ τοῖς ὀχετοῖς κατάρδον, ἢ τοῖς ὑετοῖς οὐρανόθεν 1. 5. 16 περιλιμνάζον τε καὶ πιαῖνον. οἱ δὲ καὶ ἀκόλαστον πόδα περαιτέρω τῶν οἰκείων ἐκτείνοντες μετά τινος ἐνδίκου ποινῆς ὀψέ ποτε φιλοσοφήσουσιν, τὴν αἰσχύνην ἀνιαροτέραν τῶν παθημάτων φέρειν οὐκ ἔχοντες." 1. 6. 1᾿ Επεὶ δ' ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύμαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, τῶν ὀφθαλμῶν ὑποκροκαινομένων τῇ φλογὶ τῆς ἀνίας δι' ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται· τῶν τε ὀφρύων ἐς μέγα ἐξανισταμένων καὶ μικροῦ δεῖν τῶν μετώπων ἀπειλουσῶν ὑπερίπτασθαι, μέγιστος. 2 ρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντίολον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως, κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν. 3 μενος. τῇ δ' ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατηυνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν᾿ Αβάρων δυνατώτατοι τὸν ἡγεμόνα ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας γοῦν ὁ Χαγάνος ἠτιμωμένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμόν σφισιν αὐτοῖς δωρησάμενος. 1. 6. 4 Τοῦ δ' ἐπιόντος ἔτους πάλιν ὁ᾿ Ελπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐξῄτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρώσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες 1. 6. 5 χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους εἰσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν᾿ Αβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν᾿ Ελπιδίῳ παρέπεμπεν. ἧκον δ' ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμολογία ἐγίνετο ἦ μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι῾ Ρωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν. 6 μελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλπεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν῾ Ρωμαίοις τὸ τῶν᾿ Αβάρων ἐπιτίθεται φῦλον, ἀλλ' οὐκ ἀναφανδόν, ῥαδιουργικώτερον δέ πως καὶ δολερώτερον. 1. 7. 1 τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς῾ Ρωμαίων γῆς ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλουμένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς 1. 7. 2 ὄψεσι πολὺν ἀπεργάζονται φόνον. διὸ καὶ δεδιὼς βασιλεὺς τὰ Μακρὰ διεφρούρησε τείχη καὶ τὰς περὶ αὐτὸν τῶν στρατευμάτων πληθῦς ἀπεξῆγε τῆς πόλεως, ὥσπερ ἀξιολογώτατον 1. 7. 3 ἔρυμα περὶ τὸ ἄστυ αὐτοσχέδιον μηχανώμενος. τότε δή, τότε Κομεντίολος οὐκ ἄκομψον ταξιαρχίαν πιστεύεται κατά τε τὴν Θρᾴκην ἐπιὼν ἀπελαύνει τῶν Σκλαυηνῶν τὰ πλήθη, ἀφικνεῖται δὲ καὶ κατὰ τὸν᾿ Εργινίαν, οὕτω καλούμενον ποταμόν, καὶ ἀδοκήτως ἐπιστὰς τοῖς Σκλαυηνοῖς καρτερῶς ἐπιτίθεται καὶ θάνατον πολὺν τοῖς βαρβάροις ἀπεσχεδίασεν. 1. 7. 4 διά τοι τοῦτο καὶ στρατηγὸς ὑπὸ τοῦ αὐτοκράτορος αὖθις χειροτονηθεὶς ἀποστέλλεται καὶ῾ Ρωμαϊκαῖς ἀξίαις λαμπρύνεται τήν τε τοῦ πραισέντου τὴν παρὰ῾ Ρωμαίοις λεγομένην 1. 7. 5 ἔνοπλον ἡγεμονίας τιμὴν ἀποφέρεται. εἶτα περιόντι τῷ θέρει τὰς῾ Ρωμαϊκὰς συναθροίσας δυνάμεις ἐπὶ τὴν᾿ Αδρια- νούπολιν φοιτᾷ καὶ συντυγχάνει᾿ Αρδαγάστῳ ἐπισυρομένῳ πλήθη Σκλαυηνῶν πολλὰ ἄγρας τε αἰχμαλώτων ἀξιολογωτάτας καὶ λείας λαμπράς· διανυκτερεύσας τε ὄρθριος ἧκε πλησίον᾿ Ανσίνου τοῦ φρουρίου καὶ γεννικῶς τοῖς βαρβάροις 1. 7. 6 συμπλέκεται. τὸ δὲ πολέμιον πρύμναν τε ἐκρούσατο καὶ ἐς φυγὴν ἐξωθεῖτο καὶ τῆς᾿ Αστικῆς αὐτῆς ἀπελαύνεται, λευκήν τε τοῖς αἰχμαλώτοις ἡμέραν ἀνέσχε τὸ῾ Ρωμαϊκὸν ἀνδραγάθημα. ὁ δὲ στρατηγὸς ἐπαιώνισεν ἐπινίκιον καὶ τρόπαιον ἐνιδρύσατο. 1. 8. 1 Μετοπώρου δ' ἀρχομένου πάλιν οἱ βάρβαροι τὰς συνθήκας διέχεον τήν τε ὁμαιχμίαν εἰς τὸ φανερὸν. 2 ζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ' ἀναίνομαι. Σκύθης ἀνὴρ Βοοκολαβρᾶ τὴν ἐπωνυμίαν περιαγόμενος (εἰ δέ τι καὶ τῆς προσηγορίας τὸ σαφέστατον ὑπογλίχῃ μαθεῖν, παραυτίκα 1. 8. 3 πρὸς τὴν῾ Ελλάδα φωνὴν μετοχετεύσω τὸ ὄνομα. μάγον, ταὐτὸν δὲ φάναι ἱερέα, τὴν τῶν Σκυθῶν ἐπὶ τὴν εὐγενίδα μεταμορφοῦντες φωνὴν τῆς ἑρμηνείας τευξόμεθα), οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα.. 4 ζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτοπήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων Γηπαίδων ἄνδρας 1. 8. 5 ἑπτὰ τὴν φυγὴν ἐπὶ τὸ ἀρχέγονον ἐπεποίητο φῦλον. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῇ ἕῳ, Περσῶν πλησιόχωροι, οὓς 1. 8. 6 καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν῎ Ιστρον, ἐπὶ τὴν Λιβιδινῶν πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν῾ Ρωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ῎ Ιστρου τό τε γένος ἐδήλου καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν 1. 8. 7 ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ῾ Ρωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργιτίου τοῦ βασιλικοῦ ἐπιβαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦτον παρὰ῾ Ρωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ 1. 8. 8 ἀν' ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν᾿ Αβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους 1. 8. ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτιος ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπειλεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι. 1. 8. 10 οἱ δ' ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν καὶ Μυσῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν τε῾ Ρατηρίαν καὶ Βονώνειαν καὶ῎ Ακυς καὶ Δορόστολον καὶ Ζαλδαπὰ καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον. 1. 8. 11 πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσατο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγωνίστῳ κακῷ τῇ ῥαθυμίᾳ κατέχεται. βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν ἀνίστησι καὶ τῆς πάσης ἡγεμονίας κηδεμόνα τουτονὶ προεστήσατο. 1.. 1᾿ Αλλ' ἐπεὶ περί γε τῶν Οὔννων τῶν πρὸς τῷ῎ Ιστρῳ βιούντων τὰ προαύλιά μοι τῆς ἱστορίας γεγένηται, ἄγε δή, ἄγε καὶ τὰς Περσικὰς πράξεις τῇ τῆς διηγήσεως ἀνατινάξωμεν φόρμιγγι. παλιννοστήσω γὰρ ἐπὶ τὴν Μαυρικίου τοῦ αὐτοκράτορος ἀναγόρευσιν τὸν Μηδικὸν νῦν ἀναγραψόμενος
1.1.4
. 2 πόλεμον. καὶ μὴ μοίγε τις ἀπεχθανέσθω τοῦ γε ἕνεκα παλινδρομοῦντι πρὸς τὰ πρεσβύτερα. οὐ γὰρ ἐπὶ τὰς αὐτὰς ἐπάνιμεν πράξεις, εἰ καὶ περὶ τοὺς αὐτοὺς χρόνους ἀντανα1.. 3 γώμεθα. τὸ γὰρ συνεχὲς τῶν προαφηγηθέντων οὐκ ἠνέσχετο χαλινοῦ, ἵνα μὴ τέως τῇ παρενθήκῃ τῶν ἑτεροίων ἀφηγημάτων σύγχυσιν τοῖς ἐντυγχάνουσιν ἐμποιήσηται. 1.. 4῎ Ετι πρῶτον ἔτος ἠνύετο τῆς ἡγεμονίας Μαυρικίου τοῦ αὐτοκράτορος μετὰ τὸν Περσικὸν ἐκεῖνον καὶ ἀοίδιμον πόλεμον, οὗπερ ὁ Ταμχοσρὼ κατ' ἐκεῖνο καιροῦ τῶν Μηδικῶν στρατευμάτων ἡγήσατο, καὶ βασιλεὺς τὸν᾿ Ιωάννην, ᾧπερ ἐπώνυμον τὸ τῆς ὑπερῴας χελύνης κατάκομον, ὃν δὴ καὶ Μυστάκωνα προσηγόρευον῾ Ρωμαῖοι, ἐκ τῶν τῆς᾿ Αρμενίας στρατοπέδων 1.. 5 ἐπὶ τὰς τῆς ἀνατολῆς δυνάμεις῾ Ρωμαϊκὰς μετεβίβαζεν. ἄρτι τοίνυν ὁ στρατηγὸς τὰς ἑῴας φροντίδας περιβαλόμενος στρατοπεδεύεται, ἔνθα ὁ Νύμφιος ποταμὸς τῷ Τίγριδι ἀνακοινοῦται τοῖς ὕδασιν. ἐν τούτῳ δῆτα τῷ χώρῳ ἐξαρτύεται πόλεμος, τοῦ μὲν᾿ Ιωάννου τῆς῾ Ρωμαϊκῆς προεστῶτος δυνάμεως, τῆς 1.. 6 δὲ Περσικῆς Καρδαριγάν. Παρθικὸν τοῦτο ἀξίωμα, φίλον δὲ Πέρσαις ἐκ τῶν ἀξιωμάτων προσαγορεύεσθαι, ὥσπερ ἀπαξιούντων τὰς ἐκ τῆς γεννήσεως ὀνομασίας ἐπιφέρεσθαι· θαυμάζουσι γὰρ τύχης ἐπίδοσιν ἢ νόμον γεννήτορος τὸν περὶ τῆς σφῶν αὐτῶν προσηγορίας ἄρτι τῆς μητρῴας αὐτοῖς 1.. 7 νηδύος προκύψασι συνανίσχοντα. ὁ μὲν οὖν᾿ Ιωάννης τὴν πᾶσαν πληθὺν τῆς δυνάμεως τριτταῖς κατετάξατο μοίραις, καὶ αὐτὸς μὲν ἀνεδέξατο τοῦ μαχίμου τὸ μεσώτατον, Κοὺρς δὲ τὸ δεξιὸν ὁ ὑποστράτηγος,᾿ Αριοὺλφ δὲ τὸ λαιόν. καὶ ὧδέ πως τὰ τριττὰ διεκεκόσμητο στίφη. ὡσαύτως δὲ καὶ τὸ 1.. 8 Περσικὸν συνετέτακτο. ἐπεὶ δ' αἱ σάλπιγγες ἐνυάλιον ἤχησαν, καὶ τὸ μεταίχμιον ἐβραχύνετο, ὁ πόλεμος εἶχε τὴν πάροδον. προσβάλλουσι τοιγαροῦν῾ Ρωμαῖοι τοῖς δυσὶ κέρασιν,᾿ Ιωάννης μὲν τῷ μέσῳ,᾿ Αριοὺλφ δὲ τῷ εὐωνύμῳ, καὶ δῆτα κρατοῦσι 1.. τῶν ἀντιμετώπων δυνάμεων. Κοὺρς δ' οὐκ ἐνέμιξε χεῖρας· ἐβάσκαινε γὰρ τὸν᾿ Ιωάννην εὐπραγίας πέρι, ἅτε δὴ διὰ μεγίστην ἀγωνιούμενον δόξαν. καὶ οὖν εἰς τοὐπίσω Πέρσαι ἐτρέποντο· ἐδεδίεσαν γὰρ μή που τὸ ἀντίπαλον ἐμβριθεστέραν 1.. 10 τὴν ὁρμὴν ἐπιθείη.῾ Ρωμαῖοι δὲ τὸν Κοὺρς ἑωρακότες ἀπόμαχον τήν τε περὶ αὐτὸν δύναμιν, τὰ νῶτα τοῖς βαρβάροις 1.. 11 ἐγνώριζον καὶ πρὸς τὰ ἀνάντη μετεφοίτων χωρία. οἱ δὲ Πέρσαι τῇ παλιώξει χρησάμενοι, ἐπεὶ τὴν῾ Ρωμαϊκὴν ἵππον κεκμηκυῖαν ἑώρων ἔκ τε τῆς συντονίας τοῦ δρόμου ἔκ τε τῆς χαλεπότητος τῆς πρὸς τὸ δυσάναντες τῶν ὀχυρωμάτων καταφυγῆς, ἀρρενικῶς ἐπιτίθενται καὶ πλεῖστον τοῦ῾ Ρωμαϊκοῦ κεραΐζουσιν, καὶ μόλις ἐπὶ τὸν χάρακα ἐπανήκειν῾ Ρωμαίοις οἱ βάρβαροι συνεχώρησαν. ἐν τούτοις ὁ πόλεμος ἐπεπέραστο, καὶ μετοπώρου παρενέκυπτεν ὥρα. 1. 10. 1῾ Ο δ' αὐτοκράτωρ τὸν πατέρα τὸν Παῦλον ἐπὶ τὴν αὐλὴν τὴν βασίλειον λαμπρῶς καὶ περιφανῶς εἰσεδέξατο ἔναγχος ἐπὶ τὸ Κωνσταντίνου ἄστυ γενόμενον, καὶ νυμφίος 1. 10. 2 τῇ ὑστεραίᾳ ὁ βασιλεὺς πομπεύεται. τὸν γὰρ᾿ Ιωάννην, τὸν τῶν ἱεραρχικῶν ἐξηγούμενον θρόνων, ἐς τὸ ἀνάκτορον εἰσκαλεσάμενος ἐν τῷ μεγάλῳ θαλάμῳ τῷ πρὸς τῇ μεγίστῃ τῶν βασιλέων αὐλῇ (Αὐγουσταῖος δ' ἄρα οὗτος κατονομάζεται) ἠξίου τῆς ἐκ τοῦ κρείττονος τυχεῖν συναινέσεως διὰ τῆς πρὸς τὸ θεῖον τοῦ ἱερέως ἐντεύξεως, ὅπως αἴσια τῷ βασιλεῖ τὰ 1. 10. 3 τοῦ γάμου συμβαίη ἐπίχειρα. ὁ δ' ἱερεὺς τὸ βασιλικὸν ἐθεράπευσε βούλημα τῇ περὶ τὸ θεῖον ἱκετείᾳ, καὶ τῶν χειρῶν τῶν βασιλέων ἑλόμενος συνῆπτεν ἀλλήλαις εὐκτοῖς τε προσφθέγμασι τὸν τοῦ αὐτοκράτορος κατηυφήμησε γάμον· ναὶ δῆτα καὶ ταῖς κορυφαῖς τῶν βασιλέων τοὺς στεφάνους καθίδρυσε τῶν τε θεανδρικῶν μυστηρίων μετέδωκεν, ὡς σύνηθες τοῖς θρησκεύουσι τὴν παναγῆ ταύτην καὶ ἀκίβδηλον πίστιν. 1. 10. 4 εἶτα μετ' ἐκεῖνο εἰσέφρησαν ἐπὶ τὴν βασίλειον παστάδα οἱ ταῖς κορυφαῖς τῶν ἀξιωμάτων περιλαμπόμενοι, οὓς καὶ γονεῖς ἀποκαλεῖν βασιλεὺς οὐκ ἀπηξίωσεν ἀντὶ σπορᾶς ὥσπερ. 5 βαλομένους τὴν εὔνοιαν. οὗτοι προπομποὶ τοῦ βασιλέως γενόμενοι ἐν τοῖς προπυλαίοις τῶν βασιλέων ἐλιπάρουν ταῖς εὐφημίαις τὸν νυμφίον τὸν Καίσαρα ἐπὶ θρόνου καθίσαντα ἐπιφαίνεσθαι τοῖς στρατεύμασι καὶ γαμήλια δῶρα τοῖς. 6 κόοις χαρίζεσθαι. ἡ δὲ παστὰς ἡ βασίλειος μεγαλουργῶς ἐκεκόσμητο ἐν τῷ περιβόλῳ τῶν πρώτων μεγάλων τῶν βασιλέων σηκῶν χρυσῷ καὶ λίθοις ἀγερώχοις κατάκοσμος· ναὶ μὴν καὶ ἁλουργοῖς ἱματίοις βαφῆς δευσοποιοῦ Τυρίας. 7 τιμίου περιπόρφυρος ἦν. ἡ δὲ Τιβερίου παῖς ἡ παρθένος ἡ νύμφη προηγεῖτο τοῦ βασιλέως ἐπὶ τὸν γαμήλιον θρόνον ὡς ἐν παραβύστῳ ὅσον οὔπω ὀψομένη τοῖς δήμοις, τῶν λεπτῶν ὑφασμάτων ἀθρόον διασταλέντων ὡς ἐν συνθήματι. παραυτίκα δ' ὁ βασιλεὺς ἐπὶ τὸν παστὸν παραγίνεται ὑπὸ 1. 10. 8 πολλῶν λευχειμόνων ἀνδρῶν περιφανῶς προπεμπόμενος. καὶ οὖν ἄνεισιν ἐν τοῖς ὑψηλοῖς προπετάσμασι πομπεῦσαί τε ἅμα τοῖς θεαταῖς τὴν βασίλειαν καὶ περιπτύξασθαι. παρῆν δ' ὁ τοῦ βασιλέως νυμφευτής· εὐνοῦχος δ' ἄρα ἦν οὗτος τοῦ αὐτοκράτορος, Μαργαρίτης ὄνομα αὐτῷ, ἀνὴρ περίβλεπτος 1. 10. ἐν τῇ ἑστίᾳ τοῦ βασιλέως. ἡ δὲ βασίλεια ἐξανέστη τοῦ θρόνου τὸν γαμέτην τὸν βασιλέα γεραίρουσα, ἀνέκραγόν τε οἱ δῆμοι ὑμέναιον. ὁ δὲ νυμφαγωγὸς κύλικι τοὺς νυμφίους ὁρώντων τῶν δήμων ἐφιλοφρονήσατο. οὐ θέμις γὰρ ἦν ἐπιθέσθαι στεφάνους· οὐ γὰρ ἰδιῶται ἐτύγχανον ὄντες οἱ νυμφευόμενοι· 1. 10. 10 ἤδη γὰρ τοῦτο τῷ βασιλικῷ ἀξιώματι προκατείληπτο. ταῦτα μὲν δῆτα τῇ προτεραίᾳ. ἡ δὲ πόλις ἐπανηγύριζεν ἐν ἡμέραις ἑπτὰ ἀργυρέοις τε ἐστεφάνωτο σκεύεσιν· κοῖλαί τε γὰρ πίνακες καὶ λεκανίδες καὶ κυλίχναι καὶ τρύβλια μαγίδες τε καὶ κανᾶ, πλοῦτος῾ Ρωμαϊκὸς διεκέχυτο, τρυφή τε χρυσέου κόσμου, τὰ οἴκοι μυστήρια, θέατρον ἦν τοῦ βουλομένου 1. 10. 11 παντὸς ἑστιᾶσαι τὰς ὄψεις, αὐλοί τε καὶ σύριγγες καὶ κιθάραι περιελάλουν ἀνειμένον ὁμοῦ καὶ ἐπαγωγόν, πολλοί τε τῶν θαυματοποιῶν πανημέριοι τὰς σφῶν αὐτῶν εὐτραπελίας τοῖς 1. 10. 12 φιλοθεάμοσιν ἐθριάμβευον, οἵ τε ἐπὶ σκηνῆς λοιδορούμενοι οἷς ἂν ἐθέλοιεν μετὰ μεγίστης ἁμίλλης τὰς γελωτοποιοὺς δραματουργίας οἷα περὶ σπουδαίου τινὸς τοῦ πράγματος ἐπεδείκνυντο, ἱππικοί τε ἐτελοῦντο ἀγῶνες, καὶ ὁ βασιλεὺς εἱστία τοὺς ἐν τέλει ἐν τῇ τῶν βασιλέων οἰκίᾳ. καὶ οὕτως ὁ περίδοξος ἐκεῖνος κατεπέπαυτο γάμος. 1. 11. 1᾿ Επεὶ δὲ τὸν ἱστορίαν ἀναγραφόμενον τὰς ἐπισήμους τῶν πράξεων παντί που προῦπτον ἐς μέσον προτίθεσθαι, ἄγε δή, φέρε καὶ τὰς δυσχερεστέρας τύχας τοῖς φαιδροτέροις ἐμμίξωμεν. ἦρος ἀρχομένου ἐν τῷ λεγομένῳ Φόρῳ (περίλαμπρος δ' οὗτος χῶρος τῆς πόλεως) φλόγες μαινόλεις πυρὸς ἐνεπίμπρων τὴν ὥραν τοῦ ἄστεος, καὶ θεραπεύειν τοῦ παμφάγου 1. 11. 2 πυρὸς οὐχ οἷόν τε ἦν τὸν θυμόν. ὅμως ὑπομαλάττουσι τὸ πῦρ οἱ τῆς πόλεως ῥείθροις χρυσοῖς ὥσπερ ὑπονικήσαντες αὐτοῦ τὸ ἀμείλικτον· μεγάλη γὰρ ἐτύγχανεν οὖσα ἡ ῥύμη τοῦ πνεύματος, ὡς μικροῦ δεῖν τῆς αἰθάλης μεταλήψεσθαι ἅπαν τὸ πόλισμα. 1. 11. 3 Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν Παυλῖνός τις, ἀνὴρ τῶν οὐκ ἀσήμων τῆς πόλεως, πλείστης παιδείας μετειληφώς, ἐπὶ τὸ τῶν γοήτων βάραθρον τὴν ψυχὴν κατωθήσας κατάφωρος γίνεται. ὁ δὲ τῆς ἐλέγξεως τρόπος τῶν παραδοξολογουμένων λόγων καθέστηκεν ἴδιος. λέξω δὲ τοῦτον πάνυ καθεστηκότα 1. 11. 4 θαύματος ἄξιον. ἀργύρεος λεκανίς τις ὑπῆρχε τῷ γόητι, δι' ἧς τὰς τῶν αἱμάτων χύσεις συνήθροιζεν, ὁπόταν ταῖς ἀποστατικαῖς προσωμίλει δυνάμεσιν. ταύτην τὴν λεκανίδα. 5 πωλεῖ ἄργυρον ἐμπορευομένοις ἀνδράσιν. οἱ μὲν οὖν ἔμποροι τὰς τῆς λεκανίδος τιμὰς ἀποδόμενοι τῷ Παυλίνῳ μετεκχωρεῖν ἐνεχείρουν τὸ σκεῦος καὶ πρὸ τῶν θυρῶν τοῦ ἑαυτῶν οἰκίσκου ταύτην προετίθεσαν ἐξουσίαν διδόντες ὠνήσασθαι τῷ. 6 μένῳ παντί. ἐδέησε τοίνυν τὸν ἐπισκοποῦντα τὴν πόλιν῾ Ηράκλειαν, ἣν Πείρινθον οἱ πάλαι ποτὲ κατωνόμαζον, κατ' ἐκεῖνο καιροῦ ἐς Βυζάντιον διατρίβειν καὶ θεάσασθαι πρὸς ἐκποίησιν ἠρτημένην τὴν λεκανίδα τοῦ γόητος. ταύτην ὠνεῖται περιχαρῶς καὶ ἀπεκδημήσας τοῦ ἄστεος πρὸς τὸν ἑαυτοῦ 1. 11. 7 θρόνον ἐπάνεισιν. ἐπεὶ δὲ τὰ θεότευκτα μύρα Γλυκερίας τῆς μάρτυρος χαλκῆ τις λεκανὶς ὑπεδέχετο, αἰδοῖ τοῦ σεβάσματος ὁ ἱερεὺς ὑπαλλάττει τὰ σκεύη, καὶ τὴν μὲν χαλκῆν ἀφαιρεῖται τῆς ἱερωτάτης ἐκείνης λατρείας, τὴν δὲ ἀργυρᾶν 1. 11. 8 δεξαμενὴν προεστήσατο τῶν θεορρύτων μύρων. ἐντεῦθεν ὁ ποταμὸς ἀποπαύεται τῶν θαυμάτων, καὶ ἡ τῆς χάριτος πηγὴ κατακρύπτεται. οὐ στηλιτεύει τὰς δυνάμεις ἡ μάρτυς, συστέλλει τὸ χάρισμα, ἀφαιρεῖται τὸ δώρημα, καὶ νομοθετεῖ διὰ τὸ μύσος μὴ πηγάζειν τὸ μύρον· τῷ ὄντι γὰρ τὸ καθαρὸν τοῦ μὴ καθαροῦ οὐ θέμις ἐφάψασθαι, ἵνα καί τι τῆς 1. 11. θύραθεν παιδείας προσφόρως ἐνείρω τοῖς διηγήμασιν. τούτου δῆτα ἐπὶ συχνὰς γενομένου ἡμέρας, καὶ τῆς συμφορᾶς ἐπιφανοῦς γενομένης τῇ πόλει, πρὸς πένθος ὁ ἱερεὺς ἐτέτραπτο· ὀδύρεται τὸ πραττόμενον, θρηνεῖ τῶν θαυμάτων τὴν ἐγκοπήν, ἀνακαλεῖται τὸ χάρισμα, τὴν ζημίαν οὐ φέρει, τὴν αἰτίαν ἐπιζητεῖ, τὴν αἰσχύνην οὐ καρτερεῖ, καὶ ἦν αὐτῷ ὁ βίος 1. 11. 10 ἀβίωτος, χηρευούσης τῆς ἐκκλησίας τοῦ θαύματος. διά τοι τοῦτο νηστεῖαι καὶ προσευχαὶ καταβάλλονται, στρατεύονται δάκρυα, συμμαχοῦσιν οἱ στεναγμοί, παννύχιοι δεήσεις ὁπλίζονται, καὶ πάντα συνέρχονται ὁπόσα δύνανται λύπην θεοῦ 1. 11. 11 μεταβάλλειν πρὸς τὸν ἔλεον. τοῦ τοίνυν θεοῦ καὶ τὸ μύσος ἀποστραφέντος καλῶς καὶ τὴν ἄγνοιαν δικαίως οἰκτείραντος, γίνεται κατ' ὄναρ τῷ ἐπισκοποῦντι τὴν πόλιν κατάδηλα τὰ 1. 11. 12 περὶ τὴν λεκάνην βδελύγματα. ὁ μὲν οὖν ἱερεὺς ὑπεξάγει παραχρῆμα τοῦ ἱεροῦ τὴν ὠνηθεῖσαν λεκάνην καὶ ἐν μέσῳ τὴν χαλκῆν ἐνεγκάμενος προτίθησι τῷ σεβάσματι ὡς ἁγνὴν καὶ πρεσβύτιδα λάτριν, οἷα παρθένον τινὰ καὶ ἄχραντον 1. 11. 13 βδελυρᾶς γοητείας. καὶ δῆτα παραυτίκα ἐπιφαίνονται αὖθις τὰ θαύματα, καὶ κατομβρίζεται μύρον. βλύζει τὸ χάρισμα, πηγάζει τὸ δώρημα, τὸ δάκρυον στέλλεται, τὸ πένθος ἐγκόπτεται, τὸ σκυθρωπὸν διαλύεται, τὸ βδέλυγμα στηλιτεύεται, καὶ πάλιν ἡ πόλις τὴν ἑαυτῆς περιβάλλεται δόξαν· ἕτοιμος 1. 11. 14 γὰρ οἰκτειρῆσαι θεὸς εὐσεβῶς πρεσβευόμενος. ὁ μὲν οὖν ἱερεὺς ἐπὶ τὸ βασίλειον γενόμενος πόλισμα, τίς τε ὁ πεπρακὼς τὴν λεκανίδα ὑπὸ τῶν ἐμπορευσαμένων μεμαθηκώς, ἐπὶ τὸν ἱεράρχην ἀφικόμενος᾿ Ιωάννην πάντα τὰ συγκυρήσαντα 1. 11. 15 ἀνατίθεται. ὁ μὲν οὖν᾿ Ιωάννης δεινοπαθήσας ἐπὶ τοῖς διηγήμασι καὶ φέρειν οὐκ ἔχων τὴν ἀκοὴν ἀθρόον φοιτᾷ πρὸς τὰ βασίλεια τῷ τε αὐτοκράτορι τῶν ἱστορηθέντων 1. 11. 16 αὐτῷ μετεδίδου τοὺς λόγους. ὁ μὲν οὖν Μαυρίκιος νωθρότερόν πως πρὸς τὸν φόνον τῶν ἠτυχηκότων ἑώρα· ἠξίου γὰρ μεταμέλῳ μᾶλλον ἢ ζημίᾳ τοὺς παραπεπτωκότας ἰάσασθαι. 1. 11. 17 ὁ δὲ ἱεράρχης ἐκραταίου τὴν ἔνστασιν ἀποστολικώτερον ἐπειγόμενος πυρὶ τοὺς ἀφεστηκότας τῆς πίστεως παραδίδοσθαι, ἐπὶ στόματος τὰ τοῦ Παύλου προφερόμενος ῥήματα, φάσκων 1. 11. 18 ἐπὶ λέξεως οὕτως·" ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν 1. 11. 1 τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ θεοῦ· ἐκφέρουσα δ' ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν." 1. 11. γίνεται τοίνυν τὸ βασιλικὸν ἀδρανέστερον βούλημα, καὶ κρατεῖ ὁ᾿ Ιωάννης τοῖς λόγοις, καὶ τῇ ὑστεραίᾳ δικαστήριον συγκροτεῖται, καὶ οἱ γόητες ἀνετάζονται καὶ καταδίκῃ. 21 πλακέντες ἀφύκτῳ πρὸς κόλασιν ἐξεδίδοντο. ὁ μὲν οὖν Παυλῖνος ἀνασκολοπίζεται ξύλῳ στερρῷ τὴν πρὸς τὸ ἄναντες κεχηνότι ἀκρώρειαν, ἐνέρσει τε τούτου ἅμα τῷ φάρυγγι τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους ἀπαγχονιζόμενος ἀπεπνίγετο, οὕτω τε τὸν ἀσεβῆ κατεστρέψατο βίον, προτεθεαμένος τὴν ἀποτομὴν τοῦ παιδός· ἦν γὰρ μεταδοὺς τῷ υἱῷ τῆς βδελυρᾶς καὶ ἀνοσίας τῶν γοήτων μαγγανείας. 1. 12. 1῾ Ο δὲ τῆς Μηδικῆς σατράπης δυνάμεως τὸ᾿ Αφούμων περικαθήμενος φρούριον ἐπειρᾶτο ἑλεῖν. ὁ δὲ τοῦ῾ Ρωμαϊκοῦ ταξίαρχος τοῦτο πυθόμενος ἧκε πλησίον τοῦ Νυμφίου καὶ 1. 12. 2 τὸ῎ Ακβας ἐνεχείρει αἱρήσειν. δύσληπτον δὲ τουτὶ τὸ ὀχύρωμα καὶ πρὸς πολιορκίαν ἀκαταγώνιστον. ἐπικάθηται δὲ τὸ φρούριον ἐπ' ὄρους αὐχένα, ἀμφοῖν δὲ ταῖς λαγόσιν ἐστὶν ἀμφίκρημνον, τό τε οὔραιον τούτου μεγάλαις κοιλαίνεται φάραγξιν, ὡς μίαν εἶναι λοιπὸν συμβαίνειν τὴν ἐπὶ μέτωπον 1. 12. 3 εἴσοδον τειχιζομένην στεγανῶν λίθων συνθήκαις. ἐπεὶ δὲ τοῖς ἐν τῷ φρουρίῳ ὁ στρατηγὸς ἐπετίθετο, ἐπὶ τὴν στεφάνην τοῦ ἕρκους φρυκτωρίας ἐξῆψαν οἱ πολιορκούμενοι, ὁπόσος παραδηλοῦντες ὁ κίνδυνος τοῖς ἀμφὶ τὸν Καρδαριγὰν γλιχομένοις παραστήσασθαι τὸ᾿ Αφούμων· τοιαύτας γὰρ τοῖς τοῦ 1. 12. 4῎ Ακβας συνθήκας ὁ τῶν Περσῶν κατεβάλετο στρατηγός. τὸ δὲ Περσικὸν ἀναλαμπούσης ἡμέρας ὑπὸ πρώτην ἕω συντεταγμένον τοῖς῾ Ρωμαίοις ἐφίστατο, τῶν τε ἵππων ἀποβάντες τῆς μάχης ἀπήρχοντο, καὶ τῷ συνεχεῖ τῆς βολῆς οἱ βάρβαροι 1. 12. 5῾ Ρωμαίων ἐκράτησαν. συνέχεαν γὰρ τὰς ὄψεις τῶν ἀντιπάλων ταῖς ἐκπομπαῖς τῶν βελῶν· τοξοφόρον γὰρ τὸ ἔθνος, 1. 12. 6 καὶ δύναμις αὐτῷ τὸ κατάπτερον τοῦτο ἀκόντιον. τῶν δὲ῾ Ρωμαίων συγκεκλεισμένων ἔν τινι χώρῳ τοῦ ὄρους καὶ παραθλιβομένων, ὥσπερ ὑποπιεζούσης αὐτοὺς τῆς ἐπιθέσεως, πολλοὶ τῶν μαχίμων ἀφήλαντο ἀπὸ τοῦ κρημνοῦ τοῦ ἀποβλέποντος εἰς τὸν ποταμὸν τὸν Νύμφιον· οὐ γὰρ ἀνεφίκτῳ βάθει ἀπῃώρητο ἡ κατάδυσις. ἔνιοι δ' ἥλωσαν ὑπὸ τῶν 1. 12. 7 βαρβάρων. οἱ δὲ διὰ τῆς ὑπωρείας τοῦ ὄρους τὴν κάθοδον ποιησάμενοι ἀποδράντες τὸν κίνδυνον οὐ κατ' ἐλπίδας ἐσώζοντο καὶ διαπεραιωθέντες τὸν Νύμφιον ποταμὸν εἰς τὸ῾ Ρωμαϊκὸν στρατοπεδεύουσι σύνταγμα. 1. 12. 8 Τοῦ δὲ διεληλυθότος ἐνιαυτοῦ ἦρος ἀκμάζοντος καὶ κατακομῶντος τὴν γῆν, ἐν τῇ ἐγκυκλίῳ τῶν ἐγκαινίων ἡμέρᾳ τῆς πόλεως (πρῶτον δὲ τοῦτο ἔτος τῆς βασιλείας τοῦ αὐτοκράτορος) πάθος γῆς ἀνεφοίτησε καὶ μέγιστος σεισμὸς ἐνεδήμησεν, οἷα τῆς γῆς παρασκιρτώσης ἐκ πυθμένων αὐτῶν. 1. 12. τὸν δὲ λόγον οὐ δίειμι· τῷ γὰρ Σταγειρίτῃ οὐκ ὀλίγα ἄττα περὶ τούτου πεφιλοσόφηται, καὶ εἴ τῳ λέγων πιθανὸς φανεῖται, ἐπαινείσθω τῆς εὐφυΐας, εἰ δὲ μή, τῷ γε πατρὶ ἀποπεμπέτω 1. 12. 10 περιθάλπειν τὸ δόγμα. τοιγαροῦν ἡμέρας κλινούσης ἐδινεῖτο τὸ κέντρον, καὶ ὁ φόβος ἐξαίσιος ἦν, ὡς καὶ τοὺς ἱππομανοῦντας ὑπὸ τοῦ δέους ἀθρόον μεταβάλλεσθαι πρὸς τὸ σῶφρον, δίκην παίδων ἐν παιδιᾷ κύβων ἀφικομένου. 11 πιναίως τοῦ παιδοτρίβου, τό τε παραπέτασμα τὸ πρὸ τοῦ γυμνασίου τῶν ἱππικῶν ἀγωνισμάτων, ὃ δὴ σύνθημα τῆς ἱλαρίας ἐτύγχανεν ὄν, περιαιρεῖται διὰ τὸν ἀδόκητον κίνδυνον, ἅπαντάς τε συνέβαινε πρὸς τοὺς ἱεροὺς σηκοὺς ἐντεμενίζεσθαι ὀρρωδοῦντας τὸν θάνατον. 1. 12. 12 Δεύτερον ἔτος τοῦτο τῆς Μαυρικίου ἡγεμονίας, καὶ ὁ αὐτοκράτωρ χειμῶνος ὥρᾳ ὕπατος ἀναγορεύεται. καὶ περιβὰς τὸν βασίλειον δίφρον ἐπιφανέστατος ἦν. ἦγον δὲ τὸν βασιλέα οὐχ ἵπποι, οὐχ ἡμίονες, οὐκ ἐλέφαντες· ἄνθρωποι δ' ἄρα, 1. 12. 13 τὸ τιμιώτατον χρῆμα καὶ ὄνομα. ἐπεὶ δὲ ἐπέβη τοῦ δίφρου, κοινωνὸν τῶν ἑαυτοῦ θησαυρῶν τὸ ὑπήκοον ἐποιήσατο. οἱ δὲ τοῦ ἄστεος τῆς βασιλικῆς εὐδαιμονίας μετειληφότες κατεκελάδουν ὕμνοις τὸν Καίσαρα, χρυσῆς ἑορτῆς οἷα καταλαμπούσης καὶ περιγανούσης αὐτούς. 1. 13. 1 Τῷ δ' ἐνισταμένῳ τούτῳ ἐνιαυτῷ ὁ μὲν᾿ Ιωάννης τὰς ἡνίας τῆς στρατηγίας ἀφῄρητο, οἷα τοῦ Περσικοῦ ἀνανταγωνίστου καθεστῶτος καὶ τὴν κρείττονα κατὰ τὸν 1. 13. 2 πόλεμον κληρωσαμένου ῥοπήν· Φιλιππικὸς δὲ ἀντανίστατο καὶ στρατηγὸς ἀναγορεύεται ὑπὸ τοῦ αὐτοκράτορος, ἀνὴρ ἐπιδέξιος καὶ βασιλικῆς συγγενείας ἐγγύτατος· γαμέτης γὰρ 1. 13. 3 ἐτύγχανεν ὢν Γορδίας, ἀδελφῆς τοῦ αὐτοκράτορος. ὁ μὲν 1. 13. 3 οὖν στρατηγὸς μετὰ τὴν χειροτονίαν ἐπὶ τὸ Μονοκάρτων γενόμενος τοῦ᾿ Αϊσουμᾶ ὄρους πλησίον οὕτω λεγομένου χάρακα διεγράψατο, καὶ ἄνδρας ἐπὶ στρατείαν ἐνήθροιζεν, μετοπώρου 1. 13. 4 τε ἀρχομένου παρὰ τὸν Τίγριν αὐλίζεται· καὶ πλείστοις χρησάμενος χάραξιν ἧκεν εἰς χῶρον Καρχαρωμᾶν ὀνομαζόμενον κἀκεῖ πως ἐνδιατρίψας ἐπύθετο Καρδαριγὰν τοῦ ὄρους τοῦ᾿ Ιζαλὰ ἐπιβήσεσθαι μέλλειν διὰ τῶν ἐχυρωμάτων τῶν 1. 13. 5 Μαϊακαριρί. διά τοι τοῦτο ἀπῆρε τῶν ἐντεῦθεν ὁ στρατηγὸς καὶ πεδίῳ προσωμίλησε γειτνιῶντι τῇ Νισίβει, καὶ στρατοπεδεύσας ἐν τοῖς ὑψηλοῖς ἀθρόως κατῆρε τῆς Περσίδος καὶ 1. 13. 6 πλείστης λείας ἐκράτησεν. οὐ μετὰ πολὺ δὲ γηπόνος ἀνὴρ τὴν῾ Ρωμαϊκὴν ἔφοδον τῷ Καρδαριγὰν ὑπεδήλωσεν· ἃ δ' εἶπεν, ἐκεῖνά ἐστιν, αὐτὸν μὲν ἀλᾶσθαι τοῖς ὄρεσιν αὐταῖς ἐλπίσι φερόμενον, τὸ δὲ῾ Ρωμαϊκὸν τὴν Μηδικὴν διατέμνεσθαι 1. 13. 7 χώραν. εἰς τοὐπίσω τοίνυν τοῦ Καρδαριγὰν γενομένου καί πως ἐνέδραν ἐγκαθίσαι τῷ῾ Ρωμαϊκῷ πειρωμένου, ὁ στρατηγὸς τὰς δυνάμεις συνέλεξε καὶ πρὸς τὸ ὄρος τὸ᾿ Ιζαλὰ στρατοπεδεύεται, ἅτε δὴ τῶν τόπων ἀσυλίαν παρεχομένων τοῖς ἐπιβαίνουσιν, τήν τε λείαν ἐπεφέρετο προμηθεστάτῃ φρουρᾷ. 1. 13. 8 μετὰ τοῦτο ἦλθεν ἐπὶ τὸν Νύμφιον ποταμὸν οὐκ ἄδοξα τὰ προαύλια τῆς ἡγεμονίας ἀπενεγκάμενος. πάλιν δ' αὖ Φιλιππικὸς προσβάλλειν τῇ Μηδικῇ χώρᾳ ἐθάρρησε καὶ τὰ ὑπὸ τὸ Βεαρβαὲς διατέμνεται· τὸ δὲ Περσικόν, ἐπεὶ τούτων ἀκήκοεν, ἐπιτείνει τὴν ἵππον. τούτῳ τοι καὶ διόλωλε τῆς 1. 13. ἵππου πλείστη ἀπόμοιρα. τοὺς δὲ῾ Ρωμαίους λόγος τῆς ἀφίξεως τῶν βαρβάρων τὴν συντονίαν θαυμάσαντας τῆς Μηδικῆς χώρας ὑπεξελθεῖν, δίχα τοῦ παντὸς διαιρεθέντος 1. 13. 10 συντάγματος. καὶ οἱ μὲν ἀμφὶ τὸν στρατηγὸν ἧκον ἐπὶ τὸ Σισαρβάνων, εἶτα ἐπὶ τὸ τοῦ῾ Ράβδιος· ὁ δ' ἅτερος ἀποδασμὸς ἀποπλανηθεὶς τὴν ἐπὶ Θεοδοσιούπολιν ὁδὸν ἄλλως ἐπονεῖτο. ἡ δὲ γῆ ἐκείνη, ἀκοῇ ἴσμεν, ἄνυδρός τε καὶ κάταυχμος 1. 13. 11 ἄχρι τοῦ᾿ Αβόρα ποταμοῦ λεγομένου. συμπίπτει γοῦν τοῖς῾ Ρωμαίοις ἀπαρηγόρητος κίνδυνος· χηρεύουσι γὰρ ὑδάτων ἐς τὸ καρτερόν, οὗ τί ἂν γένοιτο στρατιᾷ χαλεπώτερον; καὶ μέντοι ὠμοτάτην κατὰ τῶν αἰχμαλώτων ἀποσχεδιάζουσι 1. 13. 12 ψῆφον, καὶ πάντας ἀνεῖλον ἄρρενάς τε καὶ θηλείας· τοὺς δὲ παῖδας διέσωζον τὸ ἄωρον τῆς ἡλικίας οἰκτείροντες. ὅμως μετ' οὐ πολὺ κἀκείνους ἡ τῶν ὑδάτων διεχρήσατο σπάνις.῾ Ρωμαῖοι δὲ μεγάλοις περιπεπτωκότες κακοῖς τῆς Θεοδοσιουπόλεως ἐπιβαίνουσιν. 1. 14. 1῾ Ο δὲ Φιλιππικὸς μεγαλοφρόνως εἰς τὸν ἐπιόντα ἐνιαυτὸν τῇ᾿ Αρζανηνῇ χώρᾳ τὸ δόρυ ἐμπέπηχε καὶ λαμπρὰν 1. 14. 2 καὶ ἀξιολογωτάτην λείαν ἐζώγρησεν. φήμη δέ τις διέρρει ὡς ὁ στρατηγὸς φιλομαθέστατος ὢν καὶ πολεμικὰς ἐπιστήμας ἐκ τῶν πάλαι σοφῶν ἀρυσάμενος ἐκ τῆς Σκιπίωνος τοῦ ἡγεμονικωτάτου ἀγχινοίας τὴν ἐντρέχειαν ταύτην τῆς σοφῆς 1. 14. 3 στρατηγίας περιεβάλετο. ὡς γὰρ οἱ τὰς ἱστορίας καθάπερ ἀγάλματα θεῖά τινα τῷ τεμένει τῆς μνήμης γραφῇ καθιδρύσαντες διελέχθησαν, τοῦ᾿ Αννίβαλ τοῦ Καρχηδονίων στρατηγοῦ τὴν ἀνὰ τὴν Εὐρώπην῾ Ρωμαίων διατέμνοντος γῆν, Σκιπίων ὁ πρεσβύτερος τὸν οἴκοι πόλεμον τῇ ἀναβολῇ ἀναθεὶς τῇ Καρχηδονίων χώρᾳ προσπλέκεται καὶ ἐς μέγα κακοῦ ἐλήλακε 1. 14. 4 τὸ πολέμιον. τὸν δ'᾿ Αννίβαλ τὰς Καρχηδονίων τύχας ἀκηκοότα ἐς τὴν ἑαυτοῦ ἐπαναζεῦξαι τὰς μεταβολὰς τῶν πραγμάτων ἐκ τῶν εἰς αὐτὸν συμβεβηκότων δεινῶν παιδευόμενον. καὶ οὗτος ἐδόκει ὁ πρὸς Φιλιππικὸν εἶναι λόγος παράλληλος. οὐκ ἄπο δὲ σκοποῦ γέγονεν αὐτῷ ἡ βουλή. 1. 14. 5 ἔτυχε δὲ τὸν στρατηγὸν κάμνειν τὸ σῶμα μεγίστου νοσήματος αὐτῷ ἐνσκήψαντος. διὸ ἐπὶ τὴν Μαρτυρόπολιν ἀφικνεῖται ἐπιτρέψας τὸ στράτευμα Στεφάνῳ τῷ ταγματάρχῃ, (ὑπασπιστὴς δ' οὗτος ἐγεγόνει Τιβερίου τοῦ αὐτοκράτορος), τόν τε᾿ Αψὶχ τὸν Οὖννον τῶν ὅλων ὑποστράτηγον ἐχειροτόνησε τάξεων. 1. 14. 6 οὕτω μὲν οὖν ὁ στρατηγὸς ὑπὸ τῆς νόσου ἀπόμαχος ἦν, ὁ δὲ Καρδαριγὰν τὴν ὅλην ἀναλαβόμενος δύναμιν τῇ ἔναγχος Τιβερίου πόλει προσαγορευθείσῃ προσέβαλλεν, ἥτις Μονοκάρτων πάλαι ὠνόμαστο. ταύτης ὁ στρατηγὸς τῷ παρῳχηκότι ἐνιαυτῷ γεγηρακότα τὰ τείχη ἀνέρρωσε καὶ προμηθείᾳ τοῦ 1. 14. 7 μέλλοντος ὠχυρώσατο. ἐπιστὰς δὲ τῷ πολίσματι ὁ Περσῶν στρατηγὸς οὐχ οἷός τε ἦν παραστήσασθαι τοῦτο. τοιγάρτοι εἰσήρρησεν ἐπὶ τὰ προάστεια τῆς Μαρτυροπόλεως καὶ τὸν᾿ Ιωάννου τοῦ προφήτου κατενεπίμπρα νεών, ὡς ἀπὸ σημείων δυοκαίδεκα ὄντα τῆς πόλεως κατὰ τὸν ἑσπέριον κρόταφον. 1. 14. 8 ἔνθα δὴ καὶ φροντιστήριον ἐτύγχανεν ὂν ἀνδρῶν φιλοσόφων τὸν βίον. μοναχοὶ δὲ ἄρα οὗτοι κατονομάζονται, οἷς ἔργον προεκδημῆσαι τοῦ σώματος καὶ ζῶντας τεθνάναι καὶ σώφρονι μανίᾳ τινὶ μεταφοιτᾶν πρὸς τὰ κρείττονα. ἀνέστησε δὲ καὶ 1. 14. τοῦτο ἐκ βάθρων ὁ βάρβαρος. τῇ δ' ἐπιούσῃ ἄρας ἐντεῦθεν ἐπὶ τὸ Ζόρβανδον χωρίον ἐφοίτησε καὶ τοῖς ἀμφ' αὐτὸν διετάξατο μηδαμῶς που τοῦ χάρακος ἀπολείπεσθαι· ὀγδόῃ 1. 14. 10 δ' ἡμέρᾳ ἐς τὰ οἴκοι κατῆρεν. ἐδόκει δέ που καὶ αὐτὸς λῃστρικώτερον τῶν῾ Ρωμαϊκῶν ἐπιβήσεσθαι καὶ τὴν αὐτὴν῾ Ρωμαίοις ἀπενέγκασθαι δόξαν. ὁ δὲ στρατηγὸς τῆς νόσου ἀπήλλακτο καὶ τὸν χάρακα διελύσατο (χειμῶνος γὰρ ὥρα ἤδη που παρεφαίνετο) καὶ τὸν βασιλέα ἀσπασόμενος ἐς Βυζάντιον ἧκεν. 1. 15. 1῏ Ηρος δὲ παρανίσχοντος, καὶ ἀλέας ἐπιφοιτώσης τῇ γῇ, Φιλιππικὸς τῆς βασιλίδος ἐξεδήμησε πόλεως. ἐπεὶ δὲ τῆς᾿ Αμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ῾ Ρωμαίοις χρήμασι τὰς σπονδὰς σφετερίζεσθαι Μεβόδην τὸν σατράπην ὡς τὸν 1. 15. 2 στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβόδης ὁ Πέρσης παρὰ τοὺς῾ Ρωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον. ὁπηνίκα δ' ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο. 1. 15. 3"῎ Ανδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν.) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρακότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ 1. 15. 4 ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς 1. 15. 5 καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐπιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος, ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν 1. 15. 6 ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀΐδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν 1. 15. 7 ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐπ' ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ 1. 15. 8 ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ῾ Ρωμαῖοι, πάλαι τὴν παρρησίαν τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν 1. 15. ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα 1. 15. ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ῾ Ρωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι῾ Ρωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. 1. 15. 10 οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι῾ Ρωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος." 1. 15. 11῎ Ετι τοίνυν παρατείνοντος τοῦ λόγου, τοῦ πρέσβεως῾ Ρωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρβάρου [τοῦ Πέρσου]· ἐδόκουν γὰρ καὶ῾ Ρωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς τὸν Καρδαριγὰν ἐφενάκισαν. 1. 15. 12 ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβόδῃ ῥήματα ἐς μέσον 1. 15. 13 τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι' ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. βασιλεὺς δὲ τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας βασιλικοῖς παραυτίκα ἀνεῖλε προστάγμασιν, τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας 1. 15. 14῾ Ρωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτους περιπτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν 1. 15. 15 στρατοπεδεύεται. οὕτω μὲν οὖν ἐσφρίγα ὁ πόλεμος. ὁ δὲ στρατίαρχος συναγείρας τὸ ὁπλιτικὸν ἐπυνθάνετο, εἰ τὰς ψυχὰς ἀρρενικῷ τινι ἔρωτι ἐπιτεθειασμένας ἐπιφέρονται πρὸς παράταξιν. ἐπεὶ δὲ κατένευον αἱ δυνάμεις συνθήκαις τε ὅρκων τὰς ἐλπίδας ἐχύρουν, μεταστὰς ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Βίβας παραγίνεται, ἔνθα ὁ ποταμὸς παραρρεῖ τοῦ᾿ Αρζάμων.