Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Βʹ ινδεχ. 2. 1 αʹ. Περὶ τοῦ ὄρους τοῦ᾿ Ιζαλά. βʹ. Περὶ τῆς κατὰ τὸν Καρδαρηγὰν ἀλαζονείας. γʹ. Μάχη περὶ τὸ῎ Αρζαμον῾ Ρωμαίων καὶ Περσῶν, καὶ νίκη ἐπιφανεστάτη῾ Ρωμαίων. δʹ.῞ Οπως σκυλεύουσι῾ Ρωμαῖοι τὸ βάρβαρον. εʹ. Φυγὴ τοῦ Καρδαρηγὰν ἐπὶ τὸ Δαράς, καὶ ὅπως ἀπὸ τοῦ ἄστεος οἱ Δαρηνοὶ ἀποπέμπονται τὸν Περσῶν στρατηγόν. ϛʹ. Περὶ τοῦ ἀριστεύσαντος ἐν τῷ πολέμῳ στρατιώτου. ζʹ.᾿ Επιστρατεία῾ Ρωμαίων κατὰ τῆς᾿ Αρζανηνῆς. ηʹ. Περὶ Μαρουθᾶ καὶ᾿ Ιωβίου τῶν ἡγεμόνων τῆς᾿ Αρζανηνῆς αὐτομολησάντων῾ Ρωμαίοις. θʹ. Περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ Καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι῾ Ρωμαίους. ιʹ.῞ Οπως ὁ῾ Ηράκλειος, ὁ῾ Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, παραδόξως ἀπὸ τῆς κατασκοπῆς διασώζεται. ιαʹ. Περὶ Ζαβέρτα τοῦ Πέρσου. ιβʹ.῞ Οπως τῆς τοῦ Χλομαρῶν πολιορκίας῾ Ρωμαῖοι ἀπέχονται. ιγʹ. Περὶ τῆς ἀθρόας φυγῆς καὶ ἀλόγου Φιλιππικοῦ, τοῦ῾ Ρωμαίων στρατηγοῦ. ιδʹ. Περὶ τῆς γενομένης ἀταξίας τοῖς῾ Ρωμαϊκοῖς ἐκστρατεύμασιν. ιεʹ. Περὶ τῆς ἐπενεχθείσης νόσου Φιλιππικῷ τῷ῾ Ρωμαίων στρατηγῷ, καὶ ὅπως ὁ῾ Ηράκλειος, ὁ῾ Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὰς φροντίδας τῆς ἡγεμονίας ἐλάμβανεν. ιϛʹ.῞ Οπως τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς῾ Ρωμαίων δυνάμεως ὑποστράτηγος. ιζʹ.῾ Ως ἔαρος ὥρᾳ προσβάλλουσι῾ Ρωμαῖοι κατὰ τῆς Περσῶν πολιτείας. ιηʹ.῾ Ως Κομεντίολος κατὰ τῆς τῶν᾿ Αβάρων στρατεύει δυνάμεως. ιθʹ. Περὶ᾿ Ασιμούθ, τοῦ ἐξάρχου τῆς πεζικῆς τῶν῾ Ρωμαίων δυνάμεως, καὶ ὡς τοῦτον οἱ῎ Αβαροι κατέσχον ζωγρήσαντες. κʹ.῞ Οπως αἱ τῶν᾿ Αβάρων δυνάμεις ἀνὰ τὴν Θρᾴκην περι- εχύθησαν. καʹ.᾿ Εκκλησία῾ Ρωμαίων, εἰ πολεμητέον, καὶ δημηγορία καὶ ἀντιδημηγορία, εἴπερ χρὴ τὸν Κομεντίολον ταῖς τῶν᾿ Αβάρων δυνάμεσιν ἐπιτίθεσθαι. κβʹ.῞ Οπως φωνὴ παραμορφωθεῖσα τῇ῾ Ρωμαίων ἐκτάξει ἀδόκιμον αὐτῇ τὴν τοῦ Χαγάνου ἐπιβολὴν ἐποιήσατο. κγʹ. Περὶ Βουσᾶ τοῦ στρατιώτου καὶ τῆς τούτου ἁλώσεως, καὶ ὅπως τοὺς βαρβάρους πολιορκητικὰ κατασκευάζεσθαι πρῶτος ἐδίδαξεν ὄργανα. κδʹ. Πολιορκία ὑπὸ τοῦ Χαγάνου Βερόης τῆς πόλεως, καὶ ἀποτυχία τῆς τοῦ βαρβάρου βουλήσεως. κεʹ. Πολιορκία τῆς Διοκλητιανουπόλεως, καὶ ὡς ἀδόκιμος ἡ ἐπιβολὴ τῷ βαρβάρῳ συνήντησεν. κϛʹ.῞ Οπως ἐλοιδοροῦντο τῷ αὐτοκράτορι οἱ Βυζάντιοι διὰ τὰ συμβάντα ὑπὸ τῶν βαρβάρων περὶ τὴν Εὐρώπην ὡς ἔπος εἰπεῖν δυστυχήματα. κζʹ. Πολιορκία τῆς᾿ Αδριανουπόλεως, καὶ ὡς ὁ Δροκτῶν τοῖς βαρβάροις συμμίξας τὸ πόλισμα διεσώσατο. κηʹ.῾ Ως ὁ῾ Ηράκλειος φρούριον Περσικὸν παραστήσασθαι ἐνεχείρει τοῖς ὅπλοις. κθʹ. Περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ τινὶ τοῦτο εἷλον῾ Ρωμαῖοι· καὶ περὶ τοῦ Σάπειρος στρατιώτου. λʹ.᾿ Ενδημία Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ. Ινδεχ
2.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Βʹ 2. 1. 1 Τῇ δ' ὑστεραίᾳ τὸν χάρακα μετέβαλλεν εἰς τὰ παρύψηλα τοῦ πεδίου κατὰ τοὺς πρόποδας τοῦ ὄρους ἐν ἀριστερᾷ τοῦ᾿ Ιζαλὰ ὄρους πεποιηκώς. τὸ δὲ ὄρος ὁ᾿ Ιζαλὰς πολυτοκώτατον· οἰνοφόρον γάρ, καὶ ἄλλα γένη μυρία καρπῶν ἐπιφέρεται. πολυανθρωπότατόν τε τὸ ὄρος, καὶ οἰκήτορες αὐτῷ ἄνδρες ἀγαθοί, ἐπίμαχόν τε τὸ ὄρος ἐς τὰ μάλιστα 2. 1. 2 καὶ ἀμφίβολον· οὐ πόρρω γὰρ ἀπῴκισται τὸ πολέμιον. τούτους τε μεθιστάναι τῆς φιλονείκου χώρας οὐκ ἂν πείσαις οὔτε ἀπειλῶν οὔτε θωπεύων, καίτοι πολλάκις τῶν ὁμόρων Περσῶν 2. 1. 3 ὑποτεμνομένων τὴν αὐτῶν γῆν καὶ ληϊζομένων. τοῦτο δὴ τὸ ὄρος ὁ᾿ Ιζαλὰς ἕτερον παραμείβεται ὄρος προσαγορευόμενον᾿ Αϊσουμᾶς. τὸ δ'᾿ Αϊσουμᾶς ὥσπερ ἀκρώρειά τίς ἐστι καὶ ἐς μέγιστον ὕψος ἐκτείνεται, καὶ ἐκ τοῦ μετεώρου δύο καθέρπουσι 2. 1. 4 πρόποδες. ἐκ δὲ τούτων ὁ᾿ Ιζαλὰς τὴν πρόοδον ἐπιφέρεται, καὶ αὐτὸς ἀπαρχόμενος κάτωθεν εἰς ὕψος, εἶτα κατὰ σμικρὸν ἀνακύπτων, ταῖς ἐπιδόσεσιν ἐκτανύσας τὸν αὐχένα μέχρι τοῦ Τίγριδος γίνεται ποταμοῦ. καὶ ἂν τῷ῾ Εῴῳ ἢ Καυκάσῳ συνήπτετο, εἰ μὴ δημιουργικαὶ φροντίδες τινὲς τὴν διάκρισιν 2. 1. 5 ἐποιήσαντο. ἐνταῦθα τὸ μάχιμον ὁ στρατηγὸς ἐνωρμίσατο διανοούμενος ὡς ἐκ τοῦ Περσικοῦ ποταμοῦ τοῦ Βούρων μέχρι τοῦ᾿ Αρζάμων ὕδωρ οὐκ ἔνεστιν, καὶ δυοῖν θάτερον 2. 1. 6 ἀνάγκη τὸ πολέμιον ἑλέσθαι· ἢ γὰρ ἀτρεμήσει τὴν οἴκοι φρουρὰν ἀσπασάμενον, ἢ ἔμπαλιν Λατίνοις ἐπικεῖσθαι πειρώμενον μαλακισθήσεται τῷ πόνῳ καὶ τῷ δίψει, ἥ τε ἵππος διολεῖται ὡς τάχιστα, τῆς῾ Ρωμαίων μὴ συγχωρούσης δυνάμεως ἐκ τοῦ ποταμοῦ τοῦ᾿ Αρζάμων ὕδωρ τοὺς βαρβάρους 2. 1. 7 ἀρύσασθαι. τρίτη δ' ἡμέρα, καὶ τὸ Περσικὸν ἐπέπυστο σύνταγμα ὡς οἱ῾ Ρωμαῖοι ἀνὰ τὸ᾿ Αρζάμων διατρίβουσιν. 2. 2. 1῾ Ο δὲ Καρδαριγὰν ἐς τοσοῦτον ἐληλάκει φρυάγματος ὡς γέλωτα τῶν ἀναγγελλόντων καταχέειν πλατὺν ὡς περὶ φληνάφου του πράγματος. ὡς δὲ τὰ τοῦ λόγου τὸ Περσικὸν. 2 βόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. ὁ δὲ σατράπης τοὺς θεραπευτὰς τῶν μαγγανευμάτων διηρώτα καὶ παρὰ τῶν μάγων ἠξίου ἴχνη πυθέσθαι προρρήσεως, τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον 2. 2. 3 προαγορεῦσαι. οἱ δὲ τῶν δαιμονίων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέπεσθαι, καὶ κατὰ τὴν ἔκταξιν῾ Ρωμαίους Πέρσας ἀποίσεσθαι ἅμα τὴν Περσίδα τὴν τύχην ἀμείψαντας. τὸ μὲν οὖν Περσικὸν διερρώννυτο ταῖς προρρήσεσιν ὥσπερ 2. 2. 4 γαυρούμενον. ἀπάραντες τοίνυν ἐκ τοῦ Βούρων ποταμοῦ πρὸς τοὺς῾ Ρωμαίους ἐφέροντο. εἶτα πλήθη καμήλων ἐπέσαξαν ἀσκοὺς ἐπιφορτίσαντες ὕδατος, ἵνα μὴ τῆς τῶν ὑδάτων ἀπορήσαντας φύσεως῾ Ρωμαῖοι ῥᾳδίως αὐτοὺς κατεργάσωνται· τοσοῦτον δ' εὐπραγίας ἐλπίσιν ἐφήπτοντο, ὡς καὶ πέδας, τοῦτο μὲν ἐκ ξύλων τοῦτο δ' ἐκ σιδήρου διειργασμένας, καὶ 2. 2. 5 μάλα γε πολλὰς προεφέροντο. ὁ δὲ στρατηγὸς τῷ῾ Ρωμαϊκῷ παρενεγύα τῶν γεωργικῶν ἱδρώτων ἀπέχεσθαι φειδοῖ τῆς ἀγροικίας ταῦτα ὑποτιθέμενος. τῇ οὖν ἐπιούσῃ ἄνδρας λογάδας ἐπὶ κατασκοπῇ τοῦ πολεμίου ἐξήρτυσε Σεργίῳ τε τῷ λοχαγῷ ἀνατέθεικεν, ᾧ ἡ τοῦ Μάρδιος φρουρὰ ἐγκεχείριστο, τόν τε῎ Ωγυρον καὶ Ζώγομον· φύλαρχοι δ' οὗτοι τῆς συμμάχου τῶν῾ Ρωμαίων δυνάμεως, οὓς Σαρακηνοὺς εἴθιστο 2. 2. 6 Λατίνοις ἀποκαλεῖν. οἱ μὲν οὖν ἀπὸ τοῦ στρατηγοῦ ἀποσταλέντες τινὰς τῆς βαρβαρικῆς πληθύος ὑποθηράσαντες στρεβλώσαντές τε διέγνωσαν ὡς ὁ Καρδαριγὰν στρατοπεδεύεται ἔνθα καὶ πρότερον. ἑβδόμη δ' αὕτη ἡμέρα ἐτύγχανε τοῦ κυκλικοῦ τῆς ἑβδομάδος βαδίσματος· σάββατον δὲ τοῦτο τῷ 2. 2. 7 ἱεροφάντῃ Μωσῇ κατωνόμασται. ἐπεὶ δὲ τῷ῾ Ρωμαϊκῷ ταῦτα ἀνηγγέλθη συντάγματι, εἰς τὸν στρατηγὸν ὑπόνοιά τις εἰσέρχεται ὡς τῇ ἐπιούσῃ ἀποπειραθήσεται τὸ πολέμιον ἐπιτίθεσθαι, οἷα τοῦ῾ Ρωμαϊκοῦ τὴν ἡμέραν γεραίροντος πόνων ἀνάπαυλαν, αἰδοῖ τοῦ σεβάσματος. τῇ δ' εἰσαύριον ἧκον οἱ κατοπτεύοντες καὶ τῷ στρατηγῷ διαγγέλλουσι τὰ Περσικὰ πλησιάζειν στρατεύματα. 2. 3. 1 ὁ μὲν οὖν Φιλιππικὸς τὸ῾ Ρωμαϊκὸν διεκόσμησε καὶ τριτταῖς κεραίαις τὸ μάχιμον διετάξατο. καὶ τὴν μὲν κεραίαν τὴν εὐώνυμον τῷ Εἰλιφρέδᾳ ἐπέτρεπεν, (ἄρχων δ' οὗτος ἦν τῆς᾿ Εμέσης) ναὶ μὴν καὶ᾿ Αψὶχ ὁ Οὖννος τὴν αὐτὴν περιεβάλετο δύναμιν. τὴν δὲ 2. 3. 2 τοῦ δεξιοῦ Βιτάλιος ὁ ταξιάρχης. ὁ δὲ στρατηγὸς τὸ μεσαίτατον ἀνελάμβανε κέρας, ταὐτὸν δ' εἰπεῖν῾ Ηράκλειος, ὁ 2. 3. 3῾ Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος. διετάχθη δὲ καὶ τὸ Περσικὸν οὑτωσί. ἐπὶ μὲν τοῦ δεξιοῦ λόφου Μεβόδης ὁ Πέρσης, ἐπὶ δὲ τῇ ἀριστερᾷ λόφῃ᾿ Αφραάτης, ἀδελφιδοῦς εἶναι λεγόμενος Καρδαριγὰν τοῦ σατράπου, τὴν δὲ μέσην 2. 3. 4 ἀπόμοιραν αὐτὸς ὁ Καρδαριγὰν ἐκεκλήρωτο. ἐπεὶ δὲ τὸ πολέμιον παρεφαίνετο, καὶ ἦν κόνις πολλή, Φιλιππικὸς τὸ θεανδρικὸν ἐπεφέρετο εἴκασμα, ὃ λόγος ἕκαθεν καὶ εἰς τὰ νῦν διηχεῖ θείαν ἐπιστήμην μορφῶσαι, οὐχ ὑφάντου χεῖρας 2. 3. 5 τεκτήνασθαι ἢ ζωγράφου μηλιάδα ποικῖλαι. διά τοι τοῦτο καὶ ἀχειροποίητος παρὰ῾ Ρωμαίοις καθυμνεῖται καὶ τῶν ἰσοθέων πρεσβειῶν ἠξίωται· ἀρχέτυπον γὰρ ἐκείνου. 6 σκεύουσι῾ Ρωμαῖοί τι ἄρρητον. ταύτην ὁ στρατηγὸς τῶν σεβασμίων περιπέπλων γυμνώσας τὰς τάξεις ὑπέτρεχεν, κρείττονος καὶ ἀνανταγωνίστου θράσους ἐντεῦθεν μεταδιδοὺς τῷ στρατεύματι. εἶτα παρελθὼν τῆς πληθύος εἰς μέσον, τῇ ἐπιρροίᾳ τῶν δακρύων ὑπὸ τῆς χύσεως τῆς ἀγωνίας βλύζων ἀένναον τοῖς παρακλητικοῖς ῥήμασιν ἐκέχρητο πρὸς τὸ. 7 τευμα. καὶ ἦν ἱκανὴ τῶν λόγων ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥαθύμων καὶ νωθρῶν διεγεῖραι τὸ πρόθυμον. καὶ δὴ τὸ παρορμητικὸν μέλος αἱ σάλπιγγες ἤχησαν, ἐπεὶ δὲ περιελάλησαν, παρέθηγον τὰς δυνάμεις εἰς 2. 3. 8 πόλεμον. ὁ δὲ στρατηγὸς τὸ κυριακὸν ἐκεῖνο ἐπὶ τὸ Μάρδης μετεπέμψατο ἴνδαλμα Συμεώνῃ, τῷ τὸν ἱερατικὸν᾿ Αμίδης θρόνον ἐπέχοντι· ἔτυχε γὰρ τὸν ἄνδρα ἐν τῷ ὀχυρώματι 2. 3. κατ' ἐκεῖνο ἐνδιατρίβειν καιροῦ. οἱ δ' ἐν τῷ φρουρίῳ ἐλιπάρουν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ θεῖον καὶ εὐμενίζοντο καὶ μετὰ πληθύος δακρύων τὰς ἱκεσίας εἰργάζοντο, ὅπως 2. 3. 10 τὴν νικῶσαν῾ Ρωμαῖοι ἀνὰ τὴν ἀγωνίαν ἀποίσονται. οἱ δὲ λοχαγοὶ οἵ τε πρωτοστάται τῶν δυνάμεων, μενοῦνγε καὶ οἱ χιλίαρχοι ἀθροισθέντες ἠντιβόλουν τὸν στρατηγὸν ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως μεταβήσεσθαι. ἐδεδίεσαν γὰρ μή ποτε αὐτοῖς ἐπικινδυνότερος ὁ πόλεμος γένοιτο κοινωνὸν 2. 3. 11 τῶν πόνων τὸν στρατηγὸν κληρωσάμενοι." ὁ γὰρ πόλεμος" ἔφασκον" οὐκ ἐπίδηλα τὰ κινήματα κέκτηται, ἅτε φιλοποίκιλος ὢν καὶ πολύμορφος· φύσις γὰρ αὐτῷ ταῖς μεταβολαῖς ἐμβατεύειν μίαν πίστιν τὸ ἄπιστον ἔχοντι. τὸ δ' ἐκ τύχης ἐντεῦθεν ἀπαίσιον τῆς ἐκ τῆς ἐπιτεύξεως εὐπραγίας ἐς τὸ. 12 πλάσιον ὑπερβέβηκεν." καὶ πείθουσι τὸν στρατηγὸν βραχύ τι μεταμεῖψαι τὴν στάσιν. τὸ δὲ πεδίον, ἔνθα ἐχειρουργεῖτο ὁ πόλεμος, Σολάχων ὠνόμαστο ἀπὸ χωρίου τινὸς. 13 ζοντος τὴν ὁμωνυμίαν ἀράμενον. ἐντεῦθεν καὶ Θεόδωρος, ὃν Ζητονούμιον ἀπεκάλουν Βυζάντιοι, ὁ καὶ τὴν παρὰ῾ Ρωμαίοις μαγιστερίαν διανύσας ἀρχήν, ἕκαθεν τὸ γένος ἐφέρετο· ναὶ δῆτα καὶ Σολομὼν ἐκεῖνος, ὁ τοῦ βασιλέως εὐνοῦχος, ὁ τὸν Καρχηδόνιον πόλεμον ἐν Λιβύῃ παραταξάμενος, ὅτε τὸν αὐτοκρατορικὸν δίφρον᾿ Ιουστινιανὸς διεκόσμησεν. καὶ ταῦτα Προκοπίῳ τῷ συγγραφεῖ ἐν τῷ πτυκτίῳ τῆς ἱστορίας ἐγγέγραπται. 2. 4. 1᾿ Επεὶ δ' αἱ τοῦ Περσικοῦ φάλαγγες τοῖς῾ Ρωμαϊκοῖς λόφοις προσέμιξαν, Βιτάλιος ὁ ταξίαρχος τὴν ἀντίθετον θᾶττον διέλυσε δύναμιν προκύψας τῶν ἄλλων θρασύτερον τάξεων. ἀτὰρ μέγιστον φόνον εἰργάσατο τήν τε Περσικὴν ἀποσκευὴν ἐχειρώσατο, ἣν σύνηθες῾ Ρωμαίοις τῇ ἐπιχωρίῳ φωνῇ τοῦλδον 2. 4. 2 ἀποκαλεῖν. οὕτω μέντοι τὸ νενικηκὸς περὶ τὴν λείαν ἠσχόλητο. ὁ δὲ στρατηγὸς διηπορεῖτό τε καὶ ἐχαλέπαινε ταῦτα 2. 4. 3 δὴ τὰ τῆς ἀκοσμίας θεώμενος. καὶ οὖν ἔμφρονα βουλὴν ἐσχεδίασε καὶ τὸ κράνος (ἐπίσημον δ' ἄρα τοῦτο ἦν καὶ κατάδηλον) τῆς ἑαυτοῦ κορυφῆς ἀπεκδὺς Θεοδώρῳ τῷ᾿ Ιλιβινῷ περιτέθεικεν· δορυφόρος δ' οὗτος τοῦ στρατηγοῦ. εἶτα προστάττει τῷ ξίφει παῖσαι τοὺς ἐμπορευομένους τὰ λάφυρα. ὃ δὴ καὶ γεγονὸς ἐς τὰ μάλιστα ὤνησε τὴν. 4 ταξιν. οἱ δ' ὑπονοήσαντες τὸν στρατηγὸν περινοστεῖν καὶ λωποδυτοῦντας αὐτοὺς ἐπανορθοῦσθαι τοῦ σφάλματος πρὸς τὴν μάχην τὴν φροντίδα μετέθεντο καὶ τῶν πολεμικῶν μετελάμβανον πόνων. τὸ δ' ἀντίπαλον διασπασθὲν ἐς τὴν μέσην τῶν Περσῶν διεσώζετο μοῖραν, οὗ ἦν ὁ Καρδαριγὰν τὴν 2. 4. 5 ἐπιστασίαν ποιούμενος. βαθυτέρου γοῦν τοῦ μέσου κέρατος τῶν Περσῶν γεγονότος διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἀποδράντος εὐωνύμου κέρατος, χαλεπῶς ἂν εἶχε διενεγκεῖν ἡ῾ Ρωμαίων ἀντίπαλος δύναμις, εἰ μὴ τῶν ἵππων ἀποβάντες αὐτῶν 2. 4. 6 κατασυστάδην τὰς συμπλοκὰς ἐποιήσαντο. αἱ μὲν οὖν μεσώταται φάλαγγες ἐξήρκουν μαχόμεναι, καὶ ὁ πόλεμος αὐταῖς ἐμηκύνετο, ὡς συμβαίνειν ἐπὶ τῶν λειψάνων ἑστάναι τὸ παραταττόμενον, τῆς ἐπιφανείας τῆς γῆς περικαλυπτομένης 2. 4. 7 διὰ τὴν ἐπιπολάζουσαν τῶν τεθνεώτων συνέχειαν. ὡς δὲ τὸ κακὸν ἀτελεύτητον ἦν, θεία τις διάνοια κατεδιαίτησε τοῦ ἀλλοφύλου ἑτεραλκέα ποιουμένη τὴν μάχην, καὶ φωνὴ περιίπταται῾ Ρωμαίους μεγάλῳ τῷ ἀπηχήματι ἐγκελευομένη τὴν ἵππον κεντεῖν τὴν πολέμιον. πείθονται τοιγαροῦν῾ Ρωμαῖοι τούτῳ δὴ τῷ προστάγματι καὶ κρατοῦσι τῆς ἀντιμετώπου 2. 4. 8 δυνάμεως. τὴν δὲ φωνὴν ἀπὸ Στεφάνου τοῦ λοχαγοῦ προελθεῖν τὸ῾ Ρωμαϊκὸν ὑπενόησεν, καὶ μετὰ τὸν πόλεμον ἐπυνθάνοντο῾ Ρωμαῖοι, εἰ προβολεὺς αὐτὸς ἐκεῖνος ὁ. φανος ἐτύγχανεν ὢν τοῦ στρατηγήματος. ὁ δ' ἀπηνήνατο καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖτο, μηδέποτε τοιαύτης ἐπιβολῆς τὸ σόφισμα προενέγκασθαι· οὐ γὰρ ἐντεῦθεν ἤθελε θηρᾶσθαι τὴν εὔκλειαν καὶ θεῖά τινα μελετήματα εἰς οἰκείαν. 10 φῶσαι ἀγχίνοιαν. ὁ δὲ τρίτος λόφος ὁ῾ Ρωμαίων, ταὐτὸν δ' εἰπεῖν ὁ εὐώνυμος, τὴν ἐναντίαν κεραίαν συνέχεεν, καὶ τὸ σωζόμενον ἐμβριθῶς ἐδιώκετο ἄχρι τοῦ Δαρὰς δυοκαίδεκα 2. 4. 11 σημεῖα τοῦ χώρου ἀπῳκισμένου τῆς παρατάξεως. τοίνυν οὕτω λαμπρῶν τῶν῾ Ρωμαϊκῶν γινομένων τροπαίων, ἐγνωσιμάχει τὸ βάρβαρον καὶ πρὸς φυγὴν μετετίθετο. τὸ δ' ἀποδρὰν τῆς μέσης μοίρας τῆς Περσικῆς ἅμα τῷ σφῶν αὐτῶν. 12 τηγῷ ἔν τινι βουνῷ ἀποκλίνει τὸν κίνδυνον. ἐπεὶ δὲ τὸ῾ Ρωμαϊκὸν ἠκηκόει ἐν τῷ βουνῷ τινας τῶν πολεμίων τεθηπέναι τε καὶ τὸ κεκρατηκὸς ὑποστέλλεσθαι, διεστεφάνου εὐθὺς τὸ ἐχύρωμα καὶ αὐτομολεῖν τὸ πολέμιον ἐγκελεύεται. οἱ δ' 2. 4. 13 ἐθανάτων καὶ ἐς ἀπονοίας ὀφρὺν ἀπεσοβαρεύοντο. οὐκοῦν οἱ῾ Ρωμαῖοι περιφρονοῦσιν αὐτούς· οὐ γὰρ ἐγνώκεισαν τὸν Καρδαριγὰν ἐν τῷ βουνῷ ἀνερπύσαντα ἰσχυρῶς τε. 14 βεῖσθαι τὸν κίνδυνον. ὁ μὲν οὖν Καρδαριγὰν ἀπόσιτος ὢν ὑπό τε τοῦ λιμοῦ πιεζόμενος ἐνεκαρτέρει ἐν τῷ βουνῷ τρίτην καὶ τετάρτην ἡμέραν· ἐν τηλικούτῳ γὰρ δέει διέθετο τὸν τοῦ Περσικοῦ στρατίαρχον ὁ ἀδόκητος κίνδυνος. φοβεραὶ γὰρ αἱ μεταβολαὶ παρὰ τὰς ἐλπίδας συρρεύσασαι· μετὰ γὰρ τῶν πραγμάτων καὶ τὰς γνώμας ἀμείβουσιν. 2. 5. 1 ὡς δὲ παρὰ τὸν στρατηγὸν ἐπανέζευξαν, ὑπεύθυνος μεγίστου ἐγκλήματος ὁ Στέφανος ἦν, ὅτι μὴ παρεστήσατο τὸ λειπόμενον. ὁ δ' ἡγεμονικωτάτῃ ἀπολογίᾳ τὰς μέμψεις τοῦ στρατηγοῦ. 2 σατο φήσας·" οἶδα καὶ μέτρα νίκης τιμᾶν καὶ τὴν ἀκρώρειαν δεδιέναι τῆς τύχης· μισοπόνηρον γὰρ ἔχει τὴν πλάστιγγα καὶ φέρειν οὐκ οἶδεν εὐπραγίαν βρενθυομένην πέρα τοῦ δέοντος." οὕτω μὲν οὖν οἱ Πέρσαι σχολαίαν εὑρηκότες τὴν 2. 5. 3 κάθοδον τῶν παρυψήλων καθείρπυσαν. ἐπεὶ δὲ τοῦ λόφου κατέδυσαν, συμπαρομαρτοῦσι῾ Ρωμαίοις ἐπανιοῦσι καὶ συναθροιζομένοις ἀνὰ τὸν χάρακα. οὐκοῦν ἀναιροῦνται πολλοί, ἥλωσαν δὲ πλείους ἢ χίλιοι, οἳ καὶ ἐς Βυζάντιον παραπέμπονται. 2. 5. 4῾ Ο δὲ Καρδαριγὰν πρὸ τῆς ἐπὶ τὸν πόλεμον ἐπιβολῆς τοὺς δερματίνους ἐκείνους ἀμφορεῖς διαρρήξασθαι τῷ Περσικῷ ἐγκελεύεται φιλοκινδυνότερον ἐς θράσος ἐντεῦθεν τὸ Μηδικὸν ἐργαζόμενος, τοῦτο δῆτα σφίσι παραδηλῶν, ὡς εἰ μὴ μεγάλων κινδύνων ἐφάψοιντο, ἀπόλωλε τούτοις ἡ ὕδρευσις, τοῦ῾ Ρωμαϊκοῦ τὸν ποταμὸν τοῦ᾿ Αρζάμων περικαθημένου 2. 5. 5 καὶ διαφρουροῦντος τὸ ῥεῖθρον φιλοπονώτερον. οὔκουν δ' αὐτῷ ἐς ἀγαθὸν περιέστη τὸ θράσος. ἀμαθὲς γὰρ τῷ κύβῳ τῆς τύχης πιστεύσαντα ταῖς ἀκρωρείαις τῶν κινδύνων καταθαρρεῖν καὶ τὰς ἀγαθὰς ἐκβάσεις ἐκ τῶν προϋπαρξάντων σφαλμάτων ἀπερανίζεσθαι. ἀφιλοσόφου γὰρ ὑπούσης ἀρχῆς, οἰκείαν τοῖς προϋφεστῶσι καὶ τὰ συμπεράσματα ἕξει τὴν 2. 5. 6 πρόοδον. τοῦτό τοι καὶ πολλοὺς τοῦ Μηδικοῦ μετὰ τὴν ἧτταν διέφθειρεν· φρέασι γὰρ περιπεσόντες τινὲς τοῦ Περσικοῦ λαφύττουσιν ἀπληστότερον καὶ ἐς μέγα κακοῦ ἀποκλίνουσιν, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδατος τὴν ἀντίληψιν. 2. 5. 7῾ Ο δὲ Καρδαριγὰν εἰς τὰ περὶ τὸ Δαρὰς ἀφικόμενος τὴν ἐς τὸ ἄστυ παρεκινδύνευεν εἴσοδον. οἱ γὰρ ἀστοί, ἤτοι οἱ περιφρουροῦντες Πέρσαι τὸ πόλισμα ἀναπετάσαι ἀπέλεγον τοῖς Μήδοις τὰς πύλας· μὴ γὰρ οὖν εἰσοικίσασθαι τοὺς 2. 5. 8 ῥιψάσπιδας Περσικὸν νόμον ἀνέχεσθαι. ἐπεὶ δὲ τὸν Καρδαριγὰν ἐβλασφήμουν καὶ ταῖς ὕβρεσι τῇ συμφορᾷ συνεπετίθεντο, πείθουσιν ἐς τὰ οἴκοι χωρεῖν αἰσχίστοις αὐτὸν παραπέμψαντες λόγοις. 2. 5.῾ Ημέρας δὲ κλινούσης ἐξαπιναίως ἐπιδημία θορύβων τῷ῾ Ρωμαϊκῷ στρατοπέδῳ ἐγγίγνεται, καὶ φήμη διέρρευσε δύναμιν τὸ Περσικὸν περιβάλλεσθαι ἐπίθετον καὶ ὅσον οὔπω 2. 5. 10 ἐπιβήσεσθαι μέλλειν τοῦ χάρακος. οὐκοῦν ὁ῾ Ηράκλειος, ὁ῾ Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, καὶ ἕτερος τῶν ἡγεμόνων ἱππάζοντό τε καὶ σιδήρῳ φραξάμενοι ὁρμῇ ἀκατασχέτῳ περιεπόλουν τὸ βαρβαρικὸν ἀνιχνεύοντες· καὶ ἀνὰ τὸν βουνὸν ἀφικνοῦνται, ἐν ᾧ οἱ περὶ τὸν Καρδαριγὰν ἔναγχος. 11 δράντες ἐνηυλίζοντο. καὶ οὖν ἄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἦν ἀφανές. ἐπεὶ τοίνυν ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο, καὶ φενάκη τις ἐν τῇ ἐπισκοπῇ οὐκ ἐνῆν, ἀνὰ τὸ῾ Ρωμαϊκὸν ἐπανάγονται. 2. 6. 1 ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα στρατιώτην῾ Ρωμαῖον περιεβλέψαντο, τέτρασι 2. 6. 2 βολαῖς τὸ σῶμα κοσμούμενον. εἰς μὲν γὰρ τὴν ὑπερῴαν χελύνην Μηδικὸς ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κράνος ἐρρίζωτο, ἕτερος δ' αὖ ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο, ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων, 2. 6. 3 κἀντεῦθεν μὴ δύνασθαι τὸν ἀριστέα μύσαι τῷ χείλη. περιεφέρετο δὲ καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος, ἐπί τε τῇ λαπάρῃ ἑτέραν βολὴν Μηδικοῦ ἀκοντίου. 2. 6. 4 αὕτη τοι καὶ τῆς ἀρετῆς αὐτῷ τὸ ἐπιτάφιον ἦν. οἱ μὲν οὖν ἀμφὶ τὸν῾ Ηράκλειον τῷ γενναίῳ περιρρεόμενον τὸν ἀριστέα θεώμενοι αἵματι, ἀγάμενοι τῆς εὐψυχίας ἐποχοῦσι 2. 6. 5 τῇ ἵππῳ καὶ ὡς τὸν χάρακα διεκόμισαν. εἶτά οἱ ἐφέλκονται τὰ μὲν ἄλλα βέλη τὰ ἐμπεπηγότα τῷ σώματι καὶ παρεξάγουσιν, τὸ δ' ἀνὰ τὴν πλευρὰν ἐξελέσθαι οὐκ εἶχον· διεψιθύριζον γὰρ ὡς ἑαυτοὺς οἱ ταῦτα δὴ τὰ Χείρωνος καὶ Μαχάονος τεχνώμενοι μελετήματα, ὡς συνεκδημήσει αὐτῷ καὶ ἡ ψυχὴ 2. 6. 6 τῇ τοῦ βέλους ἐξόδῳ. ὁ δὲ Μακεδὼν ἐκεῖνος ἢ Λεωνίδας τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυνέγειρος, ἀρκέσει δὲ τὸ῾ Ρωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρῶν ὑπῃσθάνετο, ἤρετο εἰ τὸ῾ Ρωμαϊκὸν εἴη νενικηκός. ὡς δ' οἱ περιεστῶτες αὐτὸν κατέφασκον καὶ ἄρασθαι Λατίνους τρόπαιον ἔλεξαν, 2. 6. 7 ἐβασάνιζεν ὅρκοις τὰ ῥήματα. ἐπεὶ δὲ῾ Ρωμαίους ὄντως ἐπέπυστο τὴν κούφην κατὰ τὸν πόλεμον ἀπενέγκασθαι πλάστιγγα, Πέρσας δὲ τὴν ἐναντίαν ῥοπὴν τῷ βάρει τῆς ἥττης καθελκομένους πρὸς πτώματα, ἀνασκιρτήσας τῷ ἄσθματι, μέγα τι παραμύθιον καὶ τῆς ἀλγηδόνος θελκτήριον ὑπῆν 2. 6. 8 αὐτῷ τὸ λεγόμενον, καὶ τὸ τεθνάναι λοιπὸν ἐκαραδόκει, καὶ τῷ νεύματι τοὺς ὁρῶντας ὥσπερ ὑπέσαινεν ὑπεξάγειν ἀφειδῶς ἀπὸ τῆς πλευρᾶς τὸν Μηδικὸν ἐκεῖνον καὶ διαβόητον δόνακα· οὐ γὰρ εὑρήσειν τοιοῦτό τι ἄλλο ἐφόδιον ἀγαθὸν ἀποφέρεσθαι τῶν ὑπὸ σελήνην τὸν τοῦ κόσμου ὑπεξερχόμενον. 2. 6. τὸν δὲ ἀριστέα φασὶ τοῦ καταλόγου γεγονέναι τῶν Κουαρτοπάρθων, οὕτω τὴν προσηγορίαν ἐπιφερομένων τῶν ἐν Βεροίᾳ τῇ πόλει Συρίας τὰς διατριβὰς ποιουμένων. ἐπεὶ δὲ τὸ βέλος τὸ ἐπιθανάτιον τῆς πλευρᾶς ὑπεξήγετο, συνεξορμᾷ ἡ μεγάλη ἐκείνη καὶ γεννικωτάτη τοῦ ἀριστέως ψυχή, εἴπω ἀνὰ τὸ᾿ Ηλύσιον ποιητικῶς ἐπειγομένη ἀφικέσθαι χωρίον; ἀλλ' αἰσχύνομαι μύθῳ προπηλακίζειν τὸ τῶν θριάμβων ἀξίωμα. 2. 6. 10῾ Ο δὲ στρατηγὸς τῇ ἐπιούσῃ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιεῖτο καὶ δώροις τοὺς τραυματίας ἐφιλοφρονήσατο, καὶ χρύσεος κόσμος ἀργύρεός τε ἀρετῆς ψυχῆς ἀντίδοσις ἦν, καὶ τῷ 2. 6. 11 μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν. οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ Πέρσης ἵππος, καλὸς μὲν ἐς θέαν, ἀγαθὸς δὲ πρὸς πόλεμον, ἄλλῳ κράνος ἀργύρεον καὶ φαρέτρα, ἑτέρῳ ἀσπὶς καὶ θώραξ καὶ δόρατα. καὶ τοσούτων ἐκληρονόμουν῾ Ρωμαῖοι κτημάτων ὁπόσων σωμάτων ὁ 2. 6. 12 πόλεμος. μεσούσης δ' ἡμέρας διέλυσεν ὁ στρατηγὸς τὴν ἔκταξιν εἴς τε τὰς πόλεις καὶ τὰ παρακείμενα φρούρια τὸ τετρωμένον ἐξέπεμπεν, ὅπως ἀκέσοιτο καὶ ἠπίοις τισὶ μαγγανεύμασιν, ἔργοις᾿ Ασκληπιοῦ, τὰς τῶν τραυμάτων ἀκμὰς 2. 6. 13 κατευνάσοιτο. αὐτὸς δὲ τὸ λοιπὸν ἀναλαβὼν τῆς δυνάμεως ἐσβάλλει ἐς τὰ τῶν Μήδων, καὶ ὅσα τῶν Περσικῶν προμηθείας ἐχήρευεν, ἔπασχε κακῶς. καὶ ἀνανταγώνιστος ἦν ἡ῾ Ρωμαίων ὁρμὴ καὶ δυσάντητος τοῖς ἐντυγχάνουσιν. 2. 7. 1῾ Ο μὲν οὖν῾ Ρωμαίων στρατηγὸς ἐπὶ τῇ᾿ Αρζανηνῇχώρᾳ οἷά τις λαῖλαψ ἐπιθαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως πως ἐπεφοίτησε καὶ τὴν Περσῶν πολιτείαν ἀργαλεώτερον διεχρήσατο. οἱ δὲ τῆς᾿ Αρζανηνῆς οἰκήτορες ὑπὸ τὰ τῆς γῆς διακενώματα κατεδύοντο· ἔχειν γὰρ ἐκείνους ἐς βάθος δίκην τινῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς 2. 7. 2 λόγος ἐς ἡμᾶς ἐνεδήμησεν. τοιγαροῦν ἀνὰ ταύτας δὴ τὰς ὑπογείους καταγωγὰς ἡ σωτηρία τέως σφίσιν αὐτοῖς ἀπεθησαυρίζετο. μενοῦνγε καὶ ἄρτους καὶ μάζας ἐν τοῖς κοιλώμασιν ἀπεταμιεύοντο φυλακῆς ἐν καλῷ εἶναι οἱ τῆς᾿ Αρζανηνῆς 2. 7. 3 ταῦτα διανοούμενοι. μετ' οὐ πολὺ δὲ κατάφωροι῾ Ρωμαίοις ἐγίνοντο πρός τι βραχὺ τὴν αἴσθησιν παρακλέψαντες, τῶν ἑαλωκότων τὰ ὑπὸ γῆν ἐξειπόντων μυστήρια καὶ. 4 μένων εἰς τὸ ἐναργὲς τὸ ἀπόρρητον. καὶ οὖν ἤχοις ἀπεπειρῶντο῾ Ρωμαῖοι τῶν ὑπὸ γῆν ἐμφωλευόντων, καὶ ἦν αὐτοῖς ἡ διὰ τῶν ἀπηχημάτων ἀπόπειρα ἄγγελος ἀψευδὴς τὰ τῶν 2. 7. 5 λαγόνων τῆς γῆς διηγούμενος ὄργια. καὶ μέντοι ἀνήγοντο οἱ τῆς᾿ Αρζανηνῆς ὥσπερ ἐκ πυθμένων αὐτῶν τῆς συμμύστιδος γῆς ἐπὶ δούλιον ἦμαρ, ἵνα τὴν ἐκείνων τραγῳδίαν τραγικώτερον ἀφηγήσωμαι. 2. 7. 6᾿ Αλλ' ὅτε῾ Ρωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑπο- χθόνια, καὶ τὴν ἐχθίστην τύχην οὐκ ἀπέδρα τὸ βάρβαρον, στρατοπεδεύουσι λοιπὸν ἀμφὶ τὸ φρούριον τὸ Χλομαρῶν. τῇ δ' ἐπιούσῃ ἄνδρες αὐτοματίζουσι δύο ἀδελφοὶ τὸ γένος, 2. 7. 7 ἀδελφοὶ τὴν προαίρεσιν. καὶ τῷ μὲν ἑνὶ ὄνομα Μαρουθᾶς, τῷ δ' ἑτέρῳ᾿ Ιώβιος· ἄμφω δὲ ἤστην ἡγεμόνε τῆς᾿ Αρζανηνῆς. ἐπεὶ δ' ηὐτομόλησαν καὶ τῆς τοῦ στρατηγοῦ μεθ' ἱλαρίας θέας ἠξίωντο, τὰ τῆς εὐνοίας λοιπὸν ἦν αὐτοῖς. 8 δαστα. τοίνυν ἐπεὶ ἐν τοῖς πολλοῖς τῆς πράξεως ὁ λόγος ἐστὶ πρεσβύτερος, εὐγνώμοσι πρῶτόν τισιν ὁμιλήμασι τὸν στρατηγὸν ὥσπερ ὑπέσαινον, καὶ ταῦτα δὴ ἐκεῖνα τὰ 2. 7. τῆς εὐνοίας ῥήματα ἦν·" εἰ βούλοιο, στρατηγέ,῾ Ρωμαίους τὴν᾿ Αρζανηνὴν ἐπικτήσασθαι, χώρους τινὰς ἡμεῖς ὑποδείξομεν οὐχ ἥκιστα ἀσύλους διὰ τὸ ἕρμα τοῦ ἐχυρώματος. δείμασθαι φρούρια ὁ τῆς εὐβουλίας ἐγκελεύεται τρόπος." τοιαῦτα ἦν τὰ πρῶτα τῆς τῶν βαρβάρων πρὸς τὸν. 10 τηγὸν διαλέξεως. οὐκ ἄπο δὲ καὶ τῆς τοῦ ἡγεμόνος διανοίας τὰ ῥήματα· ἐγλίχετο γὰρ ὁ τὸ῾ Ρωμαϊκὸν ἰθύνων στρατόπεδον τοιούτων δή τινων ἐπιτεύξασθαι χώρων· τέως δὲ διὰ τὴν ἀπορίαν τῇ τῆς γνώσεως ἀναβολῇ τὴν. 11 βολὴν ἐβιάζετο. ὁπηνίκα γοῦν ὁ στρατηγὸς τῶν τοιούτων ἀκροαμάτων μετείληφεν, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχὼν μετά τινος προθυμίας συντόνου τὸν ὑποστράτηγον ἀποπέμπει῾ Ηράκλειον, συναποστείλας αὐτῷ καὶ τοὺς ἑρμηνέας τοῦ ἐχυρώματος. 2. 8. 1῾ Ο μὲν οὖν ᾤχετο ἀπιών· ὁ δὲ Καρδαριγὰν τοῖς῾ Ρωμαίοις ἐπῄει, στρατεύσας πλήθη οὐ μαχίμων ἀλλ' ἰδιώτας ἄνδρας ἐνυαλίου ἠχήματος, ναὶ δῆτα καὶ ὑποζυγίων καὶ καμήλων πληθὺν συλλεξάμενος ἐς τὸ πρόσω ἐχώρει. καὶ κόμπος τις ἦν ἀληθείας χηρεύων, τῶν μὴ οὕτως ἐχόντων πραγμάτων συσκίασμα, ὥσπερ ἐπὶ σκηνῆς φενάκῃ τινὶ. 2 τεθὲν τερατούργημα. συντυγχάνει τοιγαροῦν τοῖς ἀμφὶ τὸν῾ Ηράκλειον ἐπὶ κατασκοπῇ τῶν χώρων ποιουμένοις τὴν πρόοδον. 2. 8. 3 εἴκοσι δ' ἄνδρες῾ Ηρακλείῳ συνείποντο. οὐκ ἐσιδηροφόρουν δὲ τῇ ἀμαθίᾳ τοῦ μέλλοντος. οὐ κράνος τὴν κεφαλὴν διεφύλαττεν, οὐ θώραξ τὸ περιστέρνιον, σιδήρῳ ἀντίμαχος σίδηρος, ἕρκος σωμάτων συμβαδίζον τῷ περιφρουρουμένῳ καὶ συνεπόμενον. ἐξεθήλυνε γὰρ αὐτοὺς τὸ εὐδόκιμον· οὐ γὰρ νίκη ἐπίσταται ἐπὶ τῆς αὐτῆς στερρότητος διαφυλάττειν 2. 8. 4 τὸν ἀριστεύσαντα. ὁ μὲν οὖν῾ Ηράκλειος ἐπόπτης γενόμενος τοῦ θεάματος τὸ τολμᾶν ὑπεκρίνετο καὶ τὴν πρόσω φορὰν κατεσχηματίζετο φέρεσθαι. ὅτε δὲ παρεγυμνοῦτο τὸ σόφισμα, τῶν πολεμίων παρεγγιζόντων καὶ μελλόντων σφίσιν αὐτοῖς ἀναμίγνυσθαι, πρόσεισι σὺν τοῖς ἀμφ' αὑτὸν ἐν 2. 8. 5 μετεώρῳ λόφῳ τινί. τοῦ δὲ δυσμενοῦς ὡς αὐτοὺς τὴν ὁρμὴν ἐπιβάλλοντος, πάλιν ἐπ' ἄλλον λόφον μετέβαινον, κἀπ' ἐκείνου αὖθις εἰς ἕτερον, καὶ ταῖς ὑπαλλαγαῖς τῶν μεταφοιτήσεων τὰς τῶν πολεμίων ἐπιβουλὰς διεκρούσαντο. καὶ νύκτωρ ὡς τὸν Φιλιππικὸν πέπομφεν ἄγγελον τὴν βαρβαρικὴν 2. 8. 6 ἐξαγορεύσαντα ἔφοδον. ὁπηνίκα δ' ὁ στρατηγὸς τουτονὶ τὸν ἀπόστολον ἐς τὴν ἑαυτοῦ σκηνὴν ἐσαράμενος τὸ βαρβαρικὸν ἠκηκόει ἐν τῇ ὑστεραίᾳ ἐπιτίθεσθαι μέλλειν, συναγείρει τὸ στράτευμα δεῦρο κἀκεῖσε περισχιζόμενον καὶ τὴν᾿ Αρζανηνὴν λυμαινόμενον, προστάξας περιλαλῆσαι τὸ ἀνακλητικὸν μέλος 2. 8. 7 τὴν σάλπιγγα. ἡ μὲν οὖν κατεκελάδει, οἱ δὲ μετὰ συντόνου σπουδῆς προσωμίλουν τῷ χάρακι. Ζαβέρτας δέ τις ἀνὴρ οὕτω τὴν προσηγορίαν περιαγόμενος (τῆς τοῦ Χλομαρῶν δ' ἄρα οὗτος διαφρουρᾶς τὰς φροντίδας ἀμπείχετο) τοῦ φρουρίου λάθρᾳ ὑπεξελθὼν ἀψοφητὶ οὐραγεῖ τῆς῾ Ρωμαίων δυνάμεως καὶ πρόσεισιν ἠρέμα τε καὶ βάδην, καὶ τοῦ῾ Ρωμαίων ἐκ πλαγίου μαχίμου γενόμενος ἀπέδρα καὶ τοῖς ἀμφὶ τὸν. 8 δαριγὰν ἀναμίγνυται. οὐκοῦν ὁ δραπέτης ὁ Πέρσης ποδηγεῖ τὸ ὁμόφυλον καὶ παράγει ἐς τὸ ἀντιμέτωπον τῆς῾ Ρωμαίων πληθύος, χωρίον τι ἀδεὲς ὑποδείξας ἐφόδων κωλύμην διὰ τὸ εἰρηναῖον τοῦ ἐχυρώματος. οἷα γάρ τις μεσίτης αἰδέσιμος χάσμα τι μέγα ἐς μέσον ὑπῆν ἑκατέραν τε διέκρινε δύναμιν. συνηπίστατο γὰρ ὁ βάρβαρος ὡς οὐχ ὑπομενοῦσιν οἱ Πέρσαι ἀμέσως πως καὶ ἀθρόον τὸ νενικηκὸς ἐπιτιθέμενον τῷ νεαρῷ 2. 8. τῶν ἀτυχημάτων πολεμίαν ὄψιν φέρειν οὐκ ἔχοντες. διά τοι τοῦτο ὁ Ζαβέρτας ἐς τὸ ἀντιπρόσωπον ἀνὰ τὸ χεῖλος τοῦ φάραγγος τὸ Περσικὸν ἐφηπλώσατο. καὶ ἦν ἡ φάραγξ μεταίχμιον ὡσπερεὶ τάφρος αὐτόματος, φύλαξ τις ἀγαθὸς ὁποτέραν πιστευόμενος δύναμιν, ἔνθα δὴ οἱ῾ Ρωμαῖοί τε καὶ 2. 8. 10 τὸ βάρβαρον οὐκ ὀλίγον διετέλεσαν χρόνον. τὸ δὲ῾ Ρωμαϊκὸν τῆς τάφρου ἐξάλλεσθαι κατωρέγετο συμπλοκῆς ἐφιέμενον. τοῦ δὲ Περσικοῦ τὴν ἐπιφορὰν ἀποκλίνοντος διὰ τὸν. 11 βεύοντα φάραγγα, τέως ἀνακωχὴν ὁ φόνος ἐλάμβανεν. μετὰ τοῦτο γίνονται Πέρσαι ἐπὶ τὰ νῶτα τοῦ῾ Ρωμαϊκοῦ τὴν θέαν νυκτὶ παρακλέψαντες· περινοστοῦσι γὰρ λαθραίως περικυκλώσαντες τὴν φάραγγα καὶ περιφορᾷ τῆς βαδίσεως κατόπιν῾ Ρωμαίων ἐγίνοντο, κἀντεῦθεν ἄδειαν ἴσχουσι Πέρσαι ἀνὰ τὰς ὑπερωρείας τοῦ ὄρους στρατοπεδεύεσθαι, ἵνα ἵδρυται τὸ 2. 8. 12 Χλομαρῶν. τοιγαροῦν῾ Ρωμαίους συνέβαινε τῶν ἐκεῖσε ἀπάραντας ὑπὸ τοὺς πρόποδας τοῦ ὄρους διορύττειν τὴν τάφρον. ἐς τοσοῦτον ἀγχίθυροί τε καὶ γείτονες ἀλλήλων αἱ δυνάμεις ἐγένοντο, ὡς καὶ τὴν ἀλλήλων συνιέναι φωνὴν καὶ τοῦ χρεμετίσματος τῶν ἵππων ἐς τὸ τρανὲς ὑπαισθάνεσθαι. διά τοι τοῦτο τῆς τοῦ Χλομαρῶν πολιορκίας῾ Ρωμαῖοι ἀπέχονται· οὐ γὰρ οἷόν τε ἦν τὸ φρούριον αὐτοῖς τὸ λοιπὸν παραστήσεσθαι. 2.. 1 Τῇ δ' ἐπιούσῃ ἀμφὶ πρώτην τῆς νυκτὸς φυλακήν, ὑπὸ τὸν βαρύτατον ὕπνον, δέος τι ἀνήκεστον τὸν στρατηγὸν διετάραξε καὶ πρὸς ἀπόδρασιν παράλογον τοῦτον ἐξέμηνεν. 2.. 2 οὐκοῦν ὡς εἶχε δέους, ἐπεὶ τοῦ δείματος οὐχ οἷός τε ἦν φέρειν τὴν ἔφοδον, ᾤχετο ἀπιών, μηδενὶ τῆς ἀναχωρήσεως 2.. 3 μεταδοὺς τῆς ἑπομένης πληθύος αὐτῷ· ἐς τοσοῦτον ἐληλάκει δυνάμεως ἡ κατάπληξις, καίτοι τοῦ Μηδικοῦ οὐκ ἀντίρροπον ἔχοντος῾ Ρωμαίοις τὸ δύνασθαι, καὶ μέντοι καὶ τοῦ λιμοῦ 2.. 4 ἐς τὸ ἰσχυρὸν τὸ βάρβαρον παραθλίβοντος. ἐπιβαίνει γοῦν τοῦ᾿ Αφούμων ὁ στρατηγὸς τὸ τηνικαῦτα καιροῦ ὑπὸ῾ Ρωμαίους ὑπάρχοντος. οὐκοῦν δείματα καὶ φόβοι θόρυβοί τε καὶ ἀπορίαι τῷ῾ Ρωμαϊκῷ περιπίπτουσιν. καὶ τὸ κακὸν ἀπαρη2.. 5 γόρητον ἦν· ἀσελήνῳ γὰρ νυκτὶ ἐμηκύνετο. οἱ μὲν οὖν διέφευγον καὶ διήνυον τῶν ἀτραπῶν τὰ δυσέξοδα καὶ μετὰ κινδύνων τὰς ἀποφοιτήσεις ἐπεποίηντο, καὶ ὁ λόγος τῆς ἀποδράσεως ἦν ἀνεξέταστος· οἱ δὲ βάρβαροι διηπόρουν τί ἂν παλαμῶνται῾ Ρωμαῖοι, καὶ δυσέφικτος ἦν ἡ κατάληψις. 2.. 6 συρρέουσι τοίνυν τὰ πλήθη τῷ μεσίτῃ τῷ φάραγγι καὶ ἐξαισίοις κακοῖς περιβάλλονται, ἐν σκοτομήνῃ τῶν ὑποζυγίων 2.. 7 ἐν τῇ τάφρῳ ὥσπερ διολλυμένων τοῖς ὀλισθήμασιν. τῶν δὲ῾ Ρωμαίων συστρεφομένων τε καὶ ἀνελιττομένων, ὠθούντων τε καὶ ὠθουμένων ταῖς περιτροπαῖς, λύσιν οὐκ ἦν ἐκείνους εὑρεῖν τοῦ συνέχοντος· τοιοῦτό τι κακὸν ἀμαθία στρατηγοῦ 2.. 8 ἀπεκύησεν. καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περσικοῦ δέκα δῆτα παιδάρια, τούτων δῆτα τῶν περιαγομένων τὴν ἀποσκευὴν ἀπὸ τοῦ χάρακος καὶ διυπηρετουμένων τῷ βαρβάρῳ, κατεκελάδησαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς ἅτε δὴ τῆς πληθύος τῶν Περσῶν συνεπομένης αὐτοῖς καὶ ὅσον οὔπω μεταληψομένης τοῦ φόνου, τὸ῾ Ρωμαϊκὸν ἅπαν καταδιόλωλε σύνταγμα, ὡς κινδυνεύειν, οἶμαι, καὶ ἄγγελον τῆς συμφορᾶς ἀποσώζεσθαι. τοσοῦτον αὐτοῖς κακὸν αἱ τῆς ἀβουλίας λαγόνες ὠδίνησαν. 2.. καὶ οὖν ὑπὸ τὰ ἑωθινὰ καταυγάσματα περισχιζομένου τοῦ σκότους, μόλις τὸ῾ Ρωμαϊκὸν διεξωδεύετο στράτευμα καὶ ἐς τὸ᾿ Αφούμων μεταβιβάζεται. ἐντεῦθεν βλασφημοῦσι τὸν στρατηγὸν αἱ δυνάμεις καὶ εἰς ὑπήκοον ἐκωμῴδουν αὐτόν. 2.. 10 τὸ δὲ Περσικὸν σχολαίως καὶ ἠρέμα παρείπετο. οὐκ ἐθάρρει γὰρ ἐς τὸ φανερὸν χεῖρας ἐμμίξαι· οὐ γὰρ κατάφωρον αὐτῷ 2.. 11 ἐγεγόνει ἐκδειματούμενον τὸ πολέμιον. οὐραγοῦσι τοίνυν, καὶ τὰ κατόπιν τῆς῾ Ρωμαίων δυνάμεως τόξοις ἐβάλλετο, ἐπετοξάζοντό τε οἱ Μῆδοι ὥσπερ ἐπὶ σκοπῷ· τηλικαύτη τις 2.. 12 ἦν Λατίνων ἡ μετὰ τῆς ἀκοσμίας ἀπόδρασις. τοιγαροῦν βάλλεται καὶ μία τῶν κλινοφόρων ἡμιόνων τοῦ στρατηγοῦ βέλει βαρβαρικῷ, καὶ τάραχος ἐς τὸ παρευθὺ ἐπανίσταται· παρεμορφοῦτο γὰρ ἡ φήμη ὡς οἷα καὶ τῆς ἀποσκευῆς τοῦ στρατηγοῦ ἁλούσης ὑπὸ τῆς πολεμίας χειρός. μετὰ τοῦτο τὰ βέλη τηνάλλως ἀφίπταντο καὶ μέγιστα῾ Ρωμαίοις διεπόρθμευον τραύ2.. 13 ματα. ὅμως οὐ συνεπέθετο ἄγαν τῇ ἀποδράσει τὸ βάρβαρον, τοῦτο μὲν καὶ δεδιότες, τοῦτο δὲ καὶ διανοούμενοι μηχανᾶσθαί τι῾ Ρωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν, ὅ τι ἂν εἴη 2.. 14 αὐτοῖς τὸ πανούργημα. ἐπεὶ δὲ μεσοῦντος ἡλίου ἅπαντες ὡς τὸν στρατηγὸν ἐνηθροίσθησαν, ὕβρεις καὶ ἀποσκώμματα ὡς τὸν Θεόδωρον ὑπὸ τῶν στρατευμάτων συνέρρει. τῷ ὄντι γὰρ οὑτοσὶ τῆς ἐπισκοπῆς τὰς φρουρὰς ἐγκεχείριστο· ὁ δὲ ἐκδοὺς ἑαυτὸν τῇ ῥαστώνῃ κατεραθύμησε τοῦ πόνου, καὶ τὸ 2.. 15 κακὸν ἐντεῦθεν χώραν ἐλάμβανεν. ἥλω δ' ὑπὸ τοῦ Περσικοῦ καὶ τὰ τῆς ἀποσκευῆς τῶν῾ Ρωμαίων, καὶ περιτυγχάνουσι Πέρσαι μεγίστῳ τινὶ ἀγαθῷ· ὁ λιμὸς γὰρ ἐξέωστο, οἷά τις τύραννος ἀπαραίτητος χαλεπῶς σφίσιν αὐτοῖς ἐπικείμενος.
2.1.3
. 16 ὁ δὲ στρατηγὸς τὸν Νύμφιον ποταμὸν διενήξατο μετὰ μεγίστων κινδύνων διανύσας τὴν ἐπανάζευξιν, καὶ οὕτω λίαν αἰσχρῶς τῆς Περσικῆς ἀπηλλάττετο. τῇ δ' ὑστεραίᾳ τῇ᾿ Αμίδῃ προσομιλήσας πολλὴν ἀποβάλλεται δύναμιν, τοῦ Περσικοῦ τὰ νῶτα 2.. 17 τῆς῾ Ρωμαίων δυνάμεως περικείροντος. ἀποκαραδοκήσας δ' ὁ Περσῶν στρατηγὸς... ὑπὸ τὸ ὄρος τὸ᾿ Ιζαλὰ φρούρια ἀνεστήσατο, ναὶ μὴν καὶ τὰ γεγηρακότα ἀνέρρωσε παρειμένα τε καὶ διερρυηκότα τῷ χρόνῳ καὶ τῷ πολέμῳ, ὧν τὸ μὲν προσαγορεύεται Φαθαχών, τὸ δ' ἕτερον᾿ Αλαλεισός, περιέβαλέ τε φρουροὺς ἐν αὐτοῖς τὸ᾿ Ιζαλὰ ὄρος ἐντεῦθεν παρακατέχειν διεγχειρῶν· μετεδίδου τε τῷ῾ Ηρακλείῳ τὸ στράτευμα, αὐτὸς δ' ὑπὸ τῆς λύπης κατακλυζόμενος ἀπόμαχος ἦν. 2. 10. 1῾ Ο δ'῾ Ηράκλειος τὸ ὁπλιτικὸν διατάξας κατὰ τὰ παρύπτια τοῦ᾿ Ιζαλὰ στρατοπεδεύεται, μενοῦνγε καὶ τοῦ ποταμοῦ τὰς ὄχθας τοῦ Τίγριδος, ὃς ἀπὸ τῶν ἀρκτῴων τῆς Περσικῆς τῆς βαδίσεως ἀπαρχόμενος τὴν῾ Ρωμαίων γῆν δια- χορεύει καὶ περιπτύσσεται ἀνακολποῦταί τε καὶ περιάγεται καὶ οἷα διπλόην τινὰ τῷ ἰλίγγῳ τῆς περιτροπῆς ἀπεργάζεται, 2. 10. 2 περιβάλλεται δὲ καί τι τοῦ ὄρους τοῦ᾿ Ιζαλὰ καὶ τὸ ἐπιλεγόμενον Θαμανῶν διανοστῶν ἀγκαλίζεται, εἶτα διεξοδεύεται ἁπαλῷ τῷ ῥείθρῳ διὰ τοῦ Μελαβασῶν ὄρους καὶ ἐς τὴν 2. 10. 3 μεσημβρίαν διαφοιτῶν κατευνάζεται. τὸ δὲ Μελαβασῶν ὄρος ἔφυ τῆς Μηδικῆς· μετὰ τοῦτο τὰ Καρδούχια ὄρη ἴδοις προκύπτοντα, ὡς γεωγράφοι κηρύττουσιν ἀξιοπιστίαν 2. 10. 4 ἡμῖν προβαλλόμενοι τὴν κατάληψιν. τοιγαροῦν ἀπολιπὼν τὸ Θαμανῶν῾ Ηράκλειος εἰς τὰ μεσημβρινὰ τῆς Μηδικῆς προσε- χώρησε καὶ ἅπασαν ἐκείνην τὴν γῆν περιτέμνεται, διαπορθμεύεται δὲ καὶ τὸν Τίγριν καὶ ἐς τὸ πρόσω παρελαύνει τὸ στράτευμα, καὶ ἐνεπίμπρα τῆς Μηδικῆς ἐκείνης χώρας ὅσα ἐπίσημα· εἶτα ἐπανῆκεν ἀνὰ τὴν῾ Ρωμαϊκὴν πολιτείαν καὶ τὴν Θεοδοσίου περιπτύσσεται πόλιν καὶ ἀναμίγνυται αὖθις 2. 10. 5 τοῖς ἀμφὶ τὸν Φιλιππικόν. τούτων δῆτα τελεσιουργηθέντων παρὰ τὴν δόκησιν, ὁ στρατηγὸς τὴν τάφρον διέλυσεν. χειμῶνος γὰρ ἤδη που ἐνεδήμει καιρός, καὶ ἡ ἐγκύκλιος τῶν. 6 των ἐπίδοσις τῷ῾ Ρωμαϊκῷ ἐχεῖτο συντάγματι. ἐπεὶ δ' ἐαρέτιδες ὧραι τὴν περιχθόνιον πόαν ἐξέφυσαν, ἐδίδου ὁ στρατηγὸς τὰς μὲν δύο μοίρας τῆς῾ Ρωμαϊκῆς πάσης δυνάμεως῾ Ηρακλείῳ τῷ῾ Ηρακλείου πατρὶ τοῦ αὐτοκράτορος, τὸν δ' ἅτερον ἀποδασμὸν Θεοδώρῳ τῷ Τουραβδηνῷ καὶ᾿ Ανδρέᾳ· (ἑρμηνεὺς δ' ἄρα οὑτοσὶ τοῦ Σαρακηνικοῦ φύλου τοῦ ἐπικουροῦντος 2. 10. 7῾ Ρωμαίοις), προσέταττε δ' ἀπεκδρομῇ καὶ ἐφόδοις προσχρήσασθαι καὶ κατᾶραι αὖθις τῆς Περσῶν πολιτείας. ὑπενόσει γὰρ ὁ στρατηγὸς καὶ πολεμικῆς ἀγωνίας ἐφάπτεσθαι οὐχ οἷός τε ἦν. 2. 10. 8 Τούτῳ δῆτα τῷ ἐνιαυτῷ Κομεντίολος ἐπὶ τὴν᾿ Αγχίαλον ἧκε συναγείρει τε τὸ στράτευμα τούς τε ἀλκιμωτάτους τοῦ πλήθους διευκρινήσας τῆς ἀχρήστου δυνάμεως διεχώριζεν. τρεῖς δὲ τάξεις συντέταχε καὶ τρίχα ἀνὰ τοὺς βαρβάρους 2. 10. διέσπειρεν· καὶ τοῦ μὲν δεξιοῦ λόχου ταξιαρχεῖν Μαρτίνῳ παρεκελεύετο, Κάστον δὲ λοχαγὸν τοῦ ἑτέρου κέρατος προεστήσατο· τὸ δὲ μεσαίτατον τῆς δυνάμεως ὁ στρατηγὸς ἀνελάμβανεν. ἡ δὲ πληθὺς τῆς μαχίμου δυνάμεως ἓξ χιλιάδες ὑπῆσαν· αἱ γὰρ τέτταρες διὰ κακίαν ψυχῆς ἦσαν ἀπόμαχοι, ἃς καὶ προσέταττεν ὁ στρατηγὸς μετά γε τῆς ἀποσκευῆς διὰ 2. 10. 10 φυλακῆς ἔχειν τὸν λεγόμενον χάρακα. ὁ μὲν οὖν Κάστος τὸ ἑαυτοῦ ἀράμενος σύνταγμα τὰ τῆς χώρας περιενόστει λαιά, ἧκε δὲ ἐπὶ Ζαλδαπὰ ἐπί τε Αἷμον τὸ ὄρος. ἀτὰρ ἀδοκήτως τοῖς βαρβάροις ἑωθινὸς κατεσπίλασεν ἀφράκτους τε εὑρόμενος ἐνευδοκίμει τῷ δόρατι περίδοξόν τε ἀπεφέρετο τρόπαιον· τοῦ γὰρ πλήθους τῶν βαρβάρων ἀποδασμὸν διέφθειρε 2. 10. 11 μέγιστον. καὶ οὖν λαφύροις πολλοῖς τὴν ἀριστείαν ἀνεκαλλώπιζεν ἀποίσειν τε ὑπασπιστῇ ἐδίδου τινί. ὡς εἴθε μὴ ὤφελεν· τοῦτον γὰρ ἀφαιροῦνται τὴν προνομὴν. 12 σθέντες τῇ ὑστεραίᾳ οἱ βάρβαροι. Μαρτῖνος δ' ἐς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος ἐνθαδὶ τὸν Χαγάνον τό τε᾿ Αβαρικὸν αὐλιζόμενον ἐπεσκόπευεν. ἐλλοχῶσι γοῦν οἱ῾ Ρωμαῖοι καὶ ἀθρόον καρτερῶς ἐπιτίθενται. καὶ ὕφαλός τις ἐνῆν τοῖς βαρβάροις ὁ θάνατος, ᾗ τις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά 2. 10. 13 πως τὸ πολέμιον. ὁ δὲ Χαγάνος παράδοξόν τι ἕρμαιον τὴν σωτηρίαν ηὐτύχησε καὶ φυγῇ συνέριθος ἦν· ἐλάνθανε γὰρ νῆσος ἐν τῇ λίμνῃ τὸν βάρβαρον διασώζουσα. ἦ γὰρ ἂν ἥλω καὶ περίδοξον ἐγεγόνει῾ Ρωμαίοις ζωάγριον. μέγιστος γὰρ οὑτοσὶ καὶ ὀνομαστότατος τοῖς βαρβάροις ἐνέσκηψε κίνδυνος. ἦν δ' ἄρα τἀληθὲς καὶ παρὰ τῶν αὐτομολησάντων 2. 10. 14᾿ Αβάρων πέμπτῃ ἡμέρᾳ νοσφίσασθαι. καὶ δῆτα ἀνέζευξεν ἐξ ἑωθινοῦ ὁ Μαρτῖνος, ἔνθα τῷ στρατηγῷ τῇ προτεραίᾳ διώριστο, ὡμορρόθει δὲ καὶ Κάστος ἐς ταὐτὸν Μαρτίνῳ γενόμενος. πλείστης τε δυνάμεως ἐδίδοσάν τε καὶ ἀντελάμβανον τῇ συντυχίᾳ παρ' ἑαυτῶν τὰ συντάγματα ἀσυλίαν ἐχυρωτάτην εἰληχότες διὰ τὴν σύμμιξιν. 2. 11. 1 Κομεντίολος δὲ τὴν ὁμολογίαν ἀποπεμψάμενος τάς τε πρὸ τῆς προτεραίας συνθήκας οὐδέν τι διεπράξατο ἐς ἐντρέχειαν βλέπον, οὔτε ὡς τὸν Κάστον καὶ Μαρτῖνον ἀπῴχετο διὰ τὸ πλῆθος βαρβάρων ἐς νῶτα διασύρεσθαι καὶ ἐν τροπαίῳ συμπλέκεσθαι. 2. 11. 2 λόγος δὲ καταιτιᾶται καὶ῾ Ρουστίκιον συντάγματός τινος ἡγεμονεύοντα τῷ στρατηγῷ ὑποτίθεσθαι ὀλιγώρως ἔχειν περὶ τὴν ἄφιξιν καὶ παραμελεῖν τῆς ἐς Μαρτῖνον καὶ Κάστον ἀντανόδου διά τε τὸ τῆς τύχης ἀσαφὲς καὶ δυσέφικτον, τήν τε βασιλέως γνώμην μὴ οὕτως ἔχειν, καὶ τηλικούτοις μὴ 2. 11. 3 ἐγχειρεῖν κινδύνοις ἐπείγουσαν. καὶ δῆτα ἐξεδίδου ὁ στρατηγὸς῾ Ρουστικίῳ τὰ ὦτα, καὶ τὸ σπουδαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. Μαρτῖνος δὲ καὶ Κάστος ἐς Μαρκιανοῦ πόλιν τὸν στρατηγὸν ἥκειν πυθόμενοι παρ' αὐτὸν ἐπανῄεσαν. ἡλίου δ' ὑπαρχομένου τῆς κυκλικῆς τῆς φωσφόρου δινήσεως, πανστρατιᾷ Κομεντίολος ἐπὶ τὸν ἴδιον ἐχώρησε χάρακα, ἔνθα καὶ τοὺς ἀπολέκτους τοῦ῾ Ρωμαϊκοῦ καταλελοίπει στρατεύματος. 2. 11. 4 μετ' ἐκεῖνο δῆτα ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύεται, ἐπί τε τοὺς γηλόφους καὶ τοὺς ἐφ' ὕψους αὐλῶνας ἀνάγων. Σαβουλέντε δὲ Κανάλιον ὁ τόπος ὠνόμασται ἐπιχωρίῳ προσηγορίᾳ τινί. ἀλλὰ φέρε τοῦτον ὑπογράψωμεν τῷ λόγῳ καὶ φραστικῇ τινι δυνάμει διαμορφοῦν ἐγχειρήσωμεν. 2. 11. 5 χῶρος δ' οὗτος πάγκαλος καὶ μετέωρος, ἀνὰ τὸ τοῦ ὄρους μεσαίτατον ὕπτιος τὴν θέσιν, πεδίον καθειμένον, ἀνθοφόροις προσαυλαῖς ἅπαν κατάκομον. λειμῶνες δὲ τούτῳ χλοάζοντες 2. 11. 6 ὀφθαλμῶν ἑορτὴ καὶ ἑστίασις. διατριβαὶ δὲ αὐτῷ κατάσκιοι, τῷ λασίῳ τῆς ὕλης τὸν ἐπιβάτην ἐγκρύπτουσαι καὶ πολλὴν ἀλέαν μεσημβρίας ὥρᾳ τοῖς ἐντυγχάνουσιν ἀποτίκτουσαι, ὁπότε ταῖς ἡλιακαῖς ἀκτῖσι καὶ τὰ τῆς γῆς ἐνδόμυχα κατῃθάλωται. καὶ ἔστιν ὁρᾶν μὲν ἡδύ, εἰπεῖν δ' οὐ ῥᾴδιον. 2. 11. 7 περιρρεῖ δὲ τὸν τόπον ὑδάτων ἀφθονία, μήτε τὸν πίνοντα παραλυποῦσα ταῖς ὑπερβολαῖς τῆς ψυχρότητος, μήτε τὸν ψυχάζοντα ἀποκναίουσα διὰ τὸ τῆς ὁμιλίας ὡς ἔπος εἰπεῖν μαλθακώτερον. ξεναγωγοῦσί τε ὄρνιθες τοὺς θεατὰς τοῖς μέλεσι μουσικώτερον ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὀχούμενοι, ᾄδουσί τε αὐτοῖς νηπενθές τε ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων, καὶ πολλὴν τὴν ἀλυπίαν τοῖς ὁδίταις 2. 11. 8 ταῖς ᾠδαῖς παραπέμπουσιν. ὁ δὲ κιττὸς καὶ ἡ μυρρίνη καὶ ἡ σμῖλαξ μετὰ τῶν ἄλλων ἁπάντων ἀνθῶν καλλίστῃ τινὶ συμφωνίᾳ τρυφὴν ἄϋλόν τινα ταῖς ὀσμαῖς τελεσφοροῦσι κομιδῇ ἀφθονώτατα, καὶ καταπλουτοῦσι ταῖς εὐωδίαις τὸν ἐνδημήσαντα ὥσπερ τινὶ φιλοξενίας ἀρίστῳ θεσμῷ. σκευὴν θυμηδίας τινὰ τοῖς φοιτηταῖς προφερόμενοι. ἔνθα δὴ τῇ προτεραίᾳ, ἅμα τῇ ὑστεραίᾳ τὸ στρατόπεδον προσέταττεν ὁ στρατηγὸς ἐναυλίζεσθαι. περὶ τὴν ξυλίνην δὲ γέφυραν τοῦ γείτονος ποταμοῦ ἀνιχνεύειν τὸ᾿ Αβαρικὸν ἐξ ἑωθινοῦ λοχίτῃ γε ὄντι Μαρτίνῳ ὁ στρατηγὸς ἐγκελεύεται ἐπισκοπεῖν τε, εἴγε διεπεραιώθη τὸν ῥοῦν τὸ πολέμιον, Κάστον δὲ κατὰ τὴν λιθίνην διάβασιν ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα, πῶς τε ἔχουσι γνώμης, καὶ πρὸς τὸ ἀντιπέρας 2. 11. 10 εἴγε στρατοπεδεύοιντο. ἀλλ' ἐπεὶ Μαρτῖνος ἐτεθέατο διαπεραιοῦσθαι τὸν ῥοῦν ὅσον οὔπω τὸ πολέμιον μέλλον, παλίνορσος οἷα ἐπανῆκε καὶ συνέρρει τοῖς ἀμφὶ τὸν Κομεντίολον 2. 11. 11 στρατεύμασιν. ὁ δὲ Κάστος ὑπεσβαίνων τόν τε ποταμὸν διεπεραιώσατο καὶ εἰς τὸ πέραν ἀφικόμενος συγγίνεται τοῖς προθέουσι τῶν ἀντιπάλων καὶ ῥωμαλεώτερον ἅπαντας τῷ 2. 11. 12 ἀκινάκῃ διώλεσεν. δράσας δὲ τὰ τοιαῦτα οὐχ οἷός τε ἦν τὴν παροῦσαν εὐπραγίαν διαφυλάξασθαι σκαιοῦ τινος δαίμονος ὑποθήκαις. οὐκ ἀνέζευξε γὰρ ἐπὶ τὸν Κομεντίολον, ἀλλ' ἐπὶ τὴν ξυλίνην ἀποιχόμενος γέφυραν συμπαρομαρτεῖν 2. 11. 13 ἐπειρᾶτο Μαρτίνῳ. ἐπεὶ δὲ διητύχησε τοῦ βουλήματος, ἡλίου δυομένου ἐπαννύχιζε κατὰ τὸν χῶρον. τῇ δ' ἐπιούσῃ διενυκτέρευε τὸ πολέμιον καὶ διὰ τῆς ξυλίνης γεφύρας εἰς τὸ πέραν διεπορθμεύετο· οὐ γὰρ οἷόν τε ἦν ἄλλως διαπεραιοῦσθαι τὸ ῥεῖθρον. ἀγχιβαθὴς γὰρ ὁ ποταμὸς ἐπεφύκει πελαγίζων τε τῷ ῥοθίῳ τοὺς ἐπιβαίνοντας τῆς πορείας ἀπεῖργεν. 2. 11. 14 συννεύοντος δὲ καὶ Κάστου ὡς τὰ οἴκοι καὶ ἀνταναγομένου ἐπὶ τὸ στρατόπεδον, ἀντιμέτωπον τὸ δυσμενὲς συνεκύρησε πλῆθος, καὶ δυσάντητον ἦν τὸ κακὸν καὶ σοφίσματος ἄμοιρον. 2. 12. 1 ἀτὰρ ἱδρὼς περιέρρει τῷ Κάστῳ, ἀπορίᾳ δὲ τὴν ψυχὴν κατεβάλλετο, ὠρρώδει τε καὶ ἐδεδίει, καὶ ἐς μέγα κακοῦ τὰ 2. 12. 2 τῆς συμφορᾶς εἶχε τὴν πρόοδον. περισχίζεται δὲ παραυτίκα τὸ σύνταγμα, καὶ ἄλλος ἄλλῃ, ὡς εἶχε δειλίας, ἐτράπετο, καὶ οἷα πτῶκές τινες ἢ νεβροὶ κυνηγέτου ἐπιβουλὰς παρωθούμενοι πρὸς τὰ τέμπη παρεκρύπτοντο, ἐγκεκορδυλημένοι 2. 12. 3 τοῖς ἄλσεσιν. ἁλόντες δέ τινες τοῦ῾ Ρωμαϊκοῦ ὑπὸ τῶν᾿ Αβάρων ἀνήκεστά τε ᾐκίζοντο καὶ ἄλλας ἄλλοτε στρεβλώσεων ἐπινοίας ὑπέμενον. ἠπειλεῖτο δ' αὐτοῖς καὶ τρόπος θανάτου πικρότατος, εἰ μὴ τὸν Κάστον ὅπῃ καὶ τύχοι τραπέντα 2. 12. 4 παραδηλώσωσιν. τοιγαροῦν καθομολογοῦνται δακτυλοδεικτοῦσί τε τὸν Κάστον οἷά πως ἐπιφυλλίδα τινὰ ἐν μέσῳ τῆς ὕλης ἀποκρυπτόμενον. καὶ οὖν ἐζωγρεῖτο ὁ ταξιάρχης καὶ λιπαρόν τι κύρμα τοῖς πολεμίοις ἐγίνετο. ἀλλὰ καὶ πλείστη ἀπόμοιρα τοῦ στρατεύματος ἅμα τῷ Κάστῳ ὑπὸ τῶν δυσμενῶν συνεσφίγγετο. 2. 12. 5῾ Ο δὲ πόλεμος ἐπίδοσιν μᾶλλον ἐλάμβανε καὶ πρὸς τὸ λαβρότερον ἐξεκαίετο. ὁ γὰρ Χαγάνος ὥσπερ ἀπό τινος ἀφετηρίας κακῶν ἐπαφίησι στρατιὰν πολλήν, ὅπως τὴν 2. 12. 6 Θρᾴκην διατέμηται πᾶσαν. ἐνάλλεται τοίνυν ἐπὶ προνομὴν τὸ πολέμιον διὰ τῶν τῆς Μεσημβρίας ὁρίων, καὶ δῆτα τοὺς φύλακας (πεντακόσιοι δ' οὗτοι, περιφρουροῦντες τὰ. 7 ματα) ἡρωϊκώτερον παραταξαμένους ἀνεῖλον.᾿ Ανσιμοὺθ δέ τις ταξίαρχος (πεζικοῦ δὲ οὗτος στρατεύματος ἡγεμόνευε περὶ τὴν Θρᾴκην ἐνδιατρίβοντος), ὁπηνίκα ᾔσθετο τὸ᾿ Αβαρικὸν ἐπιφοιτῆσαν, ἠθροίκει τὴν στρατιὰν καὶ πρὸς τὰ Μακρὰ 2. 12. 8 τείχη διέσωζεν. αὐτὸς δ' ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως ἐτύγχανεν ὢν συνώθει τε πρὸς τὸ εἴσω τὸ στράτευμα. τοῦτό τοι καὶ ζῶντα τοῖς βαρβάροις ἀπέδοτο. ἥλω γὰρ καὶ πρόχειρον θήραμα τοῖς προθέουσι τῶν πολεμίων ἐγίνετο· οὐ 2. 12. γὰρ τὰ νῶτα διὰ φυλακῆς εἶχεν ὁ δείλαιος. μετ' ὀλίγον δ' ὁ Χαγάνος καὶ τὴν λοιπὴν τοῦ πλήθους ἀπόμοιραν τῇ Θρᾴκῃ προσέχεε διὰ πλείστων τε τόπων τὴν εἴσβασιν ἐπεποίητο, σκαιόθεν δ' οἱ ἀμφὶ τὸν Κομεντίολον ἐστρατοπεδεύοντο. διά τοι τοῦτο ἀποκρύπτονται οἱ῾ Ρωμαῖοι πρὸς ταῖς ὕλαις τοῦ Αἵμου, τό τε πολέμιον παρῄει εἰς πλείστας ἀνὰ τὴν Θρᾴκην 2. 12. 10 διασπείρεσθαι μοίρας. τρίτῃ δ' ἡμέρᾳ ὁ Κομεντίολος τοὺς λοχαγοὺς καὶ χιλιάρχους τούς τε ἐπιεικεστάτους τοῦ συντάγματος ἐπὶ τὸ ἑαυτοῦ συνήλιζε σκηνοπήγιον καὶ συνεκοινοῦτο 2. 12. 11 ὅ τι καὶ μέλλοι ἂν δράσειν. τῇ δ' ὑστεραίᾳ τούς τε ἱππεῖς καὶ τὸ πεζικὸν συναθροίσας ἐκκλησίαν τε ἀγείρας παρενεγύα τῷ συλλόγῳ μὴ τὰ νῶτα τοῖς βαρβάροις παρέχεσθαι δεύτερά τε πάντα τῆς ἀρετῆς διατίθεσθαι. 2. 13. 1 τονθορύζων δέ τις τῶν χιλιάρχων ἐς μέσον ἔστη ἀπερικαλύπτως τε τοῦ στρατηγοῦ τὰς ὑποθήκας διέχεεν, εἰς τοὐπίσω δ' ἀναρρεῖν ἔφασκε συνοίσειν αὐτῇ τε τῇ στρατιᾷ καὶ τῷ στρατηγῷ, τοῖσδε τοῖς λόγοις χρησάμενος. 2. 13. 2"῎ Ανδρες τεχνῖται τὸν πόλεμον, τολμηταὶ τὰς ψυχάς, ἀλλ' ὅτε καιρὸς συμμαχεῖ καὶ τύχη τίς ἐστι τοῖς ἡμετέροις ἐπίρροπος. ἄνδρες, παρ' οἷς κοινὸς μὲν ὁ κίνδυνος, ἡ δὲ 2. 13. 3 σωτηρία ἁπάντων ἀμέριστος. ὁπόσον ἡ δειλία κακίζεται, ἐπὶ τοσοῦτον ἔχει ψόγον τὸ θράσος ἀντίθετον. ὄκνος δὲ φρονήσεως ὅρος ἀκρότατος, ὅταν οὐκ αἰσχύνην τὴν εὐβουλίαν, 2. 13. 4 ἀλλ' εὐσχημοσύνην τὴν σωφροσύνην ποιήσηται. ἀλλὰ πρίν τι τῶν ἐμῶν ῥημάτων ἐκ τῆς ἑαυτῶν μητρὸς τῆς καρδίας προκύψαν καὶ τοῖς ὠσὶ τοῖς ὑμετέροις μαιεύσησθε, τοῦ στρατηγοῦ τὴν ἀξιοπιστίαν μικρὸν ἀποπέμψασθε, μή πως τῶν βουλευτῶν τὴν ἀκοὴν διαβύσητε, καὶ προφθάσῃ ὥσπερ θύρᾳ τινὶ κεκλεισμένῃ τῇ ἐγκοπῇ τὸν φθεγγόμενον, καὶ 2. 13. 5 τοὺς ἡμετέρους πρὶν εἰσοικίσησθε ἀποβάλησθε λόγους. ἀξιοπιστία γὰρ αὐτοδυνατόν τι χρῆμα, καὶ τὴν ἰσχὺν οὐκ ἐπίκτητον ἔχει, ἀλλ' οἷα πηδάλιον τὸ βούλημα κέκτηται, ὅποι 2. 13. 6 καὶ θέλει τοὺς ἀκούοντας οἰακίζουσα. ἀντιτείνειν, ἄνδρες, ὁ στρατηγὸς τῷ πολεμίῳ παρεγγυᾷ, καὶ ἀντιπρώρους πλεῖν τοὺς ὀλίγους τοῖς πλείοσιν ἐγκελεύεται, καὶ ταῦτα καὶ Κάστου 2. 13. 7 διολωλότος. ὑμεῖς δέ μοι καὶ μάρτυρες, ὡς μὴ πάντες ἀγαθοὶ παρατάττεσθαι, εἰ μή γε λυπῶ μικρόν τι διαγυμνώσας ὑμῖν τὴν ἀλήθειαν. παρ' ἐμοὶ γὰρ ἐπίπλαστος ἔπαινος ἀληθοῦς ἀτιμότερος ψόγου, ἐπεὶ μηδὲ δουλεύει τοῖς ἐγκωμίοις τὰ 2. 13. 8 πράγματα. ἢ οὐχὶ τὸν χάρακα ὁ στρατηγὸς ἔναγχος τοῖς ἀπομάχοις περιφρουρεῖν διετάξατο; ἄνδρες δ' οὗτοι τετρακισχίλιοι, ὡς μικροῦ δεῖν τὸ λεῖπον τοῖς συμπλεκομένοις ἰσάζεσθαι καὶ τοῖς ἀγωνισταῖς τὸ ἀπόμαχον, τό τε ὑγιὲς 2. 13. ἐφάμιλλον εἶναι τῷ σκάζοντι. σιωπήσομαι δὲ καὶ ὅσην τῆς ψυχῆς εὐρωστίαν διώλεσε τὰ πρὸ μικροῦ δυστυχήματα, ὅπως τε πλείστην ἐπίκουρον ῥοπὴν ἀπέκειρε τὸ πολέμιον. καὶ εἰ μὴ σφάλλομαι, μείζονα τῆς πρὸ μικροῦ συμβάσης εὐκλείας 2. 13. 10 τὰ τῆς ὑπογύου συμφορᾶς ἀποτεύγματα. ἀνεῖλε Κάστος τῶν βαρβάρων πολλοὺς καὶ τὴν λείαν ὡς αὑτὸν ἀνελάμβανεν· ἀλλ' ἀνθεῖλε ταύτην τῇ ὑστεραίᾳ ὁ βάρβαρος. νῦν δὲ καὶ δυσφημότατον ἐπιμύθιον λέξω· κἀκεῖνον συνέλαβε τούς τε στρατιώτας ἐζώγρησε καὶ θρίαμβον ἔνδοξον ἀνεδήσατο. καὶ 2. 13. 11 λαθεῖν ἐν ἄλσει κρυπτόμενον τὸν Κάστον οὐκ ἦν. καίτοι τὸν Χαγάνον λιμναζομένη νῆσος ἐκάλυπτεν, καὶ οὐκ ἐξεῖπε Μαρτίνῳ τὸν ἐμφωλεύοντα, ἀλλ' οἷα μυστήριόν τι. 12 ρητον τοὺς ἀμυήτους ἀπέκρυπτεν. ἤδη δὲ καὶ βασιλέα τὰ μικρά πως ἐκεῖνα ψυχαγωγοῦσιν ἀνδραγαθήματα, κοὐκ ἂν ἐπίθετον ἡμῖν σύμμαχον προσχέῃ βοήθειαν μήπω τῶν νεωτέρων 2. 13. 13 ἀτυχημάτων αἰσθόμενος. οἶδα δ' ὅτι καὶ τὸ πολέμιον προμηθέστερον ἀπεργάσονται οἱ ἔναγχος αὐτὸ περιστροβήσαντες θόρυβοι, καὶ πολλὴν λοιπὸν τὴν προφυλακτικὴν 2. 13. 14 ἀσυλίαν ἀσκήσειε διὰ τὸ μικρὸν ἐκεῖνο δυστύχημα. ἀποχρώντως ὑπὲρ τοῦ συνοίσοντος, ἄνδρες, διείλεγμαι. ἐμοὶ δὲ τύχη διασφαλῆναι δοίη τῆς δόξης αὐτὴν τὴν παρ' ἑαυτῆς ἐπικουρίαν ὑμῖν ἀντεξάγουσα." 2. 13. 15῞ Οτε τοίνυν ὁ χιλίαρχος τοὺς ἀγεννεῖς τούτους ἐξηρεύξατο λόγους τοῖς τε ῥήμασιν ἐξεδειμάτου τὸν σύλλογον, ἀτρεμοῦντός τε τοῦ πλήθους καὶ τεθηπότος τοῖς φοβεροῖς διηγήμασιν, ἀνήρ τις πρεσβύτης ἐκ τῆς ἐκκλησίας ἀνέθορε μετὰ βοῆς τῷ χιλιάρχῳ μεμφόμενος, ἐξῄτει τε τὴν ἐκκλησίαν ἐς λόγους 2. 13. 16 ἀντιλογίας γενέσθαι. ἐπεὶ δὲ τὸ πλῆθος ἐπένευε καὶ ταῖς χερσὶ προαγορεύειν ἐκέλευσεν, φωνῇ γηραλέᾳ ποτνιώμενος πρεσβυτικῷ τε δακρύῳ τοῖς ῥήμασι τὴν αἰδῶ προτρεπόμενος ὧδέ πως τῶν λόγων ἀπήρξατο. 2. 14. 1"῎ Ανδρες῾ Ρωμαῖοι, ἀλλ' εἰ μὴ τοῖς ἔργοις ψεύσησθε τὰ ὀνόματα· ἄνδρες, ἀλλ' εἰ μετὰ τοῦ σώματος ἄρρενας σχοίητε τὰς ψυχάς. εἰ καὶ τοῖς λόγοις κομπάζειν μεγάλα οἶδε καὶ περικυκᾶν ὁ χιλίαρχος, ὅμως ἐνδρανέστερα τῶν ῥημάτων τὰ πράγματα καὶ ψόφων οὐκ ἀνεχόμενα· οὐ γὰρ 2. 14. 2 καθάπερ παῖδας ἡμᾶς μορμολύττεται τοῖς σοφίσμασιν. ἐγὼ δὲ πρῶτον ἡδέως ἐροίμην ἐκεῖνον· πρὸς τῆς ἀληθείας, τίσι ταῦτα δημηγορεῖς, ὦ χιλίαρχε; ἀγροίκους ἂν ἐβουκόλησας ταῦτα φθεγγόμενος, παρ' οἷς ἀντὶ μὲν ξίφους τὸ πτύον, διφθέρα δὲ θώραξ, ἀντὶ δὲ ἵππου γαύρου τε καὶ ὑψαύχενος ἀροτῆρες βόες, ἰδιῶται τοῖς ἔργοις καὶ θεράποντες γεωργῶν. 2. 14. 3 τί τὴν ἐκκλησίαν γυναικωνῖτιν ὑπείληφας, καὶ μετὰ τοῦ γένους τὴν φύσιν ἐνύβρισας; ἀδικεῖς τοῖς λόγοις τὰ πράγματα καταναισχυντῶν τῆς βουλῆς. οὐκ ἐν ἀρρένων ὄψεσιν ἐκχεῖν ἀσχήμονας λόγους ἐδόκησας; ἢ οὐκ ἐκκλησίαν ὁρᾷς καὶ δῆμον῾ Ρωμαϊκὸν αὐχοῦντα τῇ προθυμίᾳ καὶ σφριγῶντα τοῖς ὅπλοις καὶ πείρᾳ κινδύνων καὶ προμηθείᾳ τοῦ συνοίσοντος ἐπιστήμονα; τί σοι μικρὰ συμφορὰ μεγάλων ἀνδραγαθημάτων 2. 14. 4 ἐπίδοσιν περιέτεμεν; καταισχυνέτω σε τὸ πολέμιον μὴ τεθηπὸς ἐπὶ τοῖς ἀτυχήμασιν. ὁ πρὸ μικροῦ λιμναῖος ὥσπερ γενόμενος καὶ πρὸς τῇ νήσῳ φυγὼν καὶ τὴν τῶν ὑδάτων πίστιν σωτηρίαν ἄπιστον ἀνελόμενος νῦν ἀνδρικῶς παρατάττεται καὶ παραθαρρύνει τοὺς τραυματίας καὶ πείθει τοῖς ἕλκεσι μείζονας ὑπὸ τῶν ἐχθρῶν βολὰς ὑποδέχεσθαι ὥσπερ τινὰ 2. 14. 5 φάρμακα μεγίστων ἀλγηδόνων θελκτήρια. τῶν γὰρ ἔμπροσθέν ἐστιν ἐπιλήσμων κακῶν· ἀπορεῖν γὰρ εὐπραγίας ἀνάγκη τὸν 2. 14. 6 μὴ μεταβάλλεσθαι τὰς δυσχερείας ἐλπίσαντα. πόθεν῾ Ρωμαῖοι ἐς μέγα προῆλθον δυνάμεως καὶ μικρὰν πολιαρχίαν ἐς τοσοῦτον κράτος παρέτειναν; ἐγὼ μὲν οἶμαι τῷ μεγαλόφρονας εἶναι καὶ ζέοντας ἔχειν τοὺς ἔρωτας, καὶ τῷ τολμητὰς πεφυκέναι καὶ φιλοκινδυνευτάς, καὶ τοῦτο δοκοῦντας τεθνάναι τὸ μὴ 2. 14. 7 τεθνάναι δι' εὔκλειαν. εἰ γὰρ παραπλήσιοι ἦσαν τῇ τοῦ χιλιάρχου ψυχῇ, οὐ τῆς Εὐρώπης ἐκράτησαν ἄν, οὐ τὴν Λιβύην εἶχον ὑπήκοον, οὐκ ἀργυρολόγους ἐπὶ τὴν᾿ Ασίαν ἐξέπεμπον, οὐ τὸν Νεῖλον ὑπηρέτην ἐκέκτηντο τὸν Αἰγύπτιον πλοῦτον ὥρᾳ θέρους ταῖς῾ Ρωμαϊκαῖς πελαγίζοντα πόλεσι καὶ ταῖς ὁλκάσιν ὥσπερ ἀποχερσοῦντα τὴν θάλατταν. οἷον δέ σου 2. 14. 8 καὶ τὸ θαυμαστὸν τῶν λόγων ἐφόλκιον; οὐκ ἔσται, φησίν, ἡμῖν ἐπίθετος δύναμις. τίς σοι τοὺς τῆς μαντικῆς ταύτης ἐπίστευσε γνώμονας; ἢ ὥσπερ ἐκ Πυθίας τινὸς τῆς ἀνανδρίας ἀνείλου τὸ μάντευμα; ἔχει καὶ τοῦτο μετὰ τῶν ἄλλων ὁ ὄκνος ἐγκώμιον· μάντις ἐστὶν αὐτοδίδακτος καὶ στοχαστὴς ἑτοιμότατος ἀεὶ τοῖς πράγμασι τὴν ἀναβολὴν ἀποσχεδιάζων 2. 14. αὐτόματον. ἐγὼ δὲ τεθαύμακα, εἰ πρὸς τοῖς Μακροῖς οἱ βάρβαροι διαθέουσι τείχεσιν, καὶ βασιλεὺς οὐκ ἐγρήγορεν, 2. 14. 10 τηλικούτων ἀνὰ τὸ ἄστυ κυμαινόντων θορύβων. μία τις, ἄνδρες, ἀκαταγώνιστος σύμμαχος ἡ πάντων ὑψηλοτέρα μεγαλοψυχία καθέστηκεν, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστῶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλεώτερον. 11 μένουσα. ἔνθους τοίνυν ἅπας ἐς μάχην χωρείτω τὸ τήμερον, καὶ μέγαν τοῖς ἔργοις εὐδοξίας χαρακτῆρα προσβάλωμεν· οὐ γὰρ τοῖς ὀνόμασιν ὑβρίσω τὰ πράγματα, καὶ τὴν ἀνδρείαν 2. 14. 12 θράσος ἀποκαλέσομαι, ἢ τὴν ἀριστείαν προπέτειαν. ταῦτα μὲν ὁ πρεσβύτης ἐγὼ καὶ φιλοκίνδυνος. εἰ δέ τῳ καὶ ἄλλῳ δοκεῖ, ταύτῃ κρινέτω. εἰ δὲ μή, ἀλλ' ἔμοιγε περιθάλπειν ἐάτω· οὐ γὰρ τὸ καλὸν τῆς ὁμοίας παρὰ πάντων εὐνοίας τετύχηκεν, οὔτε τὰ δεξιὰ τοῖς πᾶσι σπουδάσαι δοκεῖ. ἡ γὰρ ἀρετὴ ὑψηλόν τι χρῆμα καὶ δύσαντες καὶ τοῖς πολλοῖς οὐ μετόν, ἢ διὰ κακίας ἰσχὺν ἢ ἀνορεξίαν τοῦ κρείττονος." 2. 15. 1᾿ Επεὶ δὲ ταῦτα ὁ γέρων τῇ ἐκκλησίᾳ ἐνήχει τὰ ῥήματα, ἐζωπύρει τὸ πλῆθος καὶ παρώτρυνε πρὸς παράταξιν, τῶν μὲν βελτίστων ἀκαθέκτους τὰς ἐφέσεις ποιούμενος, τῶν δὲ νωθροτέρων οἷα μάστιγι τῷ λόγῳ τινὶ διανύττων πως 2. 15. 2 καὶ μεταπλάττων τὸ ἄνανδρον. βοὴ δὲ πολλὴ ἐκ τῆς βουλῆς ἐκεκίνητο, καὶ ταῖς εὐφημίαις κατεκελάδουν τὸ θέατρον ἀγάμενοι τῆς μεγαλονοίας τὸν στρατιώτην τὸν γέροντα. παραχρῆμα δ' ἀδελφὰ τῆς ἑαυτῶν γνώμης συμφρονήσαντες ἅπαντες τὴν βουλὴν διαλύσαντες ἐς πανοπλίαν ἐτρέποντο. 2. 15. 3 κατῆραν τοίνυν τοῦ Αἵμου ἐπὶ Καλβομοῦντις καὶ Λιβιδουργὸν πολεμησείοντες, καὶ τὸν Χαγάνον εἰσορῶσιν οὐ πόρρω που διατρίβοντα, ἀλλ' ὡς ἀπὸ σημείων τεττάρων ἀπεριμερίμνως τὰς σκηνὰς συμπηξάμενον, ἅτε δὴ τῆς ἐκείνου πληθύος ἀνὰ 2. 15. 4 πᾶσαν ἐκχεθείσης τὴν Θρᾴκην. διακοσμήσας γοῦν ὁ Κομεντίολος τὸ στράτευμα καὶ ἐς τάξιν μίαν συντάξας βαδίζειν εἴα· καὶ πρὸς τὴν᾿ Αστικὴν χωρεῖν διατάττεται τήν τε νύκτα διὰ φυλακῆς ἔχειν προσπίπτειν τε τῇ ὑστεραίᾳ τῷ Χαγάνῳ λαίλαπος δίκην καὶ μέγιστον φόνον διὰ τῆς ὁμιλίας 2. 15. 5 παρέχεσθαι. ἀλλ' ἔδοξε τύχῃ τινὶ παραχαράττειν τῆς στρατηγίας τοὺς γνώμονας· κηφῆνος γὰρ δίκην τοὺς τῆς εὐβουλίας σίμβλους ἠφάνισε καὶ οἷα μελίττης τινὸς τοῦ στρατηγοῦ τοὺς 2. 15. 6 πόνους ληΐζεται. τοῦ γὰρ ἡλίου τὰ νῶτα τῇ σκυθρωπῷ νυκτὶ παραδείξαντος, καὶ τῆς περικαλλοῦς καὶ φωσφόρου λαμπάδος τὸ φαιδρὸν περιστειλαμένης καὶ παραχωρούσης κράτει νυκτερινῷ, ἕν τι τῶν ὑποζυγίων τὸν ἐπικείμενον 2. 15. 7 παραπέρριψε φόρτον. συνέτυχε δὲ τὸν κεκτημένον εἰς τὸ πρόσω βαδίζειν. οἱ δὲ παρεπόμενοι καὶ ὁρῶντες τὸ νωτοφόρον ζῶον τὰ ἐπικείμενά πως αὐτῷ ἐπισυρόμενον ἀκοσμότερον εἰς τοὐπίσω τραπέσθαι τὸν δεσπότην ἐκέλευον τό τε 2. 15. 8 σκευοφόρον ζῶον ἐπανορθοῦσθαι τοῦ πλημμελήματος. τοῦτό τοι τῆς ἀταξίας γέγονεν αἴτιον καὶ τὴν εἰς τοὐπίσω παλίρροιαν αὐτοματίζεται· παρηχεῖται γὰρ τοῖς πολλοῖς ἡ φωνή, καὶ παράσημον ἦν τὸ λεγόμενον, καὶ φυγὴν ἐδόκει δηλοῦν, ὡς οἷα τῶν πολεμίων ἐπιφανέντων ἀθρόον αὐτοῖς καὶ 2. 15. παρακλεψάντων τὴν δόκησιν. μεγίστου δὲ συμπεσόντος τῷ στρατεύματι θρύλου, θροῦς παρ' αὐτῶν πολὺς ἐπανίσταται, παλιννοστεῖν τε ἐβόα πᾶς γεγωνὼς διαπρύσιον, ἐπιχωρίῳ τε γλώττῃ εἰς τοὐπίσω τραπέσθαι ἄλλος ἄλλῳ προσέταττεν," τόρνα, τόρνα" μετὰ μεγίστου ταράχου φθεγγόμενοι, οἷα 2. 15. 10 νυκτομαχίας τινὸς ἐνδημούσης ἀδοκήτως αὐτοῖς. διασπᾶται γοῦν ἅπαν τὸ σύνταγμα ὥσπερ ἁρμονίας τινὸς τῶν ἐν τῇ λύρᾳ νευρῶν. ἐντεῦθεν ὁ Χαγάνος τὸν δεύτερον τοῦτον καὶ μέγιστον διεδίδρασκε κίνδυνον, καὶ ᾗ ποδῶν εἶχεν, καταλελοίπει τὰς συνήθεις διατριβὰς καὶ πρὸς ἕτερον μετῳκίζετο χῶρον, σωτηρίαν τε τῆς προτέρας παραδοξοτέραν. 11 χησεν. παραπλήσια δὲ καὶ τὸ῾ Ρωμαϊκὸν ἔδρα, καὶ ἀμοιβαία τις ἦν ἡ φυγή, καὶ φόβος τις κίβδηλος τὸ῾ Ρωμαϊκὸν περιεστρόβει στρατόπεδον, καὶ νόθος αὐτοὺς ἐξετάραττε 2. 15. 12 κίνδυνος. ὅμως ἀναιροῦνται τῶν᾿ Αβάρων οἱ πλείους, συμπλοκῆς ἀδοκήτου συνενεχθείσης ἀμφοῖν τοῖς στρατεύμασιν· ἀντιστραφέντων γάρ τινων τῆς῾ Ρωμαϊκῆς συμμορίας, εὐσθενέστατα τοῖς πολεμίοις προσέμιξαν. 2. 15. 13᾿ Επεὶ δὲ τῶν δισσῶν τούτων θορύβων ὁ Χαγάνος ἀνέπνευσεν, τὴν ἐκ τῶν ἐφόδων σπιλάδα διακρουσάμενος, τὸ βαρβαρικὸν συναθροίσας ταῖς῾ Ρωμαϊκαῖς προσέβαλλε πόλεσι τό τε φρούριον τὴν᾿ Αππιάρειαν ἐχειρώσατο. οὐ περιττὸν δέ μοι δοκεῖ καὶ τὸ ὅπως διεξελθεῖν καὶ μικρόν τινα λόγον ὥσπερ ἐμβόλιμον τῇ συνεχείᾳ χαρίζεσθαι. 2. 16. 1 στρατιώτης τις ἦν, Βουσᾶς ὄνομα αὐτῷ, ἀνὴρ ἀγαθὸς ἐς παράταξιν καὶ τῶν ἐνηθληκότων ἄλλων ἀριστέων διὰ ψυχῆς ἀρετὴν ἐνδοξότερος, τούτων τε προκινδυνεύων ἀεί, ὁπότε που καὶ 2. 16. 2 σάλπιγγος ἐνυάλιον φωνούσης ᾐσθάνετο. οὗτος κατ' ἐκεῖνο 2. 16. 2 καιροῦ παρῴκει τὸ φρούριον. τοιγαροῦν ἔδοξε τῷ Βουσᾷ ἱππάζεσθαι ἐς τοὺς πέλας τοῦ φρουρίου λειμῶνας, εἶτά τι καὶ πορρωτέρω που παρεκτείνεσθαι ἅτε δὴ κυνηγετήσων πως 2. 16. 3 εὐδοκιμώτερον. οὐκοῦν τὸν Βουσᾶν οἱ βάροι συλλαμβάνουσιν, καὶ γέγονεν ὁ κυνηγέτης εἰς θήρατρον. ἐπεὶ δὲ κατέσχον, ἠπείλουν αὐτοῦ καθικέσθαι τῷ δόρατι. ὁ δ' ἐξῄτει μὴ τοῦτο ποιεῖν, λύτροις δὲ μᾶλλον τὸ ζῆν ἐμπορεύεσθαι· μὴ γὰρ ὀνήσειν τοὺς βαρβάρους τὸ τεθνάναι τὸν 2. 16. 4 Βουσᾶν καὶ δώρων ὑπερφρονῆσαι λαμπρῶν. εἰσεποιήσαντο τοίνυν οἱ βάρβαροι τὴν ὑπόσχεσιν καὶ τὴν ἐμπορίαν οὐκ ἀπηνήναντο. καὶ οὖν ἄγουσι τὸν ἑαλωκότα ἐπὶ τὸ φρούριον ἐπεκηρυκεύοντό τε τοὺς ἐν τῷ ὀχυρώματι πρὸ τῶν ὀφθαλμῶν ἀποσφάττειν τὸν Βουσᾶν, εἰ μὴ δώροις αὐτὸν καὶ φιλοφροσύνῃ τιμήσαιντο. ἠντιβόλει δὲ καὶ ὁ 2. 16. 5 Βουσᾶς μὴ περιορᾶν῾ Ρωμαίους αὐτὸν ὥσπερ ἐν μεταιχμίῳ τινὶ τῇ πλάστιγγι σωτηρίας καὶ θανάτου ταλαντευόμενον, καὶ ζυγοστατεῖν αὐτῷ ἀμοιβαίως ἱκέτευε χάριτας, μετὰ βοῆς τε καὶ δακρύων τὰς ἀριστείας ἀπεστόμιζεν, ἃς ὑπὲρ. 6 μαίων διὰ μεγίστων κινδύνων ἀπεκληρώσατο, τόν τε τῶν ἄθλων κατάλογον ἀπεσχεδίαζεν, καὶ τοὺς ἀγῶνας ταῖς τοῦ σώματος ὠτειλαῖς ἀναγράπτους ἐδείκνυε τὰς ἐμφάσεις ὥσπερ τῶν πόνων ἐπιδεικνύμενος, καὶ τῶν πολεμίων βολῶν τρανέστερον ἀνεγύμνου τὰ σήμαντρα, καὶ συλλήβδην εἰπεῖν, ἐξ ὧν ἔπαθε τὸ μὴ παθεῖν ἠξίου παρὰ τῶν εὐεργετηθέντων 2. 16. 7 ἀποίσεσθαι. οἱ δὲ δυσανασχετοῦσιν ὑπό τινος διαφθαρέντες ἀνδρός, ὃν καὶ λόγος διεκωμῴδει τῇ τοῦ Βουσᾶ γυναικὶ ἐπικλόποις τισὶν ἡδοναῖς ὁμιλῆσαι. ἀτάρ τοι τοὺς βαρβάρους 2. 16. 8 ἠτιμωμένους ἀπεπέμποντο. ἐν μείζονι τοίνυν κινδύνῳ ὁ Βουσᾶς γενόμενος ἐλιπάρει τὸ βάρβαρον ἀναβολήν τινα μικρὰν τὰ τοῦ θανάτου λαβεῖν, καὶ μισθὸν τῆς τέως ἀνακωχῆς παραδιδόναι τοῖς βαρβάροις τὸ φρούριον· δεῖν γὰρ ᾤετο προπαθεῖν τοὺς ἐπιλήσμονας χάριτος καὶ προμεταλήψεσθαι τῆς συμφορᾶς τὸ ἀπάνθρωπον, ἵνα πρῶτον καθ' ἑαυτοῦ τὸ 2. 16. κακὸν σχοίη τὴν πρόοδον. ἐπεὶ δὲ μείζονος ἐπαγγελίας τετύχηκε τὸ πολέμιον, ἱλαρώτερον πρὸς φιλανθρωπίαν ἐγίνετο, ὠχύρου τε ὅρκῳ τὸν Βουσᾶν περισώζειν, μὴ μὴν ἀναιρεῖν, φυσικῷ δὲ θανάτῳ τὴν ἐξουσίαν χαρίζεσθαι, ὁπόταν ἐθέλοι τὸν ἐκείνου διαλύεσθαι σύνδεσμον· οὐ γὰρ ἐπιφέρειν αὐτῷ τὸν τεχνητὸν τοῦτον καὶ ἐπίκτητον θάνατον, εἴγε πέρας 2. 16. 10 αὐτῷ τὰ τῆς ὁμολογίας προσδέξηται. καὶ δῆτα ὁ Βουσᾶς τοὺς᾿ Αβάρους ἐδίδασκε συμπήγνυσθαι πολιορκητικόν τι μηχάνημα ἔτι τῶν τοιούτων ὀργάνων ἀμαθεστάτους. 11 χοντας, ἀκροβολίζειν τε παρεσκεύαζε τὴν ἑλέπολιν. καὶ μετ' οὐ πολὺ τὸ φρούριον κατεβέβλητο, καὶ δίκας ὁ Βουσᾶς ἀπανθρωπίας εἰσέπραττε δεινόν τι διδάξας τοὺς βαρβάρους πρὸς πολιορκίαν τεχνούργημα. ἐντεῦθεν γὰρ πλείστας λοιπὸν τῶν῾ Ρωμαϊκῶν πόλεων ἀμογητὶ τὸ πολέμιον. 12 σατο τῷ ἀρχετύπῳ σοφίσματι προσχρησάμενον. μενοῦνγε τῇ Βερόῃ προσπίπτει καὶ πλεῖστον παρανάλωμα χρόνου ζημιωθὲν καὶ μεγάλοις πόνοις προσομιλῆσαν τὸ τέρμα τῶν ἀγώνων ἀστεφάνωτον ἀπεφέρετο, τῶν τὴν πόλιν περιοικούντων ἀντιπαραταξαμένων γεννικώτερον. ὅμως χρήμασιν ὀλίγοις τισὶ τὴν ὁμαιχμίαν ἠλλάξαντο· τοῦτο γὰρ ἦν αὐτῷ πιθανὸν τῆς ἀστοχίας ἐγκάλυμμα. 2. 17. 1 περικάθηται δὲ καὶ τὴν Διοκλητιανοῦ πόλιν κατὰ τὸ καρτερόν, ἀντετάξατο δὲ καὶ ἡ πόλις ἐς τὰ μάλιστα καὶ προσβάλλειν ἀπεῖργεν ἐπ' ἀδείας· καταπέλτας γὰρ ἐν τοῖς τείχεσιν ἀνεστήσατο ἄλλα τε ἀμυντήρια, καὶ ἀπρόσιτον ἦν τοῖς βαρβάροις ἐξ ὑπογύου 2. 17. 2 συμπλέκεσθαι. ἀπῄει τοίνυν ἀσχάλλων, καὶ τὸ δὴ λεγόμενον, τὸ τοῦ λύκου παθών· κεναῖς γὰρ ἐκεχήνει ἐλπίσιν. παρευθὺ δ' ἐπὶ τὴν Φιλίππου πόλιν μετέβαινε καὶ περιβὰς τὸ πόλισμα ἐνήθλει λαβεῖν. ἀντεμάχοντό τε οἱ τοῦ ἄστεος ἐντρεχέστερον 2. 17. 3 καὶ πολλοὺς τραυματίας ἔκ τε τῶν περιβόλων καὶ τῶν ἐπάλξεων ἐποιήσαντο, ὥστε τὸν Χαγάνον τὴν ἀσυλίαν διὰ τὴν ἀρετὴν ἐπαινέσαντα προῖκα καταθέσθαι τὸν πόλεμον. 2. 17. 4 ἐξ ἑωθινοῦ δὲ διαπεραιωθεὶς τὰς ὕλας τῆς λεγομένης᾿ Αστικῆς τῇ᾿ Αδριανουπόλει προστρίβεται ἀγωνιστικώτερόν τε τῷ ἄστει προσέβαλλεν, ἀντικαθίσταντό τε καὶ οἱ τοῦ ἄστεος ἀλκιμώτερον. 2. 17. 5 τοῖς δὲ Βυζαντίοις περιεβομβεῖτο ὡς Κάστος ἥλω καὶ᾿ Ανσιμούθ, καὶ πολὺς τῇ πόλει ἐπεκύμαινε θρῦλος. ἐλοιδορεῖτο δ' ὁ αὐτοκράτωρ ἐς τὸ φανερώτατον ἀπό τινων τῶν τοῦ πλήθους ἀσυνέτων καὶ στωμύλων ἀνδρῶν, ὧν καὶ τὰ τῆς τύχης ἦν ἀνεπίφθονα καὶ τὰ τῆς γνώμης ἀζήλωτα, καὶ βλασφήμους ᾠδὰς κατ' αὐτοῦ συντιθέντες διέσυρον κωμῳδοῦντες ἐμμελῶς τὸ ἀπαίσιον, οὐ τύχῃ ἀλλ' ἀνοίᾳ τὸ 2. 17. 6 δυσπραγὲς περιάπτοντες. ἀλλ' οὐκ ἀπέτεκεν ἡ λοιδορία θυμὸν τῷ αὐτοκράτορι· στεῖρα γὰρ ἦν πρὸς ὀργὴν ἡ τοῦ βασιλέως ψυχὴ καὶ πρὸς τὴν θυμικὴν φλόγα ἀσυνουσίαστος. 2. 17. 7 τὸν δὲ Κάστον ἀπέδοντο χρηματισθέντες λίαν δαψιλῶς οἱ πολέμιοι, ὡς ἐκ τῶν καθ' ἡμᾶς πρεσβυτέρων ἔστι λαβεῖν, 2. 17. 8 καὶ τὸ πιστεύειν ἀζήμιον. βασιλεὺς δὲ τὰς ἑαυτοῦ φροντίδας τοῖς πολεμίοις ἀντέταξε καὶ μείζονι παρασκευῇ πρὸς τὸ πολέμιον ἐξηρτύετο. καὶ τὸν᾿ Ιωάννην, ὃν δὴ Μυστάκωνα 2. 17. τοῖς πολλοῖς ἔθος ἀποκαλεῖν, στρατηγὸν προεστήσατο, ἐχειροτόνει δὲ καὶ τὸν Δρόκτωνα ὥσπερ αὐτῷ ὑποστράτηγον παρῄορόν τινα δύναμιν ἐμπιστεύσας αὐτῷ. Λογόβαρδος δ' οὗτος τὸ φῦλον, ἀνὴρ ἀλκιμώτατος καὶ πρὸς τὸν πόλεμον. 10 στατος. ἐπεὶ δὲ περὶ τὴν᾿ Αδριανοῦ πόλιν ἐγένοντο, τοὺς βαρβάρους τῆς πολιορκίας ἀφίστων, δευτέρᾳ τε ἡμέρᾳ ὁ πόλεμος ἐτετέλεστο. ἐνίκων τοίνυν῾ Ρωμαῖοι τοῖς βαρβάροις συμμίξαντες καὶ ἑτεραλκέα τὴν μάχην διέθεντο· κατεστρατήγει γὰρ τῶν 2. 17. 11 πολεμίων ὁ ὑποστράτηγος Δρόκτων. ἐπιπλάστῳ γὰρ φυγῇ τὸ ἐκείνου κέρας ἔδοξε τοῖς πολεμίοις τὰ νῶτα παρέχεσθαι, ὡς οἷα δεδοικότος τοῦ῾ Ρωμαϊκοῦ τὸ ἀντίπαλον· εἶτα τοὔμπαλιν ἀντεδίωξε καὶ μετόπισθε τῶν βαρβάρων γενόμενον τοὺς 2. 17. 12 συντυχόντας διώλεσεν. ἀπῄεισαν τοιγαροῦν μεσημβρίας ὥρᾳ οἱ῎ Αβαροι, ἄλλος ἄλλῃ διεσπαρμένοι καὶ ὡς ἂν τύχοι φερόμενοι μετὰ συντόνου τινὸς ἀποδράσεως. ὁ δὲ στρατηγὸς οὐ κατεδίωξε τὸ ἀντίπαλον· ἐφιλοσόφει γὰρ τῆς εὐδαιμονίας τὸ μέτρον τὰς ἐπ' ἄκρον εὐεξίας, ὥσπερ εἰκός, εὐλαβούμενος. 2. 17. 13 φιλυπόστροφον γὰρ ἡ τύχη καὶ ἄπιστον, νίκη δ' ἐπαμείβεται ἄνδρας, ἵνα καί τι τῆς῾ Ομήρου δέλτου ἐπισπείρω τοῖς ἀφηγήμασιν. 2. 18. 1῾ Ηράκλειος μὲν οὖν κατὰ τοῦτον δῆτα τὸν χρόνον ἐπέβη αὖ πάλιν τῆς Περσῶν πολιτείας, καὶ τοῖς Μήδοις 2. 18. 2 φιλεπίδημον ἦν τὸ κακόν. ὁπηνίκα δὲ παρεγένετο, προσβάλλει ἐχυρωτάτῳ φρουρίῳ τινί· τοῦτο δ' ὑψηλῆς ὑπερεκαθέζετο πέτρας. καὶ διεκόσμει· ὁ ὑποστράτηγος τὰς ἑλεπόλεις 2. 18. 3 τε καὶ τὰς μηχανάς. ἀντιπαλαμῶνται δὲ καὶ Πέρσαι πρὸς τὰς ἐπιβουλὰς ἕτερα ἄττα σοφίσματα, ἱστουργοῦσι δὲ καὶ οἷα χιτῶνάς τινας. τρίχας συλλέξαντες καὶ τῷ στήμονι τὴν κρόκην συστρέψαντες προμήκη τὰ χιτώνια διετέλεσαν καὶ τούτους ἀχύρου εἰς τὸ ἰσχυρὸν ἐνεφόρησαν, ναστούς τε κατεργασάμενοι ἐξήρτων τοῦ τείχους, καὶ τούτοις τὰς προσβολὰς ὑπεδέχοντο τῷ μαλθακῷ τῆς ἀντιτύπου. 4 σκευῆς τῶν ἐκπομπῶν τὸ στερρὸν ἐκμαλακίζοντες. ὑπερίπταντο δ' αἱ πολλαὶ τῶν βολῶν καὶ τοῦ φρουρίου αὐτοῦ· ἕτεραι δὲ καὶ κατ' αὐτοῦ τοῦ ἐχυρώματος κατεφέροντο. ὁ δ'῾ Ηράκλειος οὐδεμίαν ἀνακωχὴν παρενετίθει ταῖς προσβολαῖς νύκτωρ καὶ μεθ' ἡμέραν ἀμείβων τοὺς ἐφισταμένους 2. 18. 5 τῷ ἔργῳ. οἱ μὲν γὰρ ἔναγχος τῶν πόνων μετειληχότες ὑπὸ τῆς διαδόχου δυνάμεως ἀντελάμβανον τὴν ἀνάπαυλαν, ἕτεροι δ' αὖ συμπονοῦντες ἐκείνοις ἐξανίσταντο, κἀκείνοις αὖθις 2. 18. 6 τοῦ μόχθου συνελάμβανον ἕτεροι. διά τοι τοῦτο ἐξασθενοῦσιν οἱ τιμωροῦντες τῷ ἐχυρώματι, καὶ ἦν αὐτοῖς τὰ τῆς δυνάμεως ἐξίτηλα. ταύτῃ τοι καὶ καθαιρεῖται τὸ φρούριον καὶ ὑπὸ῾ Ρωμαίους ἐγίνετο· ἐπεὶ δ' ἥλω, φρουρὰν ἐν αὐτῷ ὁ στρατηγὸς ἐνεκάθισεν. 2. 18. 7 Οἱ δ' ἀμφὶ τὸν Θεόδωρον καὶ τὸν᾿ Ανδρέαν τὸ Ματζάρων (φρούριον δὲ καὶ τοῦτο) τῷ χρόνῳ γεγηρακὸς διωρθώσαντο. οὐκ ἄπο δὲ τοῦτο τοῦ Βεϊουδαὲς ἐτύγχανεν ὄν. ἐν ὅσῳ δὲ περὶ τὴν οἰκοδομίαν ὁ Θεόδωρος ἐνησχολεῖτο, ἧκον παρ' αὐὸν γεωργοὶ παραθήγοντες τὸ Βεϊουδαὲς παραστήσασθαι, μὴ ἀποχρῶσαν ὑπεῖναι φρουρὰν ἐν αὐτῷ. 8 δηλώσαντες. οἱ δὲ περὶ Θεόδωρον καὶ᾿ Ανδρέαν παραχρῆμα ἐπιθέσθαι τὴν πρᾶξιν τοῖς λόγοις διενοήθησαν καὶ. ρεύσαντες συντόνῳ τῇ ὁδοιπορίᾳ ἐκέχρηντο. ἐπιθέσθαι δὲ νυκτὸς τῷ Βεϊουδαὲς τούτοις ἐδέδοκτο. καὶ μὴ ἐξισχύσαντες τῆς ἑαυτῶν ἐφικέσθαι βουλήσεως περὶ τοὺς ἑωθινοὺς τῶν ὀρνίθων κελάδους τῷ φρουρίῳ ἐπέστησαν. καὶ οἱ ἐπιχώριοι τὴν῾ Ρωμαϊκὴν προεγνώρισαν ἔφοδον καὶ ἀδεεῖς ἦσαν διὰ τὸ τῶν τόπων δυσάλωτον. εἶτα ἀναθαρρήσαντες τῇ πέτρᾳ προκύπτουσι καὶ τῶν ἀποπομπαίων βελῶν προκατήρχοντο. 2. 18. 10 εἴσοδος δὲ τῷ φρουρίῳ μία οὖσα ἐτύγχανε καὶ δυσπρόσιτος ἦν πολεμίᾳ χειρί· ἑνὶ γὰρ πύργῳ τὰ τῆς εἰσαγωγῆς ἐπεπίστευτο προβεβλημένῳ τοῦ ἐχυρώματος, ὥσπερ ἀδαμαντίνοις περικειμένῳ λίθοις τισίν, ἢ εἴ τι τούτων τὴν φύσιν ἐστὶ 2. 18. 11 στεγανώτερον. οἱ οὖν῾ Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσαράττουσι τῇ πέτρᾳ, καὶ ταῖς ἀπὸ τόξων φοραῖς ἐτελεῖτο τὰ τῆς ἀγωνίας προαύλια. τοῖς δ' ἐν τῷ φρουρίῳ ποτὲ μὲν λίθοι ἀμυντήρια ἦν, ἄλλοτε καταπέλται, καὶ ὥσπερ ἐξ ἀπόπτου τινὸς ἢ μεγίστης περιωπῆς τὰς καταβολὰς ἐπεποίηντο, οἷα 2. 18. 12 ξενηλατοῦντες διὰ τῶν ὑψηλῶν τὸ πολέμιον. ἀσχολούσης δὲ τῆς῾ Ρωμαίων δυνάμεως, τολμητίαι τινὲς τοῦ῾ Ρωμαϊκοῦ συμ- φραξάμενοι ταῖς ἀσπίσιν, κατ' ὀλίγον καὶ βάδην ἰόντες τὸ πᾶν τῆς ἀριστείας ἀναθέντες τῷ θράσει προηγοῦντο τῶν ἑπομένων καὶ τῶν ἐκ τῆς πέτρας καταβολῶν οὐ φροντίζοντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ διωθοῦσι τῆς πέτρας τὸ. 13 ρον. οἱ δὲ πολιορκούμενοι τὴν σύμμαχον καταλείψαντες πέτραν, εἰσδύντες εἰς τὸ φρούριον παρέδοσαν τοῖς πολεμίοις τὴν εἴσοδον. οἱ δὲ῾ Ρωμαῖοι τῶν τῆς πέτρας ὀχυρωμάτων 2. 18. 14 κρατήσαντες λίαν ἰσχυρῶς τὸ φρούριον περικάθηνται. οἱ δ' ἐπὶ τῶν ἐπάλξεων ἑστῶτες ἀποσοβεῖν οὐχ οἷοί τε ἦσαν τὸ ἀντίπαλον τὸ ἄπειρον τῶν βελῶν ὑπομένειν οὐκ ἔχοντες, ἀλλ' ἀθρόον ἐπιφαινόμενοι παραυτίκα ἀντὶ τῶν προσώπων 2. 18. 15 τὰ νῶτα ἐδείκνυον. Σάπειρ δέ τις ἀνήρ, τὸ μὲν σῶμα ὡς ὁ παρὰ τῷ῾ Ομήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως (῾ Ηρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος· οὐ γὰρ ἀποκνέω τῷ μεγέθει τῆς ἀρετῆς τὸν῾ Ηρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα), σκόλοπας ὀξεῖς ἐπιφερόμενος 2. 18. 16 ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομήματος (ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον), ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις ὥσπερ ἐγκεντρίσας σκόλοπα, τὸν λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ 2. 18. 17 εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν τῶν προβεβλημένων τοῦ ἐχυρώματος ἐκεῖνον 2. 18. 18 αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ," κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμόν τε καὶ ὤμους",῾ Ομηρικῷ τῳ συμπτώματι. ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ τραυματίαν διεσώζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν 2. 18. 1 ἀκοντίων σιδήρια μικρὸν κομιδῇ. ὁ δὲ καρτερικῶς αὖθις ἐπ' ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορεν, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλὼν οἷα πολύπους ἀφύκτους πλεκτάνας 2. 18. τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ' ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς ἐπάλξεως ταῖς῾ Ρωμαϊκαῖς προσβολαῖς, μετ' ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ 2. 18. 21 κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίνδυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ του θεάματος τῷ 2. 18. 22 πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν. 2. 18. 23 ἐπεὶ δ' ἀνείρπυσεν, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς, τὸν ἀκινάκην σπασάμενος τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινεν, καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ δὲ῾ Ρωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνεθάρρησαν καὶ τῶν 2. 18. 24 κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρος ἐκείνου (πρεσβύτης δ' οὗτος τὴν ἡλικίαν) ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος· εἶτα 2. 18. 25 μετ' ἐκεῖνον καὶ ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσιν, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ῾ Ρωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεστήσαντο, καὶ οὓς μὲν ἀνεῖλον, οὓς δὲ διέσωζον καὶ εἰς αἰχμάλωτον μετεβίβαζον τύχην. τὰ δὲ κτήματα λαφυραγωγήσαντες ἀπῆραν ἐντεῦθεν σκοποὺς 2. 18. 26 περιβαλόντες τῷ ἐχυρώματι. ὥρας δ' ἐπιούσης χειμῶνος ἄνεισιν ὁ Φιλιππικὸς ἐπὶ τὸ Κωνσταντίνειον ἄστυ στρατηγὸν ἐναφεὶς τὸν῾ Ηράκλειον. ὁ μὲν οὖν῾ Ηράκλειος λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς῾ Ρωμαϊκῆς δυνάμεως εἰσεπράττετο· καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφροσύνην μετήγοντο.

Intertext edge

Open linked passage

Note