Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Γʹ ινδεχ. 3. 1 αʹ. Χειροτονία Πρίσκου, καὶ ὅπως τῆς ἑῴας δυνάμεως ἔξαρχον ὁ αὐτοκράτωρ αὐτὸν προεστήσατο. βʹ. Περὶ τῆς ἀπομειώσεως τῶν στρατιωτικῶν σιτήσεων· καὶ ὅπως ταύτην ποιήσασθαι τῷ στρατηγῷ ἐνεκελεύσατο ὁ αὐτοκράτωρ Μαυρίκιος. γʹ. Περὶ τῆς γενομένης τυραννίδος τῶν῾ Ρωμαϊκῶν στρατοπέδων· καὶ ὅπως ὁ στρατηγὸς διαφυγῇ χρησάμενος ἀποδιδράσκει τὸν κίνδυνον. δʹ.᾿ Αναγόρευσις Γερμανοῦ ὑπὸ τῆς στρατιᾶς. εʹ. Περὶ τῶν προσελθουσῶν ἐκ τῆς τῶν῾ Ρωμαίων τυραννίδος τῇ ἀνατολῇ συμφορῶν. ϛʹ. Χειροτονία Φιλιππικοῦ τοῦ στρατηγοῦ. ζʹ. Πολιορκία Κωνσταντίνης τῆς πόλεως, καὶ ὡς ὁ Γερμανὸς ἐπιστὰς τῶν κινδύνων αὐτὴν ἠλευθέρωσεν. ηʹ. Πόλεμος κατὰ τὴν Μαρτυρούπολιν῾ Ρωμαίων τε καὶ Περσῶν, καὶ νίκη῾ Ρωμαίων λαμπρά. θʹ. Διαλλαγαὶ τῶν στρατοπέδων πρὸς τὸν αὐτοκράτορα.
3.2.1
Περὶ τῶν γενομένων κατὰ τὸ Γιλίγερδον, καὶ ἀριστεία῾ Ρωμαίων. ιαʹ.῞ Οπως ἡ Μαρτυρούπολις ἥλω δόλῳ ὑπὸ τῶν Βαβυλωνίων. ιβʹ. Χειροτονία Κομεντιόλου τοῦ στρατηγοῦ. καὶ ὅπως τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον. ιγʹ. Μάχη Περσῶν, καὶ νίκη῾ Ρωμαίων. ιδʹ. Περὶ τῶν πραχθέντων κατὰ τὴν Σουανίαν῾ Ρωμαίοις τε καὶ Πέρσαις. ιεʹ. Μάχη κατὰ τὴν Κολχίδα῾ Ρωμαίων τε καὶ Περσῶν, καὶ ἧττα Βαβυλωνίων. ιϛʹ.῞ Οπως῾ Ορμίσδας, ὁ Περσῶν βασιλεύς, καταστρατηγηθέντος τοῦ Βαράμ, γυναικείαν ἐσθῆτα τούτῳ ἐξέπεμψεν καὶ ὕβρεις αἰσχράς. ιζʹ. Περὶ τῆς τυραννίδος τῆς γενομένης ὑπὸ τοῦ Βαρὰμ τῷ῾ Ορμίσδᾳ. ιηʹ. Περὶ τῶν νεωτερισθέντων ὑπὸ τῶν᾿ Αρμενίων. ιθʹ.῞ Οπως ὁ Συμβάτης καταδικασθεὶς γενέσθαι θηρίων βορὰ μετέσχε φιλανθρωπίας ὑπὸ τοῦ αὐτοκράτορος. κʹ. Θάνατος Σαράμου τοῦ Πέρσου, καὶ αὔξησις τῆς τυραννίδος Βαράμ. καʹ.᾿ Αναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων ἐπὶ τῆς βασιλείας᾿ Ιουστίνου καὶ Τιβερίου τῶν αὐτοκρατόρων. κβʹ. Περὶ τῆς ὠμότητος῾ Ορμίσδου, τοῦ Περσῶν βασιλέως. κγʹ.᾿ Αφήγησις τῆς Περσικῆς γενεαρχίας. ινδεχ.
3.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Γʹ 3. 1. 1 Φιλιππικὸς μὲν οὖν ἀνὰ τὴν ὁδοιπορίαν ἐπέπυστο Πρίσκον ὑπὸ τοῦ αὐτοκράτορος στρατηγὸν ἐγχειρίζεσθαι, καὶ τῆς Ταρσοῦ ἐπιβὰς῾ Ηρακλείῳ δέλτους συνέταξεν, δι' ὧν ἐνεσήμαινε καταλιπόντα τὸ στράτευμα ἐς τὴν ἑαυτοῦ πόλιν ἐπανελθεῖν ἐς τὴν᾿ Αρμενίαν γενόμενον, Ναρσῇ τε τῷ. 2 σταντίνης πόλεως ἡγεμόνι, μεθιέναι τὸ στράτευμα. καὶ τὸν βασιλέως δὲ νόμον ἀρτίως αὐτῷ ἐπιφοιτήσαντα παραγυμνώσας ἐκέλευσε καὶ ἐς τὸ ἐναργὲς τοῖς στρατεύμασι παραδεῖξαι, Πρίσκῳ διαφθονούμενος. ἦν δ' ἄρα ὁ νόμος στρατιωτικῶν σιτήσεων ὕφεσις, ἡ δ' ἀπομείωσις τετάρτη ἐτύγχανεν οὖσα 3. 1. 3 ἀπόμοιρα. καὶ γέγονε καθάπερ ὁ στρατηγὸς ἐνετέλλετο. ἦρος δ' ἐπιγενομένου ὁ μὲν ἀπεχειροτονεῖτο, ὁ δὲ τῆς ἡγεμονίας ἀπήρχετο. ὁ μὲν οὖν Πρίσκος ἐπιβὰς τῆς᾿ Αντιοχείας προστάττει εἰς τὸ Μονοκάρτων τοὺς στρατιώτας συλλέγεσθαι, καὶ τῇ᾿ Εδέσῃ προσομιλήσας περιτυγχάνει Γερμανῷ, καὶ περιλαβὼν δεξιῶς κατησπάζετο ἐκ τῆς ἐπιδημίας γενόμενον (Δαμασκοῦ γὰρ οὗτος διεκόσμει τὸν θρόνον), ἀνακλίνας τε εἰς δεῖπνον 3. 1. 4 αὐτὸν τῇ ἐπιούσῃ ἐφιλοφρονήσατο. μετὰ τοίνυν ἡμέρας τέτταρας ἀπεφοίτα τῆς᾿ Εδέσης ὁ στρατηγὸς τόν τε τῆς ἱερατικῆς καθέδρας προλάμποντα μεθ' ἑαυτοῦ συνελάμβανε καὶ ὡς τὸν χάρακα ᾤχετο. ἦν γὰρ ἡ ἡμέρα προσδόκιμος καθ' ἣν εἴθιστο ἑορτάζειν῾ Ρωμαίοις τὸ σωτήριον ἐκεῖνο πάθος, δι' οὗ τὸν κόσμον εἰσεποιήσατο ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ τὴν φύσιν ταὐτὸν τῷ πατρὶ καὶ τὴν βασιλείαν ὁμότιμος· 3. 1. 5 [οὗτος δέ ἐστιν ὁ Χριστός]. τοῦτο ὑποτοπήσας ὁ στρατηγός, ὡς οὐ δεῖ αὐτὸν μὲν ἐν πόλει τὴν ἐγκύκλιον τῆς ἀναστάσεως πανηγυρίζειν ἡμέραν, τὸ δὲ῾ Ρωμαϊκὸν ἐν πεδίῳ κατηφέστερόν πως ἑορτάζειν δοκεῖν πολιτικῆς θυμηδίας ὥσπερ στερισκόμενον, διά τοι τοῦτο τὸν ἱερέα παραλαβὼν ὡς τὸ 3. 1. 6 Μονοκάρτων ἐβάδιζεν, ὁ δὲ Γερμανὸς προῆγε τὴν τοῦ στρατηγοῦ παρουσίαν ἐξάκουστον ποιούμενος τοῖς στρατεύμασιν. μετὰ τοίνυν ἡμέρας δύο οἱ ταγματάρχαι ἀπήντων τῷ στρατηγῷ ὡς ἀπὸ τριῶν σημείων τοῦ χάρακος, ναὶ μὴν καὶ οἱ 3. 1. 7 τῆς ἐκτάξεως ἅπαντες. ἔθος δὲ γεγηρακὸς ἐνευδοκίμει τῷ στρατοπέδῳ, τὸν μέλλοντα τὰς στρατηγίδας περιβαλέσθαι ἡνίας, ὁπηνίκα αὐτῷ τὰ στρατεύματα ὑπαντήσωσιν, ἀποβαίνειν τοῦ ἵππου καὶ διὰ μέσου χωρεῖν τοῦ ὁπλιτικοῦ καὶ. 8 φρονεῖσθαι τοῖς ἀσπασμοῖς τὸ στρατόπεδον. ὃ δὴ μὴ πεποιηκότος τοῦ Πρίσκου, ἀλλὰ καὶ πάνυ μὲν οὖν τοῦτον δὴ τὸν πρεσβύτην ἀποσκορακίσαντος νόμον, οὐ μετρίως ἔφερε τὴν ὕβριν τὸ στράτευμα. τῇ τοίνυν πρώτῃ τῆς πανηγύρεως ἡμέρᾳ 3. 1. εἰρηναίως ὁ στρατηγὸς διετέλεσεν. τρίτης δ' ἡμέρας παρῳχηκυίας, καὶ τῆς τῶν στρατιωτικῶν σιτήσεων ἀπομειώσεως οὐκέτι ἐν παραβύστοις ἀλλ' ἐς τὸ φανερὸν γενομένης τῷ πλήθει παντί, ἀναρχίας ἀκμὴ λαμβάνει τὴν πρόοδον, καὶ πρὸς τῇ σκηνῇ τοῦ στρατηγοῦ τὰ πλήθη συρρέουσιν, ἃ μὲν λίθους ἐπιφερόμενα, ἃ δὲ καὶ ξίφη, ὡς ἑκάστῳ καθυπούργησεν ὁ καιρός. τοῦ δὲ ταράχου ὁ στρατηγὸς αὐτήκοος γέγονε 3. 1. 10 καὶ τὴν αἰτίαν διεπυνθάνετο. τῶν δὲ πρὸς τὴν πεῦσιν μηδὲν ἀποκρινομένων αὐτῷ πλὴν ἢ" ἀνατέτραπται πάσης τάξεως ἁρμονία, τοῦ στρατοπέδου ἀνηγεμονεύτου τυγχάνοντος," ἱδρῶτι περιερρεῖτο ὁ πολέμαρχος Πρίσκος καὶ φόβῳ πολλῷ συνεστέλλετο, διαπορουμένης αὐτῷ τῆς ψυχῆς ὅ τι καὶ 3. 1. 11 δράσειεν. τῷ μὲν οὖν Εἰλιφρέδᾳ τὸ θεανδρικὸν ἴνδαλμα παραγυμνώσας ἐδίδου (ἀχειροποίητον δὲ τοῦτο῾ Ρωμαῖοι κατονομάζουσιν), περινοστεῖν προστάξας τὸ στράτευμα, ὅπως αἰδοῖ τοῦ σεβάσματος ταπεινωθείη μὲν ὁ θυμός, τὰ δὲ τῆς. 12 σμίας πρὸς τὸ σῶφρον τὴν μεταβολὴν ἀπενέγκοιτο. τοῦ δὲ πλήθους μηδὲν ἐντεῦθεν σωφρονιζομένου, ἀλλὰ καὶ βάλλοντος τὸ ἀπόρρητον λίθοις, εἰκότως ὁ στρατηγός, ἵππου τινὸς τῶν σωματοφυλάκων τοῦ βασιλέως περιτυχών, πρὸς φυγὴν ἐκδοὺς ἑαυτὸν παραδόξῳ σωτηρίᾳ τινὶ τὸν κίνδυνον παρεκρούσατο. 3. 1. 13 ἱπποφορβοῖς τοιγαροῦν προσομιλεῖ τοῖς τὰς ἵππους τὰς στρατιωτικὰς περιβόσκουσιν, κἀκείνων μετὰ μεγίστων κινδύνων τὰς χεῖρας διαφυγὼν τῶν Κωνσταντίνης πόλεως ἐπιβαίνει πυλῶν, ἄρτι τὰς διατριβὰς τοῦ Μονοκάρτων ἀπολιπών. 3. 1. 14 συνενδημεῖ τοιγαροῦν μετὰ τοῦ στρατηγοῦ τῇ πόλει καὶ θόρυβος. οἱ μὲν οὖν τῆς Κωνσταντίνης οἰκήτορες ἐπὶ τοῖς γεγονόσιν ἐκπεπληγμένοι τὰς ψυχὰς διετέλουν, ὁ δὲ στρατηγὸς τοῖς ἡγεμόσι τῶν πόλεων τοῖς τε τῶν φρουρίων ἐφεστηκόσι δι' ἐπιστολέων ἐνεχάραττε γράμματα, μηδὲν τῶν συνήθων ἀποστερεῖν τὰ στρατεύματα, μήτε δὲ καταπλαγῆναι 3. 1. 15 τὰς ψυχὰς τῇ ἀθρόᾳ τῶν γεγενημένων παρόδῳ· ἐξῄτει δὲ καὶ ἰατροῦ τέχνην ἐπιφανεῖσαν αὐτῷ φάρμακα τοῖς περὶ τὴν γαστροκνήμην ἕλκεσιν ἐπιτίθεσθαι· ἐδεινοπάθει γὰρ ἐπὶ τοῖς μώλωψιν, οὓς αὐτῷ ἡ τῶν λίθων φορὰ διενείματο. 3. 2. 1 Τὰ μὲν οὖν τῆς στάσεως τῷ στρατοπέδῳ διεμηνίετο. περισχίζεται γὰρ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, λωποδυτεῖται δὲ παρὰ τοῦ πλήθους καὶ τὰ τῆς περιουσίας ὁ Πρίσκος, ἀποδιδράσκουσι δὲ καὶ οἱ τῶν συνταγμάτων ἡγεμονεύοντες, 3. 2. 2 καὶ ἐς μέγα κακοῦ τὰ τῆς ἀναρχίας ηὐξάνετο. μετ' οὐ πολὺ δὲ τὸν τῆς Κωνσταντίνης πρόεδρον ὁ στρατηγὸς εἰς τὸ στρατόπεδον πρεσβευτὴν διεπέμπετο κατισχυριζόμενος τὰ τῆς στρατιωτικῆς λύπης παρηγορεῖν, καὶ ὡς μετέθετο τὴν γνώμην ὁ αὐτοκράτωρ Μαυρίκιος, καὶ βασιλικὸν ἐπιφέρεται γράμμα ἐγκελευόμενον ἀναζευγνύναι πρὸς τὸ σύνηθες τὰς. 3 τικὰς ἐπιδόσεις. ἐπεμέμφετο δὲ Φιλιππικῷ Πρίσκος ὁ στρατηγὸς καὶ τῆς ἀταξίας αὐτὸν διεθρύλει γεγονέναι πατέρα, ὡς εἰσηγητὴν τῆς μειώσεως τῶν στρατιωτικῶν ἐπιδόσεων Μαυρικίῳ γενόμενον. ταῦτα δ' εἰκῇ διερραψῴδει ὁ Πρίσκος. 3. 2. 4 ὁ μὲν οὖν ἱερεὺς ὁ πρέσβις ὡδοιπόρει καθὼς προσετέτακτο· τὰ δὲ στρατεύματα συναθροίζεται καὶ στρατηγὸν χειροτονεῖν ἐδοκίμαζεν. διά τοι τοῦτο μετάκλητον τὸν Γερμανὸν ποιησάμενοι καὶ εἰσαγώγιμον εἰς τὸ βουλευτήριον ἐνεγκάμενοι 3. 2. 5 ἠξίουν ἐγχειρίζειν αὐτῷ τὰς στρατηγίδας ἡνίας. τοῦ δ' ἀποπεμπομένου τὴν τοῦ στρατοπέδου ἀξίωσιν, τῶν δὲ καταναγκαζόντων αὐτὸν ἔσεσθαι περὶ τὴν χειροτονίαν πειθήνιον καὶ προσαπειλούντων καὶ θάνατον τῆς παρακοῆς εἶναι τὸ διαζήμιον, νικῶσι τὰ τῶν στρατευμάτων βουλεύματα, καὶ στρατηγὸς Γερμανὸς ἀνακηρύττεται, ὅρκῳ περιφράξας τὰ τοῦ συνοίσοντος, ὡς ἀπέχονται῾ Ρωμαῖοι τοῦ λωποδυτεῖν τὸ ὑπήκοον, τῆς ἀταξίας ἐκποδὼν γινομένης· διωμολόγητο δὲ καὶ 3. 2. 6 καταπολεμεῖν αὐτοὺς τὸ ἀντίπαλον. καὶ ταύταις ὁ στρατηγὸς ταῖς συνθήκαις περιφραξάμενος οἷα θώραξιν ἀκαταγωνίστοις τισὶν ἡγεμονεύειν῾ Ρωμαίων ἠσμένισεν. γίνεται γοῦν ὁ ἱερεὺς 3. 2. 7 ὁ πρέσβις πρὸς τὸν στρατηγὸν καὶ τὸ στρατόπεδον. ὁ μὲν οὖν παρεκάλει τὸ στράτευμα πρὸς σωφροσύνην ἰδεῖν· οἱ δ' ἀπηχθάνοντο τῷ ἱερεῖ καὶ τοὺς λόγους τοῖς ὠσὶν οὐ παρεδέχοντο, ἀλλ' οἷα βάρβαρον ὄψιν ἐξενηλάτουν τὰ παρὰ τοῦ πρέσβεως αὐτοῖς εἰσηγούμενα· παρενεγύων δὲ καὶ τὸν 3. 2. 8 Πρίσκον ἐξωθῆσαι τῆς πόλεως. οἱ μὲν οὖν τοὺς βασιλικοὺς ἀνδριάντας καταρριπτεῖν ἐνεχείρησαν, (ὃ δὴ καὶ γέγονεν), ἀφανίζουσι δὲ καὶ τὰ διὰ τῆς γραφῆς ἀναθήματα, ἅπερ σανίσι καὶ πίναξιν εἰς βασιλέως τιμὴν χρωματουργίᾳ συνετάττοντο τεχνικῇ· μηδὲ γὰρ ἀνέχεσθαι ἔφασκον ὑπὸ βασιλέα 3. 2. παλιγκάπηλον εἶναι. ὁ δὲ πρόεδρος τῆς Κωνσταντίνης κατάδηλα ταῦτα ἐποιήσατο Πρίσκῳ. τοίνυν ὁ Πρίσκος καὶ τὸν τῆς᾿ Εδέσης τοῦ ἱερατικοῦ ἐξηγούμενον πρεσβευτὴν ἀπέστελλε τοῖς στρατεύμασιν. ἀτὰρ ὁ ἱερεὺς γενόμενος πρὸς τὸ στράτευμα καὶ πολλοὺς λόγους καταβαλόμενος ἀνεπιτεύκτως τὴν 3. 2. 10 ἐπανάζευξιν ἐποιήσατο. τὰ δ' ἐκ τῆς ἀταξίας δεινὰ τῇ ἀνατολῇ ἐπεκύμαινεν, καὶ πάντῃ κακὸν κακῷ ἐπεστήρικτο, ἵνα καὶ ποιητικῆς συμφορᾶς μνήμην ποιήσωμαι, τῶν μὲν τὰς περιουσίας ἀποβαλλομένων, ἄλλων περὶ τὰς ὁδοὺς λῃστρικώτερον βιαζομένων, ἑτέρων ἐν τοῖς ἀγροῖς ληϊζομένων, τῆς τυραννίδος κομώσης καὶ παρεχομένης τοῖς ἀδικήμασι τὸ 3. 2. 11 ἀνέγκλητον. ὁ μὲν οὖν Πρίσκος γράμμασι ταῦτα κατάδηλα Μαυρικίῳ ἐποιήσατο τῷ αὐτοκράτορι, ὁ δὲ βασιλεὺς τὸν Φιλιππικὸν αὖθις ἐπιβαίνειν τῆς ἀνατολῆς ἐγκελεύεται. 3. 3. 1 ἐπικηρυκεύονται τοιγαροῦν οἱ τῶν στρατευμάτων τὸν Πρίσκον τῆς᾿ Εδέσης ὑπεξελθεῖν πέντε καὶ τεσσαράκοντα τὸν ἀριθμὸν 3. 3. 2 χειροτονήσαντες πρεσβευτάς. γίνονται γοῦν οὗτοι ἐν᾿ Εδέσῃ τῇ πόλει παρὰ τὸν Πρίσκον καὶ διαπορθμεύουσιν αὐτῷ τὴν 3. 3. 3 τῶν στρατοπέδων προαίρεσιν. ὁ μὲν οὖν Πρίσκος πλεῖστα ἀπελελόγητο καὶ πείθει τοὺς ἀπεσταλμένους, ὡς οὐκ ἐν ἀδικίας μοίρᾳ γέγονεν αὐτῷ τὰ ἐπίχειρα. οἱ μὲν οὖν ἐπηγγείλαντο τῷ Πρίσκῳ ὑπομαραίνειν τῶν στρατιωτῶν τὰς μαινόλεις τῆς ὀργῆς φρυκτωρίας· ὁ δὲ Πρίσκος κεχηνὼς ταῖς ἐλπίσι πρὸς 3. 3. 4 τῇ᾿ Εδέσῃ τὰς διατριβὰς ἐπεποίητο. καὶ δῆτα ἀφίκοντο οἱ πρεσβευταὶ πρὸς τὸν χάρακα καὶ τὰς ἀπολογίας διεξῄεσαν Πρίσκου, ἐνεχείρουν δὲ καὶ τιθασεύειν τὰ νεώτερα τῆς 3. 3. 5 τυραννίδος σκιρτήματα. ὃ καὶ πρὸς κορυφαῖον αὐτοὺς ἀπῃώρησε κίνδυνον· μόλις γὰρ τὸν θάνατον ἀποκλίνουσι τὸ ἰδιωτεύειν κατακριθέντες· τοῦτο γὰρ τὰ τῆς ὀργῆς ἐδογμάτιζεν. ἐκ τοῦ χάρακος τοίνυν ἐκβάλλονται, καὶ τοιούτοις 3. 3. 6 δεινοῖς τὰ περὶ τοὺς πρεσβευτὰς ἐπεπέραστο. καταστρατοπεδεύουσι τοιγαροῦν οἱ τῆς ἀταξίας ἡγεμονεύοντες κατὰ Πρίσκου καὶ πέντε χιλιάδας συντεταχότες μαχίμου δυνάμεως ἐπὶ τὴν῎ Εδεσαν ἀποστέλλουσιν. κατ' ἐκεῖνον γοῦν τὸν καιρὸν γίνεται Θεόδωρος περὶ τὴν῎ Εδεσαν τὴν Φιλιππικοῦ ἄφιξιν ὑπισχνούμενος. διά τοι τοῦτο ἀπολιπὼν ὁ Πρίσκος τὴν 3. 3. 7῎ Εδεσαν γίνεται ἐς Βυζάντιον. οἱ δὲ περὶ τὸν χάρακα῾ Ρω- μαῖοι ἔτι τῇ ἀταξίᾳ περιεπλέκοντο τὸν Φιλιππικὸν ὅσον οὔπω ἐπιβαίνειν τοῦ Μονοκάρτων αἰσθόμενοι, ὅρκοις τε 3. 3. 8 διέθεντο μηδὲ τῆς ἐκείνου στρατιαρχίας ἀνέχεσθαι. τὸ δὲ Περσικὸν ταῖς῾ Ρωμαϊκαῖς συμφοραῖς ἐντρυφῶν τῇ῾ Ρωμαίωνπολιτείᾳ περιεκέχυτο καὶ τῇ Κωνσταντίνῃ προσέβαλλεν, καὶ διπλοῦς ταῖς πόλεσιν ὑπῆρχεν ὁ πόλεμος, ἔκ τε τῶν οἰκειοτάτων καὶ τῶν πολεμίων ἐκτρεφόμενός τε καὶ λιπαινόμενος. 3. 3. καὶ οὖν τὸ τῶν῾ Ρωμαίων συνάθροισμα ἀπόμαχον διετέλει, οὐδὲν μέλον αὐτῷ, ὡς περὶ ἀλλοτρίου του πράγματος τῶν γινομένων τὴν φροντίδα τιθέμενον. Γερμανὸς δὲ χιλιάδα ἐκ τῆς μαχίμου καθοπλίσας δυνάμεως, τῇ Κωνσταντίνῃ ἀθρόως 3. 3. 10 ἐπιφανεὶς τῶν προσδοκίμων αὐτὴν κακῶν ἠλευθέρωσεν. μόλις δὲ παραθήγων ὁ στρατηγὸς τὰ῾ Ρωμαίων συντάγματα καὶ παροτρύνας τοῖς ῥήμασι χιλιάδας τέτταρας συναθροίζει καὶ 3. 3. 11 τοῖς Περσικοῖς ἐνδημεῖν ἐγκελεύεται. ὁ δ'᾿ Αριστόβουλος (ἦν δ' ἄρα οὗτος τῆς βασιλικῆς οἰκίας προεστὼς τοῦ βασιλέως, τῆς᾿ Αντιόχου προσαγορευομένης) τοῖς στρατεύμασιν ἐπίδημος ἦν ὑπὸ τοῦ αὐτοκράτορος ἐκπεμφθείς. οὗτος πῇ μὲν τοῖς δώροις πῇ δὲ τοῖς λόγοις ὑπομαλάττει τὸ τῆς τυραννίδος ἀτίθασον. 3. 4. 1 στρατοπεδεύεται γοῦν τὸ῾ Ρωμαϊκὸν ἐπὶ τὴν Μαρτυρόπολιν πρὸς τὸ εἰρηναῖον μεταβαλόμενον, ἀπόμοιρα δέ τις τῶν στρατοπέδων τῇ Περσίδι πάλιν εἰσβάλλει. ὁ μὲν οὖν Μαρουζᾶς, ὁ τοῦ Περσικοῦ στρατηγός, ἐπιφανεὶς. 2 μην τῆς ἐπιστασίας῾ Ρωμαίοις παρείχετο. ἐπανέζευξαν τοιγαροῦν οἱ῾ Ρωμαῖοι διὰ τῆς᾿ Αρζανηνῆς καὶ τοῦ Νυμφίου πο- ταμοῦ πρὸς τὰ οἴκοι· συνείπετο δὲ καὶ ὁ Μαρουζᾶς τοῖς῾ Ρωμαίοις κατόπιν. συνέρρευσε τοιγαροῦν τὸ῾ Ρωμαϊκὸν ὁμοῦ καὶ τὸ ἀντίθετον βάρβαρον περὶ τὴν Μαρτύρων πόλιν, καὶ γίνεται῾ Ρωμαίοις καὶ Πέρσαις ἐπιφανέστατος πόλεμος· κληροδοτεῖται δὲ τῷ῾ Ρωμαϊκῷ νίκη μεγαλοπρεπὴς καὶ περίδοξος. 3. 4. 3 ἀναιρεῖται γὰρ ὁ τῶν Περσῶν στρατηγός, ἥλωσαν δὲ τοῦ Περσικοῦ ζωγρηθέντες τρισχίλιοι, καὶ οἱ ἐν τέλει δοριάλωτοι γίνονται, καὶ μέχρι χιλίων τὸ τῶν βαρβάρων γενόμενον. 4 ταγμα πρὸς τὴν Νίσιβιν γίνεται. τοῦ τοίνυν φόνου γενομένου μεγάλου τε καὶ ἀξιαγάστου῾ Ρωμαίοις καὶ τῆς λαφυραγωγίας λαμπρᾶς, συναθροισθὲν τὸ στρατόπεδον διαλύονται τὴν ἔχθραν πρὸς τὸν Μαυρίκιον καὶ γεραίρουσι λαφύροις πολλοῖς τὸν αὐτοκράτορα πέμψαντες ὡς αὐτὸν καὶ τὰ σημεῖα τοῦ Περσικοῦ, ἃ τῇ πατρίῳ φωνῇ βάνδα῾ Ρωμαῖοι. 5 μάζουσιν. ὁ δὲ Φιλιππικὸς ἐν τῇ῾ Ιερᾷ λεγομένῃ πόλει ἐνηυλίζετο τῷ φόβῳ συσταλεὶς τῆς ἀταξίας, καραδοκῶν τὴν τῆς ἀναρχίας μεταβολήν. 3. 4. 6 Χειμῶνος τοιγαροῦν ὥρας διαδεξαμένης τὸν πόλεμον τῇ ἀεικινήτῳ καὶ ἀμοιβαίᾳ τῶν τροπῶν μεταβάσει, ὁ χάραξ τοῦ῾ Ρωμαϊκοῦ διαλύεται. ἐπιγινομένου δ' ἦρος καὶ προσηνῆ καὶ ἐπίχαριν ὄψιν παρεχομένου τῇ γῇ, ἡ κατὰ τὸ εἰωθὸς τοῦ χρυσοῦ διανομὴ τῷ μαχίμῳ ὑπὸ τοῦ αὐτοκράτορος. 7 πέμπετο. ὁ δὲ῾ Ρωμαίων τε καὶ Περσῶν πόλεμος ἐσφρίγα τε καὶ ἐσφάδαζεν. τὸ δὲ Γετικόν, ταὐτὸν δ' εἰπεῖν αἱ τῶν Σκλαυηνῶν ἀγέλαι, τὰ περὶ τὴν Θρᾴκην ἐς τὸ καρτερὸν ἐλυμαίνοντο, οἱ δὲ Μῆδοι τοῖς῾ Ρωμαίων στρατηγοῖς. 8 σαντες παρανάλωμα φόνου ἐγίνοντο,῾ Ρώμη δ' ἡ πρεσβῦτις ταῖς τῶν Λογοβάρδων ἀντεῖχεν ἐφόδοις, τῇ δὲ Λιβύῃ αἱ τῶν Μαυρουσίων δυνάμεις διετέλουν ἐξίτηλοι καὶ τῷ πλήθει τῶν῾ Ρωμαϊκῶν ἀνδραγαθημάτων πρὸς τὸ ταπεινὸν καὶ. τονημένον ἀπέκλινον. οὕτω μὲν οὖν ἐκεῖναι μετὰ τῶν ἀσπίδων καὶ τὰς ἡνίας κατέθεντο τὸν αὐχένα῾ Ρωμαίοις ὑποχαλάσασαι, καὶ τήν [τε] ἠρεμίαν ἐνηγκαλίζοντο, ὁ δὲ Φᾶσις οὐκ ἐθολοῦτο τοῖς αἵμασιν· εἰρηναῖον γὰρ ῥεῖθρον τέως περιεβάλλετο τῷ διαυγεῖ τῆς ἡσυχίας καταρδεύων τοὺς Κόλχους, μηδαμοῦ κεκτημένος Μῆδον οἰκήτορα. καὶ ὧδέ πως τὰ῾ Ρωμαίων διετίθετό τε καὶ συνετάττετο. 3. 5. 1᾿ Εν τούτῳ τοιγαροῦν τῷ καιρῷ τελεσιουργοῦνται κατὰ τὴν Μηδικὴν οὐκ ἀναξιόλογα διηγήσεως πράγματα. ἀλλ' ἄγε δὴ ἐνείρωμεν καὶ τάδε τοῖς τῆς ἱστορίας μέλεσιν εὐκοσμότατα, οἷά περ ὅρμον τινὰ λιθοκόλλητον, ὀφθαλμοῖς διανοίας ἑστίασιν, ὤτων δὲ θυμηδίαν, ὡς ἔστιν εἰπεῖν, καὶ 3. 5. 2 πανήγυριν. φρούριον, Γιλιγέρδων ὄνομα αὐτῷ, ἐνδοτέρω δὲ τοῦτο τῆς Μηδικῆς ᾠκοδόμηται, ἐν χώρᾳ ἐπιλεγομένῃ Βιζαῇ, οὐ πόρρω Βενδοσαβόρων τῆς πόλεως. πρόσεστι δὲ τούτῳ καί τις εἱρκτή· Λήθην δὲ ὀνομάζουσι ταύτην οἱ βάρβαροι. 3. 5. 3 ὁ δὲ χῶρος ὥσπερ γῆ θεῷ ὀργὰς βασιλικῷ θυμῷ ἀνατίθεται, καὶ τέμενος δυσμενείας ἀποκαλῶν τις τὸ φρούριον οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ἐναποκλείονται τοίνυν ἐνθάδε ὅσοι τοῖς δικτύοις τῆς τοῦ βασιλέως λύπης ἁλίσκονται, τοῦτο μὲν 3. 5. 4 ὑπήκοοι, τοῦτο δὲ καὶ δορίκτητοι.᾿ Ιουστίνου γε οὖν τοῦ νεωτέρου τῆς῾ Ρωμαϊκῆς πολιτείας ἡγεμονεύοντος, παρεστήσατο τὴν πόλιν τὴν λεγομένην Δαρὰς ὁ τῶν Περσῶν βασιλεύς. ἔδοξε γοῦν τῷ βασιλεῖ, καὶ γίνονται Δαρηνοὶ τοῦ φρουρίου 3. 5. 5 τούτου οἰκήτορες. ὑπῆσαν δὲ καὶ Καδασηνοὶ ἐν αὐτῷ, (βάρβαρον δὲ τὸ φῦλον τῆς Μηδικῆς) οὐ μὴν ἀλλὰ καὶ ἕτεροι τὸ κακοπραγεῖν κληρωσάμενοι, καὶ κοινὸν ἄθροισμα 3. 5. 6 ταλαιπωρουμένων ἀνδρῶν τὸ φρούριον ἐνηγκάλιστο. γίνεται γοῦν τοῖς ἑτερογενέσιν εἰς συμφωνίαν τὰ κοινὰ δυστυχήματα, καὶ οὓς γένος καὶ νόμος καὶ γλῶττα διείλετο, συνῆψεν ἡ τῶν παθημάτων οἰκείωσις τῷ ἀδελφῷ τῆς ἀνάγκης. 7 λετήσασα τὴν ὁμόνοιαν. ἐξάρχουσι δῆτα τῆς ἀνδρείας οἱ Δαρηνοὶ καὶ αὐτοβοεὶ τοῖς ἐν ποσὶν ὀργάνοις πολέμου χρησάμενοι ἀναιροῦσι τοὺς φύλακας. καὶ τοῦ φόνου ἐκκαιομένου πρὸς τὸ λαβρότερον, (πλῆθος γὰρ ὑπῆν στρατιᾶς περιφρουρούσης τὸ φρούριον) νικῶσι῾ Ρωμαῖοι καὶ συνεξάγουσι τοῦ φρουρίου καὶ τοὺς τῶν ἀτυχημάτων αὐτοῖς κοινωνοὺς καὶ πολλὰ παθόντες καὶ δράσαντες εἰς τὴν῾ Ρωμαίων ἐπανέζευξαν. 3. 5. 8 Τῶν δὲ περιφανῶν ἐκείνων θριάμβων γεγονότων῾ Ρωμαίοις, ἔτι πρὸς τῇ Μαρτυροπόλει ὁ πόλεμος ἐξηρτύετο, ὡς φθάσαντες εἴπομεν, ὁπηνίκα καὶ Μαρουζᾶς, ὁ τῶν Περσῶν στρατηγός, ἐν τῇ παρατάξει ἐτύγχανεν ὢν πεπτωκώς, ἥλωσαν δ' οἱ τῶν δύο κεράτων ταξίαρχοι, ἥ τε κεφαλὴ Μαρουζᾶ 3. 5. τοῦ στρατηγοῦ ἐς Βυζάντιον ἧκεν. ὁ δὲ Φιλιππικὸς ἔτι ἀπεδοκιμάζετο ἐκ τῆς῾ Ρωμαίων δυνάμεως καὶ ἀποστράτηγος ἦν· οὐ προσίετο γὰρ κηδεμόνα τὰ πλήθη τὸν πρὸ μικροῦ περὶ τὸ᾿ Αρζάμων ἀνδραγαθήσαντα. εὐμετάγωγον γὰρ τὸ πλῆθος καὶ δυσάρεστον πέφυκεν, καὶ φίλον αὐτῷ τὸ τῆς μεταβολῆς 3. 5. 10 ἀεικίνητον. γενομένου τοίνυν Φιλιππικοῦ περὶ τὰς τῶν Κιλίκων ἐπαύλεις, αὐτοκρατορικοῖς γράμμασιν αὖθις εἰς τὴν Συρίαν παλινδρομεῖ, καὶ μόλις ὑπὸ τοῦ῾ Ρωμαϊκοῦ προσεδέδεκτο, Γρηγορίου, τοῦ᾿ Αντιοχείας τὸν ἀρχιερατικὸν θρόνον τὸ τηνικαῦτα διέποντος, διαλλάξαντος τῷ στρατηγῷ τὰ. 11 τεύματα. ἡ δὲ Μαρτύρων πόλις τότε δὴ τότε ἥλω ὑπὸ Περσῶν, οὐ τοῖς ἐκ πολέμων νόμοις, προδοσίας δὲ δόλοις, οἷς εἴωθε κλέπτεσθαι τὰ μὴ δυνάμενα παρὰ τῶν ἀντιπάλων 3. 5. 12 κατεργάζεσθαι μάχαις. ὁ δὲ τοῦ δόλου πατὴρ Σίττας ἐτύγχανεν ὤν. οὗτος αὐτομολήσας πρὸς Πέρσας ὑποπείθει σιδηροφορῆσαι τετρακοσίους τοῦ βαρβαρικοῦ ὑποκρίνεσθαί τε 3. 5. 13 προσχωρήσειν῾ Ρωμαίοις, παραφανῆναι δὲ τῇ πόλει. οὗ γεγονότος τοὺς ἀστοὺς ἔπειθε Σίττας ὡς προσκεχωρηκότας῾ Ρωμαίοις τοὺς βαρβάρους εἰσδέξασθαι. ἐξαπιναίως τοίνυν τοῦ κακοῦ γενομένου οἱ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται. 3. 5. 14 ὁ δὲ Φιλιππικὸς ταῦτα μεμαθηκὼς στρατοπεδεύεται καὶ χάρακα περὶ τὴν πόλιν ἐνέβαλλεν. διά τοι τοῦτο ἐπιστρατεύει καὶ ὁ τῶν Περσῶν βασιλεὺς καὶ Μεβόδην Σουρήνα τὸν υἱὸν ἀντεξώπλιζεν· ἀξιώματα δὲ ταῦτα παρὰ Πέρσαις 3. 5. 15 πρεσβεύονται. ἐπεὶ δ' οὐκ ἀποχρῶσα δύναμις τῷ Μεβόδῃ ὑπῆν, ἀποστέλλεται παρὰ τοῦ Περσῶν βασιλέως καὶ᾿ Αφραάτης, ὁ κατὰ τῆς᾿ Αρμενίας τὰς στρατηγίδας λαχὼν τοῦ πολέμου ἡνίας. τοίνυν συγκεκροτημένου πολέμου, πταίουσιν οἱ῾ Ρωμαῖοι καὶ ἐλάττονες γίνονται τοῦ σκοποῦ, καὶ νικᾷ τὸ τῶν 3. 5. 16 βαρβάρων στρατόπεδον. τοῖς μὲν οὖν ἐν Μαρτύρων πόλει διαφρουροῦσι Πέρσαις ἐπίθετος γίνεται δύναμις, καὶ εἰς τὸ καρτερὸν ὑπὸ τῶν Περσῶν ἡ πόλις διεφυλάττετο· ὁ δὲ Φιλιππικὸς ἀπεχειροτονεῖτο παραυτίκα, Κομεντίολόν τε στρατηγὸν ὁ αὐτοκράτωρ ἀνίστησιν. 3. 6. 1 ἀφικνεῖται τοιγαροῦν ὁ στρατηγὸς ἐς τὰ προαύλια τῆς Περσίδος αὐτῆς καὶ περὶ τὴν Νίσιβιν (᾿ Αντιόχεια δ' αὕτη τῆς Μυγδονίας τὸ πάλαι προσ- ηγορεύετο) συμπλέκεται Πέρσαις περὶ τὸ Σισαρβάνων οὕτω 3. 6. 2 λεγόμενον. καὶ τοῦ πολέμου λαβόντος τὴν πρόοδον, ὁ Κομεντίολος τὰ νῶτα τῇ παρατάξει ὑπέδειξεν, καὶ μεγάλης αὐτῷ τῆς φυγῆς γενομένης, καὶ μέχρι τῆς Θεοδοσίου πόλεως τῆς ἀποδράσεως ἀκμαζούσης,῾ Ηράκλειος, ὁ῾ Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν λίαν ἀνδρικῶς ἀπεφέρετο καὶ κατάδηλος ἦν ἐνευδοκιμῶν ἐν τῷ 3. 6. 3 δόρατι. ἀναιρεῖται γοῦν ὁ τῶν Περσῶν στρατηγός, ὃν᾿ Αφραάτην ὁ λόγος ἀπέδειξεν, ἤδη που καὶ Μεβόδου ἐν τῇ πρὸς Φιλιππικὸν μάχῃ ὑπὸ῾ Ρωμαϊκῆς πεφονευμένου βολῆς. τῶν δὲ῾ Ρωμαίων διὰ τὴν φυγὴν τῶν Περσῶν ἀπενεγκαμένων τὴν εὔκλειαν, εἰκότως τὰ τῶν βαρβάρων ἐσκυλεύετο σώματα, 3. 6. 4 καὶ γίνεται τοῦ νενικηκότος τὰ κτήματα. τῇ δ' ἐπιούσῃ καὶ τοῦ Περσικοῦ χάρακος ἐπιβάντες῾ Ρωμαῖοι καὶ τούτου κρατήσαντες τῶν τροπαίων τὸν ἔλεγχον ἐς βασιλέα παρέπεμπον, ξίφη χρύσεα τιάρας τε Περσικὰς καὶ τὰς λιθοκολλήτους ζώνας, ἃς οἱ μαργαρῖται τοῖς βαρβάροις λαμπρύνουσιν, τά τε σημεῖα τῆς παρατάξεως, ἅπερ῾ Ρωμαίοις εἴθισται τῇ 3. 6. 5 πατρῴᾳ φωνῇ βάνδα ἀποκαλεῖν. ὁ δ' αὐτοκράτωρ τὰς νικηφόρους συλλαβὰς ὑπὸ τοῦ στρατηγοῦ προσδεξάμενος ἱλαρύνετο τε καὶ κατηυφραίνετο καὶ ἱππικοὺς προσέταττεν ἀγῶνας τελεῖσθαι, καὶ κατορχεῖσθαι τοῖς δημοτικοῖς ἐγκελεύεται, ὡς εἴθισται῾ Ρωμαίοις πανηγυρίζουσιν. 3. 6. 6᾿ Επεὶ δὲ τὸν πρὸς᾿ Αφραάτην ἀπεπερατώσαμεν λόγον τοῖς διηγήμασιν, φέρε δή, φέρε καὶ τὰ περὶ Σουανίαν τοῖς῾ Ρωμαίοις πραχθέντα τοῖς τῆς ἱστορίας λειμῶσιν ἐπιφυτεύσωμεν· καὶ ζωγράφοι γὰρ τὰ μεγάλα καὶ περιφανῆ τῶν μελῶν ἐγχαράξαντες οὐ πρότερον τοῦ φιλοτεχνήματος ἀποπαύονται, πρὶν ἂν καὶ τὰ σμικρότατα μέλη τοῦ σύμπαντος 3. 6. 7 τοῖς πίναξιν ἐγχαράξωσιν. ἔτος ὄγδοον τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος, καὶ Βαράμ, ὁ τῶν Περσῶν στρατηγός, ἅμα ταῖς δυνάμεσι τοῦ βαρβαρικοῦ ὑπὸ῾ Ορμίσδα, τοῦ τῶν Περσῶν βασιλέως, κατὰ Σουανίας ἐκπέμπεται. καὶ ἀδοκήτου τῆς ἐπιστασίας τῶν Περσῶν γεγονυίας, τὸ. 8 δαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. ληΐζεται γὰρ ἡ Σουανία κάρτα κομιδῇ, καὶ ἄσχετον ἦν τὸ κακόν· ἐχήρευε γὰρ τοῦ στρατηγήσοντος, τῆς Κολχικῆς ἀνηγεμονεύτου ὑπούσης κηδεμόνος τε ὀρφανῆς καθεστώσης, ὡς οἷα περὶ τὴν ἕω τοῦ πολέμου 3. 6. σφριγῶντος. τῶν Οὔννων τοιγαροῦν τῶν πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους ἔθος Πέρσαις ἀποκαλεῖν, καταπολεμηθέντων λίαν ὡς ἔπος εἰπεῖν ἐγκρατῶς ὑπὸ῾ Ορμίσδα, τοῦ βασιλέως τῶν Πάρθων, ἐπὶ τὴν Κολχίδα ὁ Βαρὰμ τὸν πόλεμον 3. 6. 10 μετεβίβαζεν. ἐς τοσοῦτον γὰρ οἱ τῆς Περσικῆς ἤρθησαν βασιλείας αὐχένες, ὡς φορολογεῖσθαι ὑπὸ τῶν Βαβυλωνίων τοὺς Οὔννους, τὸ πρὶν τεσσαράκοντα χιλιάδας χρυσῶν ἠρεμίας προφάσει τοὺς Μήδους εἰσπραττόντων τῶν Οὔννων. 3. 6. 11 πολυχρύσου τοίνυν τῆς τῶν Τούρκων ἀρχῆς ὑπὸ τῶν Περσῶν γεγονυίας, ἐς μεγάλην τοῦτο δὴ τὸ ἔθνος ἐτέτραπτο πολυτέλειαν· κλίνας τε γὰρ ἐσφυρηλατοῦντο χρυσᾶς καὶ τραπέζας καὶ κύλικας καὶ θρόνους καὶ βήματα ἱππικούς τε κόσμους καὶ 3. 6. 12 πανοπλίας, καὶ ὅσα τῇ μέθῃ τοῦ πλούτου ἐπινενόηται. χρόνῳ δ' ὕστερον παρασπονδησάντων τῶν Τούρκων καὶ ἀξιούντων περαιτέρω τῶν εἰωθότων δίδοσθαι χρημάτων αὐτοῖς καὶ βαρυτάτην ἐπενθήκην γενέσθαι, τῶν τε Περσῶν τὸ τῆς ἐπιβολῆς τῶν φόρων οὐ φερόντων φορτίον, χειροτονεῖται ὁ πόλεμος. 3. 6. 13 καὶ λαμπρᾶς τοῖς Πέρσαις γενομένης τῆς νίκης, ἀντικαταρρεῖ μετὰ τῆς τύχης τὰ πράγματα, καὶ ὑπὸ τῶν Περσῶν φορολογοῦνται οἱ Τοῦρκοι προσαφαιρεθέντες καὶ ἃ πρότερον 3. 6. 14 αὐτοῖς συνήθροιστο χρήματα. καὶ πάλιν κομᾷ τὰ Περσῶν, καὶ περίβλεπτα τῷ῾ Ορμίσδᾳ καθεστήκει τὰ τρόπαια· λαφυραγωγοῦνται γὰρ κλῖναι καὶ τράπεζαι καὶ θρόνοι χρυσοῖ κόσμος τε ἱππικὸς ἀμφορεῖς τε καὶ πάντα τὰ ἐς τυράννων. 15 ταγμένα τιμήν. ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ τὰ περὶ τοὺς Τούρκους ἐλήλακεν, ἀνατείνει κατὰ Σουανίας τὴν μάχαιραν, 3. 6. 16 τῆς Σκυθικῆς Πέρσαις ἀπομαρανθείσης ἐκτάξεως. περίδοξος τοίνυν ὁ Βαρὰμ κατὰ τὸν Τουρκικὸν γενόμενος πόλεμον τῇ Σουανίᾳ προσομιλεῖ, καὶ λείας κρατήσας περιφανοῦς καὶ ἐπὶ τὴν Βαβυλωνίαν ἐκπέμψας ἐς τὸν᾿ Αράξην στρατοπεδεύεται 3. 6. 17 ποταμόν, ὃν῎ Ερας ἀποκαλοῦσιν οἱ βάρβαροι. ὁ δ' αὐτοκράτωρ τῶν συμβεβηκότων ἀκηκοὼς῾ Ρωμανὸν τοῦ πολέμου κηδεμόνα καθίστησιν. γενόμενος οὖν ἐν τῇ Κολχίδι ὁ στρατηγός, ἣν Λαζικὴν ἡ συνήθης μετωνόμασε γλῶττα, καὶ τῷ ἐκεῖσε ἱεραρχοῦντι κοινολογησάμενος, ἀπάρας ἐντεῦθεν στρατοπεδεύεται ἐπὶ τὴν᾿ Αλβανίαν αὐτήν. 3. 7. 1 ὁ δὲ Βαρὰμ πυθόμενος τὴν῾ Ρωμαϊκὴν παρουσίαν ἐγεγήθει· ἤρα γὰρ῾ Ρωμαϊκῆς 3. 7. 2 παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. διά τοι τοῦτο διαπεραιωσάμενος τὸν γείτονα ποταμὸν ἐπὶ τὸ Κάνζακον τὴν ὑποχώρησιν ἐπεποίητο ἐφελκόμενος ὥσπερ 3. 7. 3 ἐπὶ τὰ ἐνδότερα τῆς Περσίδος῾ Ρωμαίους. τούτων γοῦν ὁ῾ Ρωμανὸς ὑπαισθανόμενος φιλυπόστροφος γίνεται τὸ συνοῖσον τῇ προθυμίᾳ πραγματευόμενος. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ διαγανακτοῦντος καὶ τῆς πρὸς τὸ πρόσω ἐφιεμένου φορᾶς, λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ 3. 7. 4 στρατιωτικοῦ θράσους οἰδήματα. ἐπεπόμφει δὲ καὶ ὁπλίτας πεντήκοντα ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα. οὗτοι ἐντυγχάνουσι δύο κατασκόποις τοῦ Περσικοῦ῾ Ρωμαϊκὴν περιβαλομένοις ἐσθῆτα. οἱ δὲ τοὺς ἑλόντας ἀποβουκολίζουσι ἀποσκευάζονταί τε τὸν κίνδυνον εἶναι῾ Ρωμαῖοι βεβαιωσάμενοι. 3. 7. 5 καὶ πίστιν τοῦ λόγου προυτίθεσαν διὰ ξένης τινὸς ἀτραποῦ νυκτὸς παραδεικνύειν ἀφύλακτον στιβαδευόμενον τὸ πολέμιον. 3. 7. 6 οἱ μὲν οὖν τὸν ὄλεθρον ἀσμενίσαντες καὶ παρακρουσθέντες ὑπὸ τῆς ὑποσχέσεως ἥλωσαν ὑπὸ τοῦ Περσικοῦ, ζωγρηθέντες τε καὶ μετὰ στρεβλώσεων τὰς ἀποκρίσεις πρὸς τὰς πεύσεις ποιούμενοι κατάδηλα πάντα τῷ Βαρὰμ ἐποιήσαντο, ὅπως ὁ῾ Ρωμανὸς τῆς Περσικῆς ἐπιβαίνειν οὐ τεθάρρηκε γῆς, τό τε 3. 7. 7 ὀλιγοστὸν τῆς περὶ αὐτὸν μαχίμου δυνάμεως. τούτων γοῦν ἑαλωκότων, τρεῖς τὸν ἀριθμὸν περισωθέντες ἀναγγέλλουσι τῷ῾ Ρωμανῷ τὸ δυστύχημα. ὁ μὲν οὖν Βαρὰμ τὸν ποταμὸν διενήξατο καὶ αὖθις τὴν῾ Ρωμαίων κεραΐζεται γῆν, ὁ δὲ τοῦ 3. 7. 8῾ Ρωμαϊκοῦ προεστὼς εἰς τοὐπίσω παλιννοστεῖ. τοῦτο διεγνωκότες οἱ βάρβαροι ἐπετίθεντο τοῖς῾ Ρωμαίων συντάγμασιν. ὁ δὲ στρατηγὸς τῆς Κολχίδος στρατιὰν ἀθροίσας ἐσύκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν῾ Ρωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς 3. 7. ἔχουσι τὰς ψυχὰς πρὸς παράταξιν. τῆς῾ Ρωμαϊκῆς τοίνυν πληθύος παροτρυνομένης πρὸς πόλεμον, ὁ῾ Ρωμαίων στρατηγὸς τοὺς ἀλκιμωτάτους ἀπὸ τῶν ἀδρανεστέρων διέκρινεν, καὶ τὸ μὲν μάχιμον ὡς ἑαυτὸν ἀνελάμβανεν, τὸ δὲ ἀπόλεκτον 3. 7. 10 περιφρουρεῖν τὸν χάρακα διεκόσμησεν. εἰς δέκα τοίνυν χιλιάδας τῆς μαχίμου ὁρώσης, δύο προθέειν τοῦ ὁπλιτικοῦ ὁ στρατηγὸς διετάξατο· αἳ τῇ προτρεχούσῃ τῆς Περσικῆς στρατιᾶς συναντήσασαι φάλαγγι γενναίως πᾶσαν διώλεσαν, κρημνοῦ συγκυρήσαντος καὶ τετυχότος τοῖς. 11 βάροις τὰ τῆς διαφυγῆς ἀνεπίτευκτα. τῆς δὲ καταδιώξεως ἐμφανοῦς γενομένης καὶ μέχρι τοῦ βαρβαρικοῦ χάρακος λαβούσης τὴν πρόοδον, ὡς καὶ τὸν Βαρὰμ καταπλαγῆναι ἐπὶ τῇ συντάξει τοῦ δράματος, ἐπανῆκεν ἡ προτρέχουσα 3. 7. 12 δύναμις τῆς῾ Ρωμαίων πληθύος. καὶ τούτων καταφανῶν τῷ῾ Ρωμαίων στρατηγῷ γενομένων, καὶ τῆς῾ Ρωμαϊκῆς ἐκτάξεως ὀργώσης συμπλακῆναι τοῖς Μήδοις, ὁ῾ Ρωμανὸς τὴν ἀπόμαχον ἠρεμίαν ἠσπάζετο δέει τῆς ἀπειροπλασίου τῶν βαρβάρων. ἀθροίσεως. ἐπεὶ δ' οὐχ οἷός τε ἦν χαλιναγωγεῖν τὸ ὑπήκοον τοῖς ἔναγχος ἀνδραγαθήμασι ζωπυρούμενον, πρὸς παράταξιν τὰς δυνάμεις καθώπλιζεν. συνήντα δὲ καὶ τὸ βάρβαρον. 3. 7. 13 στρατοπεδεύονται γοῦν ἑκάτεραι δυνάμεις ἐν πεδίῳ τῆς᾿ Αλβανίας, ἃς διεῖργε τῆς παρατάξεως ἀπορρώξ τις ἀγχιβαθὴς ἐκ τοῦ᾿ Αράξου ποταμοῦ προερχόμενος. τὰ μὲν οὖν πλήθη ἐπὶ ταῖς ὄχθαις ἐναυλιζόμενα τοῦ μεσιτεύοντος ὕδατος ἐδίδοσάν 3. 7. 14 τε καὶ ἀντελάμβανον λόγους. τρίτη δ' ἡμέρα, καὶ ἄγγελος ἀπὸ τοῦ Περσικοῦ πρὸς τὸν῾ Ρωμανὸν παραγίνεται τὸν πόλεμον ἐξαιτούμενος, χώραν τε τῇ διαβάσει ἢ῾ Ρωμαίους Πέρσαις παρέχεσθαι ἢ τὸ βάρβαρον τοῖς τῶν῾ Ρωμαίων 3. 7. 15 στρατεύμασιν. καὶ οὖν ὁ τοῦ῾ Ρωμαϊκοῦ τὴν ἐπιστασίαν περιβαλόμενος πανστρατιᾷ συναθροισάμενος ξύλλογον ὑπὸ τῆς πληθύος ἠξίου διδάσκεσθαι τὸ συνοῖσον αὐτοῖς πρὸς τὸν πόλεμον. τῶν δὲ συγχωρεῖν διανήξασθαι εἰσηγησαμένων τῷ στρατηγῷ τὸ πολέμιον, τῇ ὑστεραίᾳ ὁ λόγος πρὸς πρᾶξιν 3. 7. 16 ἐχώρησεν. οὐ μετὰ πολὺ δὲ πρὸς ἔκταξιν ἑκατέρα παρεσκεύαστο δύναμις. τοῦ δὲ Βαρὰμ ἀποπειραθέντος κλέψαι τὸν πόλεμον, ἀντεστράτευεν ὁ῾ Ρωμανὸς τοῖς σοφίσμασι τὴν 3. 7. 17 ἀγχίνοιαν. ἡμέρα δὲ πέμπτη, καὶ῾ Ρωμαῖοι καὶ Μῆδοι πρὸς παράταξιν καθωπλίζοντο καὶ τρισσοῖς συντάγμασι διεκόσμουν τὸν πόλεμον. τὸ μὲν οὖν μεσαίτατον κέρας τῆς βαρβάρου δυνάμεως ἐταπεινοῦτο ὑπὸ τῆς ἀντιθέτου παρασκευῆς. δεδιὼς τοιγαροῦν ὁ Βαρὰμ τὴν ἐπιφορὰν τῆς ὁλκῆς τῶν῾ Ρωμαίων 3. 7. 18 ἐκ τοῦ εὐωνύμου κέρατος περιεβάλλετο δύναμιν. ἐντεῦθεν ἀσθενεστέρου τοῦ λαιοῦ γεγονότος συντάγματος ἐκ τῆς ἀντιστρατηγούσης δυνάμεως, καὶ φόνου πολλοῦ τοῖς Πέρσαις περικυμαίνοντος, καὶ ἐς μέγα κακοῦ τῶν πραγμάτων τῷ Βαρὰμ κεχωρηκότων, πανστρατιᾷ τε τῆς φυγῆς γενομένης τοῖς Πάρθοις, τῆς τε διώξεως μεγάλης καὶ ἐπισημοτάτης ὑπὸ τοῦ῾ Ρωμαϊκοῦ προελθούσης, συναπέσβη μετὰ τοῦ τύφου 3. 7. 1 τῷ Βαρὰμ καὶ ἡ τύχη. τοῖς μὲν οὖν τὰ τῆς ἀποδράσεως ἐκρατύνετο, τοῖς δὲ τὰ τοῦ θάρσους ὡς ἔπος εἰπεῖν ἐμηκύνετο. οἱ δὲ τῶν Περσῶν τεθνεῶτες λωποδυτούμενοι καὶ ταφῆς ἀμοιροῦντες τοῖς ἐντυγχάνουσι θηρίοις ἑστίασις ἦν αὐτοσχέδιος. 3. 8. 1 Ταῦτα διαγνοὺς ὁ῾ Ορμίσδας καὶ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησεν, γυναικείας ἐσθῆτας ἔπαθλα τῆς ἀδοξίας κληροδοτήσας αὐτῷ· ναὶ μὴν καὶ τῆς στρατηγίας ἀπεχειροτόνησε τοῦτο γράμμασι 3. 8. 2 βασιλικοῖς ψηφισάμενος. ἄρχεται δ' ἐντεῦθεν Μήδοις καὶ Μήδοις ὁ πόλεμος. ἀντευτελίζεται γὰρ ὑπὸ τοῦ στρατηγοῦ καὶ῾ Ορμίσδας, ὃν βασιλέα Περσῶν ἐγνώκει τὰ πράγματα. 3. 8. 3 τὰ δὲ τῆς ὕβρεως ἀντετυποῦτο τοῖς γράμμασιν, καὶ οὐ παῖς ἀλλὰ θυγάτηρ Χοσρόου ἐκεῖνος῾ Ορμίσδας αὐτὸς ἐπὶ ταῖς 3. 8. 4 ἀντιγραφαῖς προπηλακιζόμενος ἐνεγέγραπτο. πρό τινος δὲ τούτων βραχέος καιροῦ οἱ γειτνιῶντες πρὸς τῇ Περσίδι᾿ Αρμένιοι ὑποπεισθέντες ὑπό τινων῾ Ρωμαίων ἀνδρῶν ἀπο- στασίου ξυνωμοσίαν διέθεντο, καὶ πρὸς τὸ Μηδικὸν αὐτομολεῖν ἐνεχείρησαν δολοφονήσαντες τὸν ὑπὸ τοῦ αὐτοκράτορος ἡγεμόνα τῆς᾿ Αρμενίας γενόμενον,᾿ Ιωάννης ὄνομα αὐτῷ. 3. 8. 5 καὶ ἐν σάλῳ τῶν πραγμάτων τῆς᾿ Αρμενίας ἀποκλινάντων, ὁ αὐτοκράτωρ Μαυρίκιος Δομεντζίολον, ἄνδρα περιφανῆ φιλιώτατόν τε καὶ ἐς συγκλήτου βουλὴν ἐν τοῖς κορυφαιοτέροις 3. 8. 6 προλάμποντα, εἰς τὴν᾿ Αρμενίαν ἐκπέμπει. ὁ μὲν οὖν ἐγκοπὴν τῇ ἐπιβολῇ τῆς ἀποστασίας παρέχεται, τὸν δὲ τῆς τυραννίδος πατέρα (Συμβάτιος ὄνομα αὐτῷ) δέσμιον βασιλεῖ παρεστήσατο. τοῦ δὲ βασιλέως τεμένει διαιτητῶν τὴν βάσανον τῆς κατηγορίας εὐσεβέστερον ἐξαρτήσαντος, ἵνα μὴ τῷ ἀνεξετάστῳ τῶν ἐγκλημάτων ἀδίκῳ παρρησίᾳ τὰ τῆς ποινῆς πολιτεύσηται, καθομολογεῖται παρὰ τῶν αἰτίων τὰ. 7 μελήματα. καὶ δῆτα τῶν δεδικακότων προσενεγκαμένων ἀπόφασιν τιμωρίᾳ τε θηριοβλήτῳ φησάντων τοὺς τὰ τοιαῦτα δράσαντας ἐκποδὼν τῶν ἀνθρωπίνων γενέσθαι πραγμάτων, τοῦ τε θεάτρου πλησθέντος, καὶ μελλόντων εἶναι θηρίων βορὰ τῶν πεπραχότων τὰ πλημμελήματα, ταῖς εὐφημίαις 3. 8. 8 τῶν δήμων τὸ τοῦ βασιλέως προῆλθε φιλάνθρωπον. καὶ ὁ μὲν τῶν θηρίων διεκρίνετο καὶ τὴν παράδοξον σωτηρίαν καρπίζεται, οἱ δὲ θεαταὶ μεγαλαυχοῦσι τῶν ἀδοκήτων τοῦ βασιλέως οἰκτειρμῶν τὸ φιλάνθρωπον. 3. 8. Τοῦ πάντα δὲ χρόνου καινίζοντός τε καὶ παραχαράττοντος καὶ διαμορφοῦντος καὶ ἄλλοτε ἄλλως πλάττοντος καὶ μετατρέποντος τῇ περιστροφῇ τῆς ἀεικινήτου δινήσεως, καὶ τῷ ἄξονι τῆς περιφορᾶς τῶν πραγμάτων τυραννοῦντος τὸ πάγιον, καὶ ἀεὶ πρὸς τὸ βέβαιον δυσαρεστοῦντός τε καὶ νοσηλευομένου, καὶ ὅποι στῆναι τῆς πλάνης οὐκ ἔχοντος, καὶ τῇ τῆς παλιρροίας ἀνωμάλῳ κινήσει τὸ ἀνίδρυτον κεκτημένου, συμβαίνει τὸ τηνικαῦτα καιροῦ τῇ τῶν Περσῶν βασιλείᾳ παράλογά πως παθήματα ἔκθεσίν τε ἀφηγημάτων κεκτημένα 3. 8. 10 οὐκ ἄκομψον. τοῦ γὰρ Βαρὰμ μὴ διαλυσαμένου πρὸς τὸν῾ Ορμίσδαν τὴν ἄρτι που ἐξαπιναίως ἔχθραν πηγάσασαν, ἐγκελεύεται ὁ τῆς Μηδικῆς μοναρχῶν, ὃν῾ Ορμίσδαν ἡ ἱστορία διέγραψεν, ἄρχοντί τινι τοῦ Μηδικοῦ πρὸς τὸν Βαρὰμ παραγενέσθαι, καὶ τῆς μὲν ἀρχῆς θᾶττον αὐτὸν παραλύσασθαι, χειροπέδαις δὲ τοῦτον ἐνεῖραι καὶ ἠτιμωμένως τοῖς. 11 κτόροις θᾶττον αὐτὸν παραστήσασθαι. ὁ μὲν οὖν Σαράμης (τοῦτο γὰρ ὄνομα τῷ ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένῳ) χειρωθεὶς ὑπὸ τοῦ Βαρὰμ καί τινι τῶν μεγίστων ἐλεφάντων παραδοθεὶς παρανάλωμα κατεστρέψατο τὸν βίον πικροτάτῳ 3. 8. 12 θανάτῳ·῾ Ορμίσδου δὲ καταπολεμηθέντος ὑπὸ Βαρὰμ τῆς τε βασιλείας καθαιρεθέντος, Χοσρόου τε τοῦ νεωτέρου τοῦ τοῦ῾ Ορμίσδα παιδὸς καταστασιασθέντος κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως κἀντεῦθεν προσκεχωρηκότος῾ Ρωμαίοις, ὁ γέρων ἐκεῖνος καὶ Περσικὸς διαλύεται πόλεμος εἰς δύο δεκάδας διατείνας ἐνιαυτῶν. 3.. 1᾿ Αλλὰ πρὶν τά τε τῷ Βαρὰμ διαπραχθέντα τά τε συμβεβηκότα κατὰ τὴν Χοσρόου τοῦ νεωτέρου προσχώρησιν διεξοδικώτερον ἐπεξέλθωμεν, ἐπαναζεύξωμεν τὴν ἀφήγησιν ἐπὶ τὴν᾿ Ιουστίνου τοῦ νεωτέρου βασιλείαν, τὸν λόγον που 3.. 2 πρὸς τοὐπίσω μικρὸν ἀνακλίναντες· τὰς αἰτίας γὰρ ἐντεῦθεν λέξομεν τῆς Περσικῆς ταύτης καὶ πρεσβύτιδος μάχης. οὕτω γὰρ τῷ ἀπαραλείπτῳ τῶν ἀφηγημάτων οἱ τῆς ἱστορίας ὡραϊσθήσονται πίνακες. 3.. 3᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκήρατον λῆξιν μεταχωρήσαντος, ἐννέα καὶ τριάκοντα ἔτεσι τὰ῾ Ρωμαίων διιθύναντος σκῆπτρα, γίνεται τῆς τῶν πραγμάτων ἡγεμονίας διάδοχος᾿ Ιουστῖνος ὁ νέος· ἀδελφιδοῦς δ' οὗτος ἐτύγχανεν 3.. 4 ὢν᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἑβδόμῳ τοιγαροῦν ἐνιαυτῷ τῆς βασιλείας᾿ Ιουστίνου τοῦ νέου παρασπονδησάντων῾ Ρωμαίων τῇ τοῦ βασιλέως κουφότητι, τὰ τῆς εἰρηναίας εὐδαιμονίας διασπᾶταί τε καὶ περιρρήγνυται, ἐπεισάγεται δὲ῾ Ρωμαίοις καὶ Μήδοις ὁ πόλεμος, ἡ δεξαμενὴ τῶν κακῶν, τὸ πάντων τῶν δυστυχημάτων ὡς ἔστιν εἰπεῖν καταγώγιον, τὸ ἀρχέτυπον τοῦ βίου λυτήριον, ὃ σηπεδόνα τῶν ἀνθρωπίνων πραγμάτων ἀποκαλῶν τις οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. 3.. 5 αἳ δὲ συνθῆκαι πεντηκοντούτιδες῾ Ρωμαίοις καὶ Πέρσαις διωμολόγηντο, αὗται τῇ μεγάλῃ τοῦ βασιλέως ἀνοίᾳ διαφθείρονταί τε καὶ παρατέμνονται. κἀντεῦθεν ἡ ἀρχέκακος πρόοδος 3.. 6 τῶν῾ Ρωμαϊκῶν ἀτυχημάτων ἐγίνετο. καταιτιῶνται δὲ῾ Ρωμαῖοι τοὺς Πάρθους καὶ τοῦ πολέμου δημιουργοὺς ἀνεκήρυττον, φάσκοντες τοὺς῾ Ομηρίτας (᾿ Ινδικὸν δὲ τὸ γένος καὶ῾ Ρωμαίοιςὑπήκοον) πρὸς ἀπόστασιν ὑπ' αὐτῶν ὑποπείθεσθαι, εἶτα μὴ νενικημένους ἐκείνους ταῖς εἰσηγήσεσι πάσχειν ὑπὸ Περσῶν δι' ἐφόδων ἀνήκεστα, τῆς εἰρήνης διακεχυμένης Πέρσαις 3.. 7 τε καὶ τῷ῾ Ρωμαϊκῷ πολιτεύματι. προσέτι γε χαλεπαίνοντες ἔφασκον ὅτι γε πρὸς῾ Ρωμαίους Τούρκων πρεσβευσαμένων τότε νῦν πρῶτον ὑποφθείρειν τοὺς᾿ Αλανοὺς χρήμασιν ἐπειράθησαν Πέρσαι, ἐφ' ᾧ δι' αὐτῶν ἰόντας ἀναιρεθῆναι τοὺς 3.. 8 πρέσβεις καὶ κωλύμην ἀποκληρώσασθαι τὴν διάβασιν, φιλαιτίως῾ Ρωμαῖοι τὸ πολεμεῖν ἀσμενίζοντες καὶ μικραῖς καὶ ἐξιτήλοις τισὶν ἀφορμαῖς μεγάλας προόδους κακῶν σφίσιν αὐτοῖς σοφιστεύοντες· οὐ γὰρ ὄνησιν αὐτοῖς τὸ φιλοπόλεμον 3.. προσεπόρισεν. Μῆδοι δὲ πατέρας τοῦ πολέμου῾ Ρωμαίους κηρύττοντες αἰτίας ταύτας προυτίθεσαν, τὸ ὑποδέχεσθαι τοὺς᾿ Αρμενίους῾ Ρωμαίους, ἐν ὑπηκόων μοίρᾳ Πέρσαις τυγχάνοντας καὶ ἐς τυραννίδα ἐληλακότας ἀνελόντας τε Σουρήνην κλιματάρχην ὑπὸ τοῦ Περσῶν βασιλέως τῆς 3.. 10᾿ Αρμενίων πολιτείας γενόμενον· πρὸς ἐπὶ τούτοις τὸ μὴ ἐθέλειν῾ Ρωμαίους ἀν' ἔτος ἕκαστον πεντακοσίας λίτρας χρυσίου κατὰ τὸ εἰωθὸς κατατίθεσθαι, ἃς᾿ Ιουστινιανὸς ὁ βασιλεὺς ταῖς συνθήκαις διωμολόγησεν, οἷά περ ἀπαξιοῦντας 3.. 11 φορολογεῖσθαι ὑπὸ τοῦ Περσῶν βασιλέως. ὃ δ' ἦν οὐ τοῦτο, ἀλλ' ἐπὶ φρουρᾷ τῶν ὀχυρωμάτων ἐδίδοντο τῶν εἰς κοινὴν σύστασιν φρουρουμένων, ὅπως μὴ σχοίη τὴν εἰσροὴν τῶν ἀπείρων ἐθνῶν καὶ ὁμόρων ἡ ἀκατάσχετος δύναμις, καὶ βασιλείας ἑκατέρας ἐπιγένηται λύσις. 3. 10. 1 Διαχεθείσης οὖν τῆς εἰρήνης, καὶ τῶν σπονδῶν ἀνατετραμμένων῾ Ρωμαίοις τε καὶ Πέρσαις,᾿ Ιουστῖνος, ὁ τοῦ῾ Ρωμαϊκοῦ βασιλεύς, εἰς τὴν ἕω ἐκπέμπει Μαρκιανὸν στρατηγόν, ἐν τῷ καταλόγῳ τῶν πατρικίων ὄντα, περίβλεπτον 3. 10. 2 ἄνδρα, οὐκ ἄπο τοῦ γένους τοῦ βασιλείου τυγχάνοντα. ὁ τοίνυν Μαρκιανὸς τὸν Εὐφράτην διαπεραιωθεὶς καὶ κατὰ τὴν᾿ Οσροηνὴν γεγονώς, ἤδη τοῦ θέρους παρηβηκότος καὶ παρακμάσαντος, καὶ τῶν βαρβάρων οὐδὲν διανοουμένων πρὸς πόλεμον, τρισχιλίους ἐκ τοῦ ὁπλιτικοῦ συμφραξάμενος κατὰ 3. 10. 3 τὴν᾿ Αρζανηνὴν οὕτω καλουμένην χώραν ἐξέπεμπεν. εἰσβαλοῦσα τοίνυν ἡ δύναμις, καὶ ἀδοκήτου τῆς ἐπιστασίας γενομένης τοῖς Μήδοις, πάσχει τέως τὰ τῆς Περσίδος δεινά· προνομεύεται γὰρ καὶ ληΐζεται καὶ λαφυραγωγεῖται οὐκ. 4 ξιόλογον λείαν. τοῦ δ' ἐπιόντος ἐνιαυτοῦ τῆς βασιλείας᾿ Ιουστίνου τοῦ αὐτοκράτορος, Μαρκιανοῦ τὰς δυνάμεις ἀγείραντος καὶ ἐκ τοῦ Δαρὰς ποιησαμένου τὴν πρόοδον, καὶ τῶν βαρβάρων στρατοπεδευσαμένων περὶ τὴν Νίσιβιν, γίνεται συμπλοκὴ῾ Ρωμαίων τε καὶ Περσῶν πλησίον τοῦ Σαργαθών, οὕτω λεγομένου χωρίου Περσῶν, καὶ πταίουσι Μῆδοι, καὶ 3. 10. 5 κρατοῦσι τῆς μάχης῾ Ρωμαῖοι. διὰ τοῦτο περικαθήμενοι τὸ Θεβοθὼν ἐνεχείρουν ἑλεῖν· Περσικὸν δὲ τουτὶ τὸ φρούριον. ἡμέρας τοίνυν τὸ φρούριον πεπολεμηκότες πολλάς, καὶ οὐ κατὰ σκοπὸν συμβεβηκότων τῶν πραγμάτων αὐτοῖς, ἐπὶ τὸ Δαρὰς ἐπανέζευξαν πόλισμα. εἶτα εἰσβάλλουσιν εἰς τὴν πολεμίαν αὖθις καὶ τὴν Νίσιβιν τῆς Μυγδονίας διεγνώκασι παραστήσασθαι· τοῦτο γὰρ αὐτοῖς ὑπὸ τοῦ αὐτοκράτορος 3. 10. 6 προσετάττετο. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης ὁ πρεσβύτερος ἄρας ἐκ Βαβυλῶνος ἅμα Μηδικῷ στρατοπέδῳ, Τίγριν διανηξάμενος εἰσβαλών τε περὶ τὴν ἔρημον καὶ δι' ἐκείνης στρατοπεδευσάμενος, ἵνα μὴ῾ Ρωμαίοις κατάδηλος ἐπιστρατευσάμενος γένηται, ἧκε πλησίον᾿ Αββάρων, χωρίου τινὸς Περσικοῦ· ἀπῴκιστο δὲ τοῦτο Κιρκηνσίου, τοῦ. 7 μαίων πολίσματος, πέντε ὁδὸν ἡμερῶν. καὶ τὸν μὲν᾿ Αδορμαάνην οὕτω καλούμενον στρατηγὸν τὸν Εὐφράτην διαπεραιωσάμενον ποταμὸν ἐκπέμπει τὴν῾ Ρωμαίων ληϊσόμενον, ἓξ δ' αὐτῷ χιλιάδας ὁπλιτικοῦ συνεξέπεμπεν· αὐτὸς δ' ὁ τῶν Περσῶν βασιλεὺς παραμείβων τὸν᾿ Αββόραν ποταμὸν ἐξα- πιναίως ἐπιστῆναι τοῖς τὴν Νίσιβιν πολιορκοῦσι῾ Ρωμαίοις ἐπαλαμήσατο. ὁ μὲν οὖν᾿ Αδορμαάνης πλησίον τοῦ. 8 σίου γενόμενος καὶ τὸν Εὐφράτην διαβὰς ποταμὸν τὴν῾ Ρωμαίων γῆν προενομεύσατο· οὐδενὸς δὲ τῇ Περσικῇ ἐνδημίᾳ ἀντιπεριισταμένου σοφίσματος, ὅπως ἐγκοπὴν προκοπῆς τὰ τῶν βαρβάρων σχοίη κινήματα, ὁ᾿ Αδορμαάνης ἀφικνεῖται εἰς τὰ περὶ τὴν᾿ Αντιόχειαν πόνων ἐκτός, τά τε τῶν οἰκοδομημάτων πρὸς τῆς πόλεως κάλλη διαφθείρας, ὡς ὁ καιρὸς 3. 10. ἐχαρίζετο, ἐπὶ τὴν Κοίλην ἀφικνεῖται Συρίαν. πλησίον δ'᾿ Απαμείας περιβαλόμενος χάρακα, καὶ τῶν τῆς πόλεως πρεσβευσαμένων μετὰ δώρων λαμπρῶν λύτρα τε διωμολογηκότων, ὁ μὲν βάρβαρος τῆς ὑποσχέσεως μόνης ἐπεκάμπτετο μέχρι, οἱ δὲ φενακίζονται ἐξαπατηθέντες δόλοις βαρβαρικοῖς. τρίτη δ' ἡμέρα, καὶ τὴν πόλιν ἀνδραποδίζεται, ἐς ὕστερον δὲ καὶ τῷ πυρὶ παραδοὺς εἰς τὴν ἑαυτοῦ ἐπανῆκεν. 3. 11. 1᾿ Επεὶ δὲ῾ Ρωμαίοις ἀπαίσια τοῦ πολέμου ἐγεγόνει προαύλια, διηπορεῖτο ὁ τοῦ῾ Ρωμαϊκοῦ μοναρχῶν διεταράττετό τε ἐπὶ τοῖς βαρβαρικοῖς ἐπιτεύγμασιν· ἀσχάλλων τε ἐπὶ τοῖς ἐξ ἀβουλίας περιστοιχίσασιν αὐτὸν ἀτυχήμασιν᾿ Ακάκιον τὸν᾿ Αρχελάου ἐς τὴν Νίσιβιν ἔστελλεν ἀποχειροτονήσας τῆς 3. 11. 2 στρατηγίας Μαρκιανόν. ὁ μὲν οὖν Μαρκιανὸς χώραν τῷ βασιλικῷ παρεχόμενος δόγματι ἀπολιμπάνει τὴν Νίσιβιν· τοῦ δὲ῾ Ρωμαϊκοῦ ἐπὶ τὸ Μάρδες γεγονότος, ὁ τοῦ Περσικοῦ βασιλεὺς λαίλαπος δίκην ἐς τὸ Δαρὰς γεγονὼς καὶ μῆνας ἓξ καταπολεμήσας τὸ πόλισμα, λόφους τε καὶ χάρακας τῇ πόλει περιγραψάμενος, τό τε ὕδωρ μετοχετεύσας τοῦ ἄστεος, πύργους τε ἀντιθέτους ἀντοικοδομήσας καὶ τὰς ἑλεπόλεις παραστησάμενος χειροῦται τὴν πόλιν καὶ λίαν κομιδῇ ἐχυρὰν 3. 11. 3 καθεστῶσαν. τούτων ὁ αὐτοκράτωρ ἀκηκοὼς᾿ Ιουστῖνος, καταπλαγεὶς ἐπὶ τῇ ῥύμῃ τῆς συμφορᾶς, οὐ μετὰ πολὺ δὲ καὶ νόσῳ παραφορᾶς βεβλημένος καὶ τὴν ἐς ὕστερον τῶν κακῶν δεδιὼς ἐπικύησιν, ἀνακωχὴν μὲν τοῦ ἐνεστῶτος ἔτους ἐποιεῖτο 3. 11. 4 πρὸς Πέρσας, τῆς νόσου δ' αὐτῷ ἐπιτιθεμένης λίαν ὡς ἔπος εἰπεῖν γεννικῶς, Τιβέριον υἱοθεσίᾳ κοσμήσας καὶ τῆς βασιλείας κοινωνὸν ποιησάμενος ἀνηγόρευσε Καίσαρα· ἡγεμὼν δ' οὗτος ἐτύγχανεν ὢν τῶν τοῦ βασιλέως σωματοφυλάκων καὶ ὑπασπιστῶν, ὃν κόμητα ἐξκουβιτώρων τῇ συνήθει 3. 11. 5 φωνῇ ἔθος῾ Ρωμαίοις καλεῖν. παραθήσομαι δὲ καὶ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος, ἃς Τιβερίῳ τῷ Καίσαρι κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως δημηγορῶν παραδέδωκεν, οὐ καλλύνων τὸ τῆς λέξεως ἀκαλλὲς οὐδέ τι μεταμορφῶν τὸ μὴ. 6 καλλιεπημένον τῆς φράσεως, ἀλλά που γυμνὴν τὴν τῶν ῥημάτων ἔκθεσιν ὑποστορέσω τοῖς ἀφηγήμασιν, ἵνα τῷ ἀναμφιάστῳ καὶ ἀπαραχαράκτῳ τῆς λέξεως, ὡς ἔχει φύσεως, 3. 11. 7 τὸ τῶν παρηκολουθηκότων προέλθοι ἀνόθευτον. τῆς τοίνυν 3. 11. 7 συγκλήτου βουλῆς ἐς ταὐτὸν γενομένης, τοῦ τε ἱερατικοῦ καταλόγου συναθροισθέντος ἅμα τῷ ἐπιστατοῦντι καὶ τὰ τῆς ἐκκλησίας πηδάλια διιθύνοντι, ὁ αὐτοκράτωρ ὥσπερ ἑστὼς ἐπὶ 3. 11. 8 βήματος Τιβερίῳ τάδε παρέθετο." ἴδε, ὁ θεὸς ὁ ἀγαθύνων σε. τοῦτο τὸ σχῆμα ὁ θεός σοι δίδωσιν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα καὶ τιμηθῇς ὑπ' αὐτοῦ. τίμα τὴν μητέρα σου τήν ποτε γενομένην σου δέσποιναν· οἶδας ὅτι πρῶτον δοῦλος 3. 11. αὐτῆς ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν, μὴ κοινωνήσῃς φόνων, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδῷς, μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί. ἐγὼ γὰρ ὡς ἄνθρωπος εἰσωδιάσθην (καὶ γὰρ πταιστὸς ἐγενόμην) καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ. 10 ματος τοῦ Χριστοῦ. μὴ ἐξεπάρῃ σε τοῦτο τὸ σχῆμα ὡς ἐμέ. οὕτω πρόσσχες πᾶσιν ὡς ἑαυτῷ. γνῶθι τί ἦς καὶ τί εἶ νῦν. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τί ἤμην καὶ τί ἐγενόμην καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους βλέπεις, 3. 11. 11 ὅλους τοὺς τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ συκοφάντας προσδέξῃ. μὴ εἴπωσί σοί τινες ὅτι ὁ πρὸ σοῦ οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' οὗ ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι 3. 11. 12 δώρησαι." καὶ μετὰ τὸ γενέσθαι τὴν εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, καὶ πεσεῖν τὸν Καίσαρα εἰς τοὺς πόδας τοῦ βασιλέως, λέγει αὐτῷ ὁ 3. 11. 13 βασιλεύς·" ἐὰν θέλῃς, εἰμί· ἐὰν μὴ θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν πάντα, ὅσα ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβάλῃ εἰς τὴν καρδίαν σου." ταῦτα ἐλέχθησαν μηνὶ Δεκεμβρίῳ ἑβδόμῃ, ἡμέρᾳ ἕκτῃ, ἰνδικτιῶνος ἐνάτης. 3. 12. 1 ἐπεὶ δὲ τὰ τῆς διαλαλιᾶς ἀπεπερατοῦτο τῷ αὐτοκράτορι, ὁ μὲν κρότος παρὰ τῶν ὑπηκόων ἐπήγαζεν, καὶ τὰ τῆς εὐφημίας ὥσπερ ἐπομβρίας τινὸς λαβροτέραν χύσιν ἐλάμβανεν. τῷ ὄντι γὰρ οὐκ ἀναξιόλογος ἡ χειροτονία τῷ 3. 12. 2 Καίσαρι ἐξηρτύετο. ὁ μὲν οὖν Καῖσαρ αὐτοκρατορικῆς νόμον πληρῶν ἀναγορεύσεως ἐνεχάραττε γράμματα καὶ ταῦτα τῷ 3. 12. 3 Περσῶν βασιλεῖ παρεπέμπετο. ἦρος δ' ἀρχομένου πρέσβεις ἀπέστελλεν ἀπεκηρυκεύετό τε τὸν πόλεμον παγκάλου τινὸς ὀρεγόμενος πράγματος· ἐκεχειρία γὰρ ἡ ἀξίωσις ἦν. οὐδὲν γὰρ τῆς εἰρήνης καθέστηκε τιμαλφέστερον τοῖς γε νοῦν ἔχουσι καὶ μεμνημένοις τῆς θνητῆς τε λήξεως τῆς τε πρὸς 3. 12. 4 τὸν βίον βραχυτάτης παρόδου. ἐστρατολόγει τε καὶ πλήθη μαχίμων καὶ τῇ ῥύσει τῆς χρυσῆς διαδόσεως φιλοκινδύνους τὰς τῶν στρατολογουμένων ψυχὰς ἐτεκταίνετο, αἰδοῖ τοῦ 3. 12. 5 μισθώματος τὸ θανατᾶν παρ' αὐτῶν ἐξωνούμενος. ἔσβεσε τοίνυν τῶν βαρβάρων τὴν λύμην τὸ τῆς τοῦ Καίσαρος μεγαλονοίας φιλότιμον, καὶ χαλινοῦνται μὲν οἱ κίνδυνοι, ἀποφλεγμαίνουσι δὲ τὰ δυσχερῆ, ἀνακόπτονται δὲ αἱ κατὰ τῶν πόλεων συρρεύσασαι συμφοραί, καὶ τὸ κακὸν ἀθρόᾳ. 6 μηθείᾳ τινὶ ἀπόδημον ἐγνωρίζετο. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν στρατηγὸς προχειρίζεται᾿ Ιουστινιανός, ὁ τοῦ Γερμανοῦ υἱός, τοῖς κορυφαιοτάτοις τῶν ἐν τέλει συναριθμούμενος. 3. 12. 7 ὁ μὲν οὖν στρατηγὸς τὴν πάλαι τῶν στρατευμάτων ἀνάσκητον ἔκταξιν δι' ἐπιμελείας ἀνώρθου διατυπῶν τὸ ἀτύπωτον 3. 12. 8 καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. ὁ δ' αὐτοκράτωρ ἔτι δυνάμεις συνήθροιζε καὶ τὸ συμμαχικὸν ἀπὸ τῶν ἐθνῶν ἠρανίζετο μεγάλαις χρημάτων ἀποβολαῖς τὰς ἐπιβολὰς τῆς παρατάξεως ἀνανταγωνίστους ἐμπορευόμενος. οἶδε γὰρ χρημάτων ὁλκὴ οἰκονομουμένη μετὰ φρονήσεως καὶ τοῖς προσφαλεῖσι τὴν πρὸς τὸ κρεῖττον ἀνάζευξιν πραγματεύεσθαι. 3. 12. ἐπεὶ δ' ὁ καιρὸς τῆς ἐκεχειρίας ἀνάλωτο καὶ ὁ τῆς ἀνακωχῆς ὅρος῾ Ρωμαίοις τε καὶ Πέρσαις διέσβεστο, ἀφικνεῖται τὸ Περσικὸν ἐχόμενα τοῦ Δαράς, εἰς τοῦτο ἰδόντος τοῦ τὰς στρατηγίδας. ἡνίας ἰθύνοντος Ταμχοσρώ, ἀνδρὸς παρὰ Πέρσαις μεγατιμίου. στρατοπεδεύονται δὲ κατ' αὐτὸ καὶ῾ Ρωμαῖοι 3. 12. 10 πλησίον. τῆς δὲ συμπλοκῆς οὐδετέρα δύναμις γέγονεν ἔξαρχος. ἐπὶ πολὺ δὲ βλεπούσης τε καὶ ἀντιβλεπομένης ἑκατέρας ἰσχύος, εἰς λόγους συμβάσεως ὁρῶσι τὰ μάχιμα. γίνονται τοίνυν σπονδαὶ ἐφ' ᾧ πρὸς τῇ ἕῳ ἐπὶ χρόνους τρεῖς γαλήνην ἄγειν τὸν πόλεμον καὶ φιλοσοφεῖν τὸ ἀπόμαχον, ἐπὶ δὲ τῆς 3. 12. 11᾿ Αρμενίας τὴν ἀγωνίαν ἐνδαψιλεύεσθαι. οὐκοῦν ὁ῾ Ρωμαίων στρατηγὸς᾿ Αμίδαν παραμείψας τὴν πόλιν ἐν τοῖς τῆς᾿ Αρμε- νίας στρατοπεδεύεται κλίμασιν, συνείπετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς καὶ σὺν πλήθει πολλῷ τὸν Εὐφράτην. 12 θμεύεται. ὁπηνίκα δ' ἐξάκουστος γέγονε τῷ῾ Ρωμαϊκῷ ὁ τῶν Περσῶν βασιλεὺς αὐτουργήσων τὸν πόλεμον, ἔκλυτοι γίνονται τὰς ψυχὰς οἱ῾ Ρωμαῖοι, καὶ οὐκ ἄπο τοῦ δέοντος· ἡ γὰρ βασιλικὴ ἐνδημία τὴν τῶν προϋπαρξάντων κληρωσαμένη Πέρσαις ἐπίτευξιν πολλὴν τὴν τῆς ἀδρανίας ῥοπὴν τοῖς῾ Ρωμαίοις παρείχετο. διά τοι τοῦτο ἐπί τινος λόφου ὁ τοῦ῾ Ρωμαϊκοῦ στρατηγὸς ἐπιβὰς τό τε ὁπλικτικὸν ἐξ ἐπιπέδου περιστησάμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 3. 13. 1"῾ Η παροῦσα νῦν ἡμέρα,῾ Ρωμαῖοι, μεγάλων ὑμῖν ἀγαθῶν ἄρξει, τοῖς ἐμοῖς εἰ πεισθείητε ῥήμασιν. ὁπλίσατέ μοι τὰς ψυχὰς πρὸ τοῦ σώματος· αἱ καρδίαι πρὸ τῶν χειρῶν πολεμείτωσαν. ἕτερος ἑτέρου προκινδυνευέτω, καὶ σώζεσθε. 3. 13. 2 ἄνδρες φιλόσοφοι, (φιλοσόφους γὰρ ὑμᾶς ἢ στρατιώτας ἀποκαλῶ· μόνοις γὰρ ὑμῖν ὁ θάνατος ἄσκησις), ἀθάνατον τοῖς 3. 13. 3 βαρβάροις τὴν προθυμίαν ἐνδείξασθε. ἀκατάπληκτοι γίνεσθε τὰς ψυχάς. δοκεῖτε βάλλειν ἢ βάλλεσθαι, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι τὰς τῶν ἀντιπάλων βολὰς προσιέμενοι. ἔστωσαν μάρτυρες τῆς ὑμῶν ἀρετῆς οἱ πολέμιοι πίπτοντες·. 4 σθωσαν καὶ τεθνηκότες τὰ τρόπαια. ἄνδρες κοινωνοί, καὶ πόνων ἡμῖν κοινωνοὶ καὶ κρότων διὰ τὸν πόλεμον, ἀρετῆς καὶ κακίας ἡ συμπλοκὴ καθέστηκε βάσανος, καὶ διαιτητής ἐστι ψυχῶν· ἢ γὰρ τὸ θηλυπρεπὲς τῆς δειλίας ἐξήλεγξεν, ἢ τῆς εὐτολμίας τὸ ἀρρενωπὸν μετὰ στεφάνων καὶ θριάμβων 3. 13. 5 λαμπρῶν ἀναγορεύσει τὸ τήμερον. μὴ πάθητέ τι φιλοσωμάτου ψυχῆς τὰ νῶτα τοῖς βαρβάροις παρέχοντες. ὕπνος τίς ἐστιν ὁ γλυκὺς οὗτος καὶ μεμελετημένος ἡμῖν ὁσημέραι θάνατος, ὕπνος τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς 3. 13. 6 δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἀδοξίαν μετὰ σωτηρίας, ἄνδρες, αἰσχύνεσθε. τοῦτο θάνατός ἐστιν ἀθάνατος, καὶ τάφος κακίας μηδέποτε περικαλύπτων τῆς ἀσχημοσύνης 3. 13. 7 τὸν κληρωσάμενον. μὴ ταραττέτω τοὺς ἀριστέας ὑμᾶς ὁ Περσῶν βασιλεὺς ἀναλκέστατα πλήθη περιποιούμενος καὶ μεγαλαυχῶν καὶ τὰς ὀφρῦς ἀνασπῶν ὑψαυχενιζόμενός τε καὶ μέχρι τῶν λόγων κεκτημένος τὸ φύσημα. ἢ οὐ γαῦρον τὸ ἔθνος καὶ σοβαρὸν καὶ τῷ κόμπῳ τῆς μεγαληγορίας τὸ κράτος 3. 13. 8 ἐπμπορευόμενον; ἀμνημονεῖτε τῶν πρόσθεν ἀτυχημάτων τῆς ἐπιβολῆς τῶν συμμαχικῶν δυνάμεων λαβόντες ἀνάμνησιν. ἀμνημονεῖτε τῆς πρὶν ἀποτεύξεως, ἣν ὤδινεν ἄνοια. γοῦ, καὶ τῶν ἰθυνομένων ἀταξία κακῶς ἐμαιεύσατο. οὐδὲν ἀριστεῦσι πέφυκε φοβερόν. τούτοις οἷα μὲν χόρτος ἐστὶν ὁ σίδηρος, αἱ δὲ τῶν βελῶν ἀλγηδόνες ὄρεξις ὑπεκκαίουσα μειζόνων κινδύνων ἐφάπτεσθαι. οὐκοῦν ἀνιστόρητα τὰ νῶτα τοῖς πολεμίοις φρουρήσατε· ἀμυήτους αὐτοὺς τῶν μεταφρένων 3. 13. 10 ἐνδείξασθε. πηγὰς θριάμβων οἶδα τὰ τραύματα. δουλαγωγοῦσιν αἱ διαφυγαί, καὶ οὐ σώζουσιν· οὐκ οἶδε γὰρ κακίας ὑπόθεσις σωτηρίας σώζειν ὑπόσχεσιν. ἀποδύσασθε πρὸ τῶν θωράκων τὰ σώματα, πρὸ τῶν ἀσπίδων τὸ ζῆν. τοῖς ὅλοις μάχεσθε μέλεσιν· μηδὲν ἔστω μέλος τῶν κινδύνων ἀμέτοχον. 3. 13. 11 τῇ συννεύσει τῶν ὅπλων τειχίσατε τὴν παράταξιν, τῇ συμμίξει 3. 13. 11 τῶν ἵππων τὰς φάλαγγας χαρακώσατε, τῷ συμφώνῳ τῆς στάσεως στεγανῶν λίθων δίκην οἰκοδομίας ἑαυτοὺς περιφράξατε. μὴ ἐξαλλέσθω τῆς παλάμης τὰ δόρατα· βάλλετε τῶν 3. 13. 12 βελῶν μὴ στερούμενοι. οὐκ ἔστι Πέρσαις φύσις ἀθάνατος· οὐκ ἔστι τύχη Μήδοις ἀκίνητος. οὐκ εἰσὶ βαρβάροις χεῖρες ἀκάματοι· οὐ πλεονεκτοῦσι Πάρθοι τοῖς μέλεσιν. οὐ διδύμους ἔχουσι τὰς ψυχάς· οὐκ ἀδαμάντινα τούτοις τὰ σώματα. μυοῦνται καὶ Πέρσαι θανάτου μυστήρια. ἐν τούτῳ δίκαιός ἐστιν ὁ πόλεμος· οὐ γὰρ ἀθανάτους κατὰ θνητῶν. 13 τευσεν. οἱ῾ Ρωμαῖοι τὴν δίκην ἐμισθώσαντο σύμμαχον τὴν εἰρήνην καὶ αὖθις ἐπιζητήσαντες. τὸ Μηδικὸν ἀντίθετον ἑαυτῷ τὸ δίκαιον ἐπεστράτευσεν· ἀεὶ γάρ που τὸ εἰρηναῖον βδελύττεται καὶ οἷα θεὸν ἐπιδέξιον γεραίρει τὸ φιλοπόλεμον. 3. 13. 14 οὐκ ἔστιν ἡμῖν ἐψευσμένη θρησκεία, οὐ νόθους θεοὺς ἡγεμόνας προεστησάμεθα. οὐκ ἔστιν ἡμῖν θεὸς μαστιζόμενος· 3. 13. 15 οὐ γὰρ ἵππον χειροτονοῦμεν εἰς λάτρευμα. οὐ προσκυνοῦμεν θεὸν πρὸς τέφραν μετατιθέμενον, σήμερον φλεγόμενον καὶ μετ' ὀλίγον μηδὲ φαινόμενον. οὐ καπνὸς καὶ ὕλη τὴν θεολογίαν συνίστησιν, ὁ δὲ μαρασμὸς τὴν ψευδωνυμίαν διήλεγξεν. 3. 13. 16 κομᾷ ταῖς εὐθυμίαις ὁ βάρβαρος· ἀλλ' οὐκ οἶδεν εὐπραγία μένειν ἐφ' ἑαυτῆς ἀδίκων βωμῶν ἐπιβαίνουσα. καὶ τὸ μὴ δίκαιον πολλάκις κρατύνεται, ἀλλὰ καὶ πρὸς φθορὰν μετατίθεται. χωρεῖτε τοιγαροῦν ἀξίως τῆς ὑμετέρας προσηγορίας πρὸς πόλεμον, ἵνα μὴ μετὰ τῶν πραγμάτων ζημιωθῶμεν 3. 13. 17 καὶ τὰ ὀνόματα. μὴ προδῶμεν τὰς συμμάχους ἀσπίδας, ἀλλ' ὥσπερ ἐρωμένας τινὰς ὡρικὰς ταύτας περιπτυξώμεθα, καὶ οἷα πατρίδων συνεκδήμων τινῶν τούτων ὑπερμαχήσωμεν. λακωνίσατε συμπλεκόμενοι· ἅπας ἔστω Κυνέγειρος, εἰ καὶ μὴ νηὸς ἐπιβέβηκεν. οὐδὲν τοῦ διαδρᾶναι καθέστηκε θηλυκώτερον, οὐδὲ τοῦ ἁλῶναι πέφυκεν ἀπευκτότερον. οὐκοῦν ἢ τεθνάναι προσήκει ἢ νικηφόρους τὰς ἐλπίδας τεκταίνεσθαι. 3. 13. 18 ἐνοπτρίσασθε τὰς νεοφύτους ἐπιστρατείας τοῦ Καίσαρος. οὐδὲν ἀπόλεκτον τοῖς ἀθροίσμασιν ἐγκατέσπαρται, ἀκηλίδωτός ἐστιν ἡ ἔκταξις· οὕτω γὰρ ηὐδόκησε τὸ τοῦ βασιλέως. 1 τιμον. χειρουργήσω τοίνυν ὁ δημηγόρος ἐγὼ πρῶτος τὸν πόλεμον, τὰς πάντων χεῖρας τῇ προθυμίᾳ μισθώσομαι παθεῖν τὸ μὴ παθεῖν αἰσχυνόμενος. προκόπτει δέ μοι τῶν ῥημάτων ἡ ἔφεσις, καὶ ἡ πρᾶξις τῆς θεωρίας γίνεται πρόδρομος· οἶδε γὰρ ζέσις ψυχῆς καὶ τοῖς τῆς φύσεως θεσμοῖς. τάττεσθαι. σήμερον ὑμᾶς στρατολογοῦσιν ἄγγελοι καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ἀναγράφονται, οὐ μισθὸν ἰσοστάσιον αὐταῖς παρεχόμενοι, ἀλλ' εἰς τὸ ἀπειροπλάσιον ὑπερβαίνοντα 3. 13. 21 τῇ ὁλκῇ τοῦ δωρήματος. μηδεὶς φιλήδονος τὴν ψυχὴν δόρυ κινείτω, μηδεὶς φίλος τρυφῆς ὀργίων μετεχέτω πολέμου· μηδεὶς μέγα φρονῶν ἐπὶ κτήμασι κοινωνείτω τοῦ ἐγχειρήματος. ἐραστὰς κινδύνων ζητεῖ τὸ μεταίχμιον. ἄγε δή, πέρας τοῖς λόγοις ἐπιθήσωμεν ἔργοις, καὶ πρὸς παράταξιν τὴν θεωρίαν μετοχετεύσωμεν." 3. 14. 1 Τῶν τοιούτων τοίνυν κατηχηθέντων ταῖς δυνάμεσι λόγων, ὀργῶσιν αἱ φάλαγγες πρὸς παράταξιν καὶ πάντα παθεῖν ἀσμενίζουσι καὶ προκινδυνεύειν τῆς ἀρετῆς παροτρύνονται· συνδιετίθεντο γὰρ τὰς ψυχὰς ταῖς τοῦ στρατηγοῦ 3. 14. 2 παραινέσεσιν. τοῦ δὲ Μηδικοῦ ἀκηκοότος τῆς τῶν῾ Ρωμαίων ἀλκῆς τὴν προαίρεσιν, εὐθετίζεται πρὸς τὸν πόλεμον καὶ κοσμεῖται μὲν ἵππος καπφαλάροις τε καὶ τοῖς θώραξιν, σιδηροφορεῖται δὲ καὶ τὸ μάχιμον, ἐπιβάντες τε τῶν ἵππων συμπεφραγμένῃ τάξει τινὶ ἐπῄεσαν ἠρέμα῾ Ρωμαίοις μετὰ 3. 14. 3 σοβαροῦ του βαδίσματος. τοίνυν καὶ τοῦ῾ Ρωμαϊκοῦ φραξαμένου ἤρθη τὰ σημεῖα. ἀτὰρ περιλαλοῦσιν αἱ σάλπιγγες, ἐς ὕψος ἡ κόνις ἐχόρευεν, ὁ δὲ θρῦλος διεχεῖτο πελαγίζων τὸν χῶρον καὶ τῷ ψόφῳ κυμαίνων τοῦ χρεμετίσματος τῇ τε δονήσει τῶν ὅπλων περιρρεόμενος ἅπασαν εἰκότως φωνὴν 3. 14. 4 μετέβαλλε πρὸς τὸ ἄναρθρον. τὸ μὲν οὖν βάρβαρον ἐπὶ μήκους διατείνει τὴν τάξιν φαντασίαν ἀπείρου πλήθους ἐντεῦθεν οἰόμενον ταῖς ἀντιπαλαμωμέναις ποιεῖσθαι δυνάμεσιν· 3. 14. 5 τὸ δὲ῾ Ρωμαϊκὸν βαθεῖαν τὴν σύνταξιν ποιησάμενον πυκνότητι βρίθουσαν, ὡς μονονουχὶ εἶναι δοκεῖν στερεμνίαν καὶ ἀντίτυπον σιδήρῳ πατταλευθεῖσαν καὶ ἀντιχαλκευομένην ἑστάναι παράταξιν δίκην ἀνδριάντων ἀκινήτως ἐχόντων καὶ μόνον τοῖς σχήμασι δοκούντων πολέμων ὀρέγεσθαι, κατέπληττέ τε τῇ θέᾳ τὸ βάρβαρον, ὡς ὑποσαίνεσθαι διὰ τὴν ὄψιν ἐντεῦθεν τὰς τῶν Μήδων ψυχὰς πρὸς τὰ μαλθακώτερα τῆς 3. 14. 6 ἀνανδρίας κινήματα. οἱ μὲν οὖν Βαβυλώνιοι κατὰ τῶν῾ Ρωμαϊκῶν ἀθροισμάτων ἐπετοξάζοντο, ὡς τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας τῇ ἐκπομπῇ τῶν βελῶν, καὶ τῇ ῥαγδαίᾳ τῶν δονάκων ἐκχύσει τέγος ὑπόπτερον ἐν τῷ ὑπὲρ κεφαλῆς ἠέρι κατεστορέσθαι δοκεῖν τῇ πτήσει τῶν ἀκοντίων. 7 μενον.῾ Ρωμαῖοι δὲ πρὸς τὴν κατασυστάδην συμπλοκὴν ἐνεχείρησαν δόρασί τε καὶ ξίφεσι τὸ βάρβαρον ἀμυνόμενοι, τῆς ἐπιφορᾶς τῶν βελῶν τὴν ἐπιβολὴν διατέμνοντες, ἐντεῦθέν τε ἐκλύτους τῶν σοφισμάτων τοὺς ἀντικαθεστῶτας. 8 θέμενοι προτερεύουσιν εἰς τὸν πόλεμον. τοιγαροῦν ἀξιολογωτάτης῾ Ρωμαίοις τε καὶ Πάρθοις γενομένης τῆς μάχης, τῆς τε Περσικῆς παραλυθείσης ἐκτάξεως διὰ τὸ μὴ πρὸς βάθος συνεστάναι τὸ στῖφος, οὐραγούσης τε δυνάμεως διηπορημένης τῆς Βαβυλωνίας παρασκευῆς, τοῦ ἀντερείδοντος μὴ ὑπόντος, εἶτα ἐπιβριθούσης τῆς ἀντιθέτου δυνάμεως, πρὸς ὄλεθρον 3. 14. εἶδε τὸ βάρβαρον ἀποκλίνει τε πρὸς φυγήν. καὶ μυοῦνται μὲν Πέρσαι τὰ τῶν ἐναντίων ἐλπίδων, παιδεύονται δὲ τῷ 3. 14. 10 παραδείγματι μὴ μέγα φρονεῖν ἐπὶ τοῖς ἀδικήμασιν. οἱ μὲν οὖν Βαβυλώνιοι ᾗ ποδῶν εἶχον ἀπεδίδρασκον ἡττηθέντες,῾ Ρωμαῖοι δ' ἐχόμενοι τῆς ἐπιθέσεως τῶν κακῶν τοῖς Πάρθοις πεῖραν ἐδίδοσαν. οὐ μὴν ἀλλὰ πρὸς ἐπὶ τούτοις καὶ τὸν Περσικὸν ληΐζονται χάρακα τά τε σκηνοπήγια τοῦτο βασιλέως προενομεύσαντο καὶ πᾶσαν τὴν ἀποσκευὴν λαφυραγωγοῦνται λαμπρῶς· τῶν τε ἐλεφάντων κρατήσαντες ἅμα τοῖς σκύλοις 3. 14. 11 τοῖς Περσικοῖς παραπέμπουσι πρὸς τὸν Καίσαρα. ἐπεὶ δ' ἡττήθη ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν ἀνάζευξιν οἴκαδε ἐπονείδιστον ἐπεποίητο, ἐπὶ τὴν Μελιτηνὴν γεγονὼς ἐνεπίμπρα τὴν ὥραν τοῦ ἄστεος, ἄφρακτον οὖσαν εὑρὼν ἠρεμίας τε πάσης κατάκομον, Εὐφράτην τε διαβὰς διὰ τῆς᾿ Αρζανηνῆς τὴν ἀναχώρησιν ἐποιήσατο νόμῳ τὴν αἰσχύνην στηλιτεύσας τοῦ ἀτυχήματος· θεσμοθετεῖ γὰρ μὴ τὰς ἐπὶ πόλεμον ἐξόδους προσήκειν ἐς τὸ λοιπὸν βασιλέα Περσῶν ἐμπορεύεσθαι. 3. 15. 1 Οὕτω μὲν οὖν τῷ νόμῳ θριαμβεύσας ὁ τῶν Περσῶν βασιλεὺς τὸ ἀπαίσιον διηπορεῖτο ὅ τι καὶ πράξειεν. τὸ δὲ῾ Ρωμαϊκὸν ταῖς Περσικαῖς συνεπετίθετο συμφοραῖς καὶ πρὸς τὰ ἐνδόμυχα τῆς Βαβυλωνίας ἐχώρησεν, κεραΐζεταί τε καὶ περιτέμνεται πάντα τὰ ἐν ποσίν, καὶ τὰ ἐντυγχάνοντα 3. 15. 2 τῆς διαφθορᾶς ἐγίνετο παρανάλωμα. τῆς τοίνυν῾ Υρκανικῆς θαλάττης ἐπιβάται γενόμενοι πλεῖστά τε δράσαντες καὶ χειρουργήσαντες τοῖς Πάρθοις ἀπαίσια εἰς τὴν ἑαυτῶν οὐκ ἀνέζευξαν· χειμῶνος γὰρ ὥρα τοῖς πράγμασι συνεκύρησεν, καὶ τὰ τῶν ἀτυχημάτων τῇ Περσίδι κατελιπαίνετο. ἦρος δ' ἐνδημήσαντος ἐπανῆκον῾ Ρωμαῖοι ἐπιφερόμενοι καὶ τὴν. 3 γαθίαν συνέκδημον. οἱ μὲν οὖν Μῆδοι τὰ συμβεβηκότα φέρειν οὐκ ἔχοντες εἰς τὸν βασιλέα τὸν σφῶν αὐτῶν γυμνῇ τῇ κεφαλῇ ἐβλασφήμουν ἀσχάλλοντες. παρελύπει γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἡ τοῦ πολέμου τριβὴ καὶ τὰ ἐς ὕστερον. 4 μενα δυσχερῆ. οὐ γὰρ ἔχουσι Πέρσαι ἐκ πρυτανείου σιτήσεις καθάπερ῾ Ρωμαῖοι ἰόντες εἰς πόλεμον, ἀλλ' οὐδὲ κατὰ κώμας τε καὶ ἀγροὺς συναγείρονται· ἀλλ' ἐστὶ νόμος αὐταρκείας αὐτοῖς τὰ παρὰ τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς διανεμόμενα, καὶ εἰς ὅσον ἀποζῆν οἰκονομοῦσι τὰ παρεχόμενα καὶ διατρέφεσθαι ἐντεῦθεν καταναγκάζονται ἅμα τοῖς κτήνεσιν, μέχρις ἂν ὅτου 3. 15. 5 ἐς τὴν ἀλλοτρίαν ἐμβάλωσιν. καὶ οὖν ὁ τοῦ Περσικοῦ βασιλεὺς τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω. 3. 15. 6 ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς᾿ Ιωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίᾳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ' ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ 3. 15. 7 παρὰ῾ Ρωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν, 3. 15. 8 τῷ πολέμῳ δι' αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν᾿ Αρμενίαν κατ' ἐκεῖνο καιροῦ καρτερᾶς μάχης῾ Ρωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως,᾿ Ιουστινιανοῦ τε τῆς῾ Ρωμαϊκῆςἐξηγουμένου πληθύος, γίνεται κατόπιν τὸ῾ Ρωμαϊκὸν τῆς 3. 15. προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες 3. 15. 10 ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες· Τιβέριος δ' ὁ Καῖσαρ τῶν οὕτω συντετυχηκότων αὐτῷ Μαυρίκιον στρατηγὸν προστησάμενος, τότε δὴ τότε τῶν σωματοφυλάκων τοῦ βασιλέως 3. 15. 11 ἡγούμενον, ἐν τοῖς κλίτεσι τῆς᾿ Αρμενίας ἐξέπεμπεν. ὁ δὲ τοῦ βαρβαρικοῦ Σαρναχοργάνης στρατίαρχος, ἔτι τοῦ χρόνου τῶν σπονδῶν ἐνδαψιλευομένων τῶν περὶ τὴν ἕω προελθουσῶν῾ Ρωμαίοις τε καὶ Μήδοις, παρασπονδήσας κατὰ Κωνσταντίνης 3. 15. 12 καὶ τῆς Θεοδοσιουπόλεως τὸ τάχος ἀπέστελλεν. ὁ μὲν οὖν στρατηγὸς τῶν Χαλδαίων τὴν δύναμιν ἀναλαβόμενος τὰ περὶ τὴν Κωνσταντῖναν καὶ τὴν Θεοδοσιούπολιν ἐλυμαίνετο, Ταμχοσρὼ δ', ὃς τῶν ἐν᾿ Αρμενίᾳ Περσικῶν στρατευμάτων τὴν ἡγεμονίαν ἠμφίεστο, ὅτε που νῦν τὰς συνελθούσας δυνάμεις῾ Ρωμαίων πολλῷ πλείους τῶν οἰκείων οὔσας διέγνωκεν, τὴν᾿ Αρμενίαν ἀπολιπὼν τό τε Κιθαρίζων τὸ῾ Ρωμαίων φρούριον παραμείψας ἐπιπίπτει χωρίοις τε καὶ κώμαις πλησίον᾿ Αμίδης γενόμενος. εἶτα διὰ τῆς᾿ Αρζανηνῆς εἰσβαλὼν ἐχώρει 3. 15. 13 εἰς τὰ οἴκοι. ὁ δὲ Μαυρίκιος, ὁ τοῦ῾ Ρωμαϊκοῦ στρατηγός, τοὺς βαρβάρους καταλιπόντας τὴν᾿ Αρμενίαν θεώμενος τά τε εἰς τὴν ἑῴαν φθείρειν διαχειρήσαντας, ἄρας πανστρατιᾷ τῇ Περσῶν ἐνεδήμησε χώρᾳ, θέρμης τε τῷ σώματι ἐπιγενομένης αὐτῷ καρτερᾶς, εἴχετο τῶν πόνων νοσηλευόμενος. 3. 15. 14 ἐμβαλόντες οὖν τῇ᾿ Αρζανηνῇ οἱ῾ Ρωμαῖοι, καὶ οὐκ ὄντος τοῦ ἀπαμύνοντος, τὸ᾿ Αφούμων, οὕτω καλούμενον φρούριον, ἐρυμνότατον ὂν παρεστήσαντο φρούριά τε ἕτερα κατεσκάψαντο ἄττα φόνον τε πολὺν τῇ Περσῶν πολιτείᾳ ἐνεπορεύσαντο· 3. 15. 15 ζωγρήσαντές τε τοῦ Περσικοῦ ἐνενήκοντα πρὸς ταῖς δέκα χιλιάσιν, τούτων τὴν τρίτην ἀπόμοιραν Μαυρικίῳ τῷ῾ Ρωμαίων στρατηγῷ οἱ τοῦ ὁπλιτικοῦ δωρησάμενοι, οὐκ ἀνήκεστα τοῦ πολέμου τὰ ἐπίχειρα ἐπεποίηντο. ὁ μὲν οὖν στρατηγὸς τῶν ζωγρηθέντων τὴν ἐνδημίαν παρεδήλου τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ ἀνὰ τὴν Κύπρον τὴν λείαν διέχεεν. 3. 16. 1 Οὕτω τοιγαροῦν τῆς᾿ Αρζανηνῆς ὑπὸ τοῦ῾ Ρωμαϊκοῦ δόρατος παθούσης κακῶς, μεταβαίνει ὁ στρατηγὸς καὶ τοῖς τῆς᾿ Αραβίας χωρίοις ἐνέβαλεν οὐ πόρρω τῆς Νίσιβι ἱδρυμένοις 3. 16. 2 ἐπιτομώτατα. εἶτα μέχρι τοῦ Τίγριδος καταστρεψάμενος ποταμοῦ, ἐς τὸ ἀντιπέρας τὸν Κοὺρς καὶ τὸν῾ Ρωμανὸν ἐξεπέμπετο τὴν πολεμίαν ληΐσοντας ἅπασαν· αὐτὸς δὲ τὸ Σιγγάρων φρούριον καταστρεψάμενος, ἐπεὶ χειμῶνος ὥρα παρέκυπτεν, τὰς δυνάμεις ἀναλαβόμενος τοῖς῾ Ρωμαϊκοῖς 3. 16. 3 ἐνεδήμησεν. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν ἀπέσκλη ὑπὸ τῆς νόσου᾿ Ιουστῖνος, ὁ τοῦ῾ Ρωμαϊκοῦ βασιλεύς, μεγάλαις 3. 16. 4 τῶν βεβιωμένων αὐτῷ ἐντετυχηκὼς ἀντιδόσεσιν. ἀπόφοιτος γοῦν τῶν ἐντεῦθεν ὅσον οὔπω γινόμενος κύριον τῆς μοναρχίας συνίστησι Τιβέριον τὸν αὐτοκράτορα, ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον κρείττονά τε λήμματος καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀσυλότατον θησαυρὸν 3. 16. 5 λογιζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστοργον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο συμβασιλεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων 3. 16. 6 ἀναγορεύεσθαι. ἐπεὶ δ' ἀκαπηλεύτως αὐτῷ τὸ τῆς ἐξουσίας οἰακίζετο σκάφος, εἰκότως καὶ ὁ πόλεμος μετὰ τῶν πραγμάτων τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν ἐκληρώσατο. 3. 16. 7῏ Ηρος δ' ἀρχομένου, νόσῳ σαγηνευθεὶς Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῇδε κατεστρέψατο βίον, διάδοχον προστησάμενος῾ Ορμίσδαν τὸν υἱόν, ἄνδρα τῇ χαλεπότητι 3. 16. 8 τὴν πατρῴαν ὑπερηκοντικότα τῶν τρόπων ἀνοσιότητα· ἦν γὰρ βίαιός τε καὶ τοῦ πλείονος ἐραστὴς ἀκορέστατος, ἐν οὐδεμιᾷ τὸ δίκαιον μοίρᾳ τιθέμενος· ἀπάτῃ τε ἡδόμενος καὶ τῷ ψεύδει περιρρεόμενος τῶν πολέμων, οὐ τῆς εἰρήνης, ἐγλίχετο. 3. 16. δυσμενέστατός τε πρὸς τὸ ὑπήκοον γεγονώς, οὓς μὲν τῶν δυνατωτάτων ποδοκάκῃ καὶ δεσμοῖς ἐς τὸ ἀεὶ καθυπέβαλλεν, οὓς δὲ ξίφει διέτεμνεν, ἐνίους παρέπεμπε ταῖς λαγόσι τοῦ Τίγριδος, καὶ τάφος ἦν ὁ ποταμὸς ἀναμφίαστος (οὐ γὰρ ἀδημοσίευτος ἐτύγχανεν ὢν) τῶν παρὰ τοῦ βασιλέως παραπεμπομένων ἐς 3. 16. 10 θάνατον. χρηματισθῆναι γὰρ τὸν῾ Ορμίσδαν διὰ τῶν μάγων φασὶν ὑπὸ τῶν ὑπηκόων καταστασιασθέντα ἀποβολὴν τοῦ κράτους ποιήσασθαι, ἐπονειδίστως τε καταθέσθαι τῆς ἐξουσίας 3. 16. 11 ὁμοῦ καὶ τῆς βασιλείας τοὺς οἴακας. δείλαιοι τῆς ἀσεβείας οἱ τούτοις πειθήνιοι· ἃ γὰρ οὐκ ἤμελλε συμβαίνειν ἴσως τοῖς πράγμασιν, πολλάκις τερατολογοῦσι δαιμόνια, ἵνα δέει τῆς τούτων προαγορεύσεως σχοίη που πάντως συμπέρασμα τῶν χρησμολογούντων ἀνοσίων δυνάμεων τὰ βουλήματα τῷ 3. 16. 12 τῆς πονηρίας πανουργικωτάτῳ σοφίσματι. ἐντεῦθεν γὰρ ἐπιτίθησι καὶ πρὸς τὸ πλῆθος αὐτὸ῾ Ορμίσδας τὴν μάχαιραν, καὶ διαφθείρας δέει τοῦ μέλλοντος ἐκ τοῦ πλήθους χιλιάδας πολλὰς ἀπεθησαύριζεν ἑαυτῷ παρὰ τῶν ὑπηκόων δυσμένειαν 3. 16. 13 ἀδιάλλακτον. ἀπεδεκάτου δὲ καὶ τὰς στρατιωτικὰς ἐπιδόσεις καὶ πρὸς κινδύνους μεγάλους χωρεῖν τὸ ὁπλιτικὸν κατηνάγκαζεν, ὅπως τῇ διαφθορᾷ τῆς Βαβυλωνίας δυνάμεως ἀστασίαστον αὐτῷ ὁ βασίλειος θρόνος σχοίη τὴν ἵδρυσιν. 3. 17. 1 περιβαλόμενος γοῦν ὁ῾ Ορμίσδας τὸ τῶν τυράννων διάδημα περιαυτίζεταί τε καὶ αὐθαδίζεται καὶ περικείρει τὸ εἰωθός, τὰ τῆς ἀναρρήσεως σήμαντρα ἀποστέλλειν ὥσπερ οὐκ ἀξιῶν 3. 17. 2 Τιβερίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν αὐτοκράτωρ ἀποκηρυκεύεται πρὸς῾ Ορμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δ' ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς῾ Ρωμαίους,᾿ Αρμενίους τε καὶ῎ Ιβηρας ἐν ὑπηκόοις τελεῖν,῾ Ρωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε Δαρὰς μὴ ἐπιζητεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε Δαρὰς οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι 3. 17. 3 τῇ τῶν῾ Ρωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας῾ Ορμίσδου καταφανῆ Τιβερίῳ τῷ αὐτοκράτορι γέγονεν, θέρους ἐπιγενομένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι, ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος῾ Ρωμανόν τε καὶ Θεοδώριχον, ναὶ μὴν καὶ Μαρτῖνον πεπομφὼς τὰ ἐνδόμυχα 3. 17. 4 τῆς Μηδικῆς κατασκάψοντας. οἱ μὲν οὖν εἰσβαλόντες ἅμα τῇ τοῦ στρατοπέδου πληθύϊ καὶ τῶν Περσῶν ληϊσάμενοι τὸ γόνιμόν τε καὶ εὐθαλέστατον καὶ πᾶσαν τὴν τοῦ θέρους ὥραν τοῖς Περσικοῖς ἐνδιατρίψαντες φόνοις τὰ τῶν Μήδων 3. 17. 5 ἔκειρόν τε καὶ διωλόθρευον λίαν ἐγκρατῶς. ὁ δὲ῾ Ρωμαίων ἡγούμενος χειμῶνος ἐπελθόντος εἰς τὴν Καππαδοκῶν Καισάρειαν γίνεται. θέρους δὲ περιόντος αὖθις κατὰ τὴν ἑῴαν ἀφίκετο εἴς τε Κιρκήνσιον πόλισμα῾ Ρωμαίων πανστρατιᾷ. 3. 17. 6 εἶτα διὰ τῆς ἐρήμου τὸ λοιπὸν τῆς᾿ Αραβίας εἰς τὴν Βαβυλωνίαν ἠπείγετο γῆν ἀφικέσθαι, εἶτα τὸν πόλεμον. 7 κλέψαι τῇ ἀγχινοίᾳ τοῦ ἐγχειρήματος. συνείπετο δὲ τούτῳ ὁ τῶν νομάδων βαρβάρων ἡγούμενος,᾿ Αλαμούνδαρος ὄνομα αὐτῷ· ὅν φασι κατάδηλον τῷ Περσῶν βασιλεῖ τὴν τῶν῾ Ρωμαίων ἐπιστασίαν ποιήσασθαι· ἀπιστότατον γὰρ καὶ ἀλλοπρόσαλλον τὸ Σαρακηνικὸν φῦλον καθέστηκε πάγιόν τε τὸν νοῦν καὶ τὴν γνώμην πρὸς τὸ σῶφρον ἱδρυμένην οὐκ ἔχον. 3. 17. 8 καὶ οὖν ἐκ τούτου ὁ τῶν Περσῶν βασιλεὺς ἐπὶ Καλλίνικον πόλιν τὸν πόλεμον μετεφύτευεν᾿ Αδορμαάνην χειροτονήσας 3. 17. τῆς ἐκτάξεως κηδεμόνα οὐκ ἀφυέστατον. ἐπεὶ τοίνυν ὁ᾿ Αλαμούνδαρος κηφῆνος δίκην τοὺς τῆς μελίττης σίμβλους ἠφάνισεν, εἰπεῖν δὲ ταὐτὸν τὰ Μαυρικίου ἐπίχειρα ἀνετρέψατο, ἀνόνητα γίνεται῾ Ρωμαίοις τὰ τῆς κατὰ Μήδων ἐπιστρατείας κινήματα· παλινδρομοῦσι γὰρ τὰς οἴκοι συμφορὰς 3. 17. 10 ἀποσβέσοντες. καὶ δῆτα ὁ στρατηγὸς τὰς μὲν σιταγωγοὺς ὁλκάδας, αἳ κατὰ τὸν Εὐφράτην συνείποντο αὐτῷ ποταμόν, φλοξὶ πυρὸς ἀνατέθεικεν· αὐτὸς δὲ σὺν τοῖς ἐκκρίτοις τοῦ στρατοπέδου ὡς τάχιστα γίνεται πρὸς τὴν πόλιν Καλλίνικον. 3. 17. 11 εἰς χεῖράς τε τῶν συνταγμάτων γεγονότων τῶν Πάρθων, ὑπεροχὴν τὸ῾ Ρωμαϊκὸν ἀπεφέρετο δόρυ. φυγῆς τοίνυν τῶν Περσῶν γενομένης, ἀνακωχὴν τὰ τῆς ἐπηρείας ἐλάμβανεν. 3. 18. 1 Τῷ δ' ἐπιόντι ἐνιαυτῷ Ταμχοσρώ, ὁ τοῦ Μηδικοῦ στρατηγός, μεγάλας τοῦ Περσικοῦ δυνάμεις περιαγόμενος πρὸς τῇ Κωνσταντίνῃ χωρεῖ. καττύεται δῆτα ἐν τούτῳ τῷ ἐνιαυτῷ μέγας καὶ ἐξακουστότατος πόλεμος῾ Ρωμαίοις τε καὶ 3. 18. 2 Πάρθοις. ὁ μὲν οὖν τοῦ Μηδικοῦ στρατηγὸς ἐν τοῖς πρώτοις τῆς ἀγωνίας γενόμενος τὸν βίον κατέστρεψε δόρατι, πλημμελεῖ δὲ τὸ βάρβαρον, καὶ νικῶσι῾ Ρωμαῖοι. οἱ δὲ βάρβαροι πείθονται ἐς τὴν ἑαυτῶν ἀποκλίνειν, ἅμα τῷ παθεῖν καὶ 3. 18. 3 τὰ τῆς αἰσχύνης οἰκειωσάμενοι. καὶ οὖν ὁ στρατηγὸς τὰ καίρια τῶν ὀχυρωμάτων περιφραξάμενος ἐς Βυζάντιον ἄνεισιν. τοῦ κοινοῦ δὲ τέλους συντετυχηκότος Τιβερίῳ τῷ αὐτοκράτορι, τῆς῾ Ρωμαϊκῆς ἀρχῆς ὥσπερ ἆθλον ἀριστείας εὐγενῆ καὶ περίδοξον τὸ βασίλειον κράτος ὁ στρατηγὸς ἔννομόν τε 3. 18. 4 περιβάλλεται, καὶ τὴν δευτέραν ἀπημφίαστο τύχην. τὰ μὲν οὖν μετὰ τοῦτο παρχθέντα῾ Ρωμαίοις τε καὶ Πέρσαις ἀναγέγραφα ἐν τοῖς ἔμπροσθεν. οὐκοῦν ἰτέον ἐπὶ τὰ συνεχῆ τῆς διηγήσεως, τὴν ἱστορίαν ἔξω που μικρὸν διαθέουσαν εἰσκυκλήσαντες ἐπὶ τὴν ἀκόλουθον καὶ εὐσύνοπτον νύσσαν, ὅθεν καὶ πρὸς βραχὺ ἀπεκλίναμεν τὰ περὶ τὸν Βαρὰμ κατ' ἐκεῖνο 3. 18. 5 παρηκολουθηκότα καιροῦ προτιθέντες ἐν μέσῳ. ἀλλ' εἰρήσθω μὲν πρότερον ἥ τε πατρὶς καὶ τὸ γένος Βαρὰμ οἵ τε τῆς τύχης βαθμοὶ αἵ τε κατ' ὀλίγον πράξεις διὰ βραχέων, ἵνα πάντοθεν ἐναρμόνιον εἴη καὶ ἐντελὲς τὸ περὶ τὴν ἱστορίαν ἀκρόαμα. 3. 18. 6῎ Ηκουσά του λέγοντος ἀνδρὸς Βαβυλωνίου ἱερομνήμονος, μεγίστην ἐμπειρίαν ἀπειληφότος τῆς περὶ τὰς βασιλικὰς διφθέρας ἀναγραφῆς, ἀπὸ μὲν τῆς῾ Ραζακηνῆς οὕτω καλουμένης ὁρμᾶσθαι μοίρας τὸν Βαράμ, οἰκαρχίας δὲ τῆς τοῦ Μιρράμου γεγονέναι τὸν Πέρσην ἐκεῖνον τὸν τύραννον, ὃς ἀφορμὴ τῆς καταλύσεως῾ Ορμίσδᾳ τῷ τυράννῳ γεγένηται. 3. 18. 7 δήμοις γὰρ παρὰ τοῖς Μήδοις ἑπτὰ τῶν πράξεων τὰ ἀγχίνοά τε καὶ τιμιώτατα διανυομένοις, νόμῳ πρεσβύτῃ. 8 μένοις, μὴ ἄλλως ἔχειν τὰ πράγματα ἔφασκεν. καί φασι τὸν μὲν᾿ Αρσακίδην ἐπιλεγόμενον δῆμον τὴν βασιλείαν κατέχειν, καὶ τοῦτον ἐπιτίθεσθαι τῷ βασιλεῖ τὸ διάδημα, ἕτερον τῆς πολεμικῆς προεστάναι συντάξεως, ἄλλον δὲ τὰς πολιτικὰς 3. 18. περικεῖσθαι φροντίδας, τὸν δ' ἕτερον τὰς διαφορὰς διαλύειν τῶν περί τι καταστασιαζόντων καὶ διαιτητοῦ δεομένων, τὸν δὲ πέμπτον ἡγεῖσθαι τῆς ἵππου, τὸν δὲ μετὰ τοῦτον φορολογεῖν τὸ ὑπήκοον καῖ τῶν βασιλικῶν ταμείων ἔφορον πεφυκέναι, τὸν δ' ἕβδομον κηδεμόνα τῶν ὅπλων καὶ τῆς πολεμικῆς ἐσθῆτος ἐπιστατεῖν, Δαρείου τοῦ῾ Υστάσπου τουτονὶ τὸν νόμον 3. 18. 10 ἐν τοῖς βασιλείοις ἐντεμενίσαντος. τὸν δὲ Βαρὰμ τῆς τοῦ Μιρράμου οἰκαρχίας γενόμενον, δήμου δ'᾿ Αρσακίδου, καταλε- γῆναί φασιν ἐς τὸ πρότερον τοῖς τοῦ βασιλέως σωματοφύλαξιν, μικροῦ δ' ὕστερον στρατιωτικῆς ἴλης ἡγησάμενον συστρατεῦσαι Χοσρόῃ, τῷ Καβάδου παιδί, ὁπότε οἱ Βαβυλώνιοι τὸ Δαρὰς παρεστήσαντο,᾿ Ιουστίνου τοῦ νεωτέρου τὴν῾ Ρωμαίων σκηπτου- 3. 18. 11 χίαν ἐπέχοντος. ὁ μὲν οὖν Βαρὰμ ἐσβαλὼν ἅμα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ τῷ πρεσβύτῃ, καὶ εἰς τὰς᾿ Αρμενίας αὐτάς, καὶ κατὰ τοὺς πολέμους ἐπιφανέστατος γεγονώς, στρατηγὸς [οὐ] μετ' οὐ πολὺ καὶ τοῦ Περσικοῦ χειροτονεῖται ἀθροίσματος. 3. 18. 12 οὕτω δὲ κατ' ὀλίγον ἐξαιρούσης τῆς τύχης αὐτόν, ὡς καὶ δαριγβεδοὺμ τῆς βασιλικῆς ἀναδεῖξαι ἑστίας (ὃν δὴ κουροπαλάτην῾ Ρωμαῖοι κατονομάζουσιν), ἐς μέγα ἀπονοίας ἐλήλακεν, καὶ ἐπὶ ταῖς κατὰ Τούρκων νίκαις μεγάλα καὶ. 13 θεκτα πνέων τὰ τῆς τυραννίδος ὠδίνει κυήματα. ὁ μὲν οὖν ὥσπερ σπινθῆρα ἐν σποδιᾷ τὴν τοῦ βασιλέως῾ Ορμίσδου ἀποκρύπτει τῆς λύπης ὑπόθεσιν, τὸ δὲ πλῆθος ἐξέμηνε φενάκῃ συσκευασάμενος ὡς οἷα δὴ κατὰ τοῦ ὁπλιτικοῦ τοῦ Περσῶν χαλεπαίνοντος βασιλέως καὶ προσαπειλοῦντος καὶ φόνον τοῖς Βαβυλωνίοις στρατεύμασι διὰ τὰ περὶ τὴν 3. 18. 14 Σουανίαν τῆς συμπλοκῆς ἀτυχήματα. προσεφέρετο δὲ καὶ ἐπίπλαστα τοῦ῾ Ορμίσδου προστάγματα ἀποκολοβοῦντα τὰ κατὰ τὸ εἰωθὸς τοῖς συντάγμασι [τῶν] ὑπὸ τῶν βασιλικῶν πρυτανείων διανεμόμενα. κἀντεῦθεν παραδριμύττεται ἡ πᾶσα πληθὺς καὶ ἐς ἀνάστατον ἀπροσεξίαν ἐχώρησεν.