Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Δʹ 4. 1 αʹ.῞ Οπως Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος. βʹ. Περὶ τῶν συγκυρησάντων κατὰ τὴν τυραννίδα Βαρὰμ τῷ Περσῶν βασιλεῖ. γʹ῞ Οπως καθαιρεῖται τῆς βασιλείας῾ Ορμίσδας. δʹ.᾿ Εκκλησία Περσῶν, ἐν ᾗ δέσμιος῾ Ορμίσδας δημηγορεῖ. εʹ. Δημηγορία Βινδόου τοῦ Πέρσου. ϛʹ. Σφαγὴ τοῦ παιδὸς τοῦ νεωτέρου῾ Ορμίσδου· καὶ ὅπως καὶ τὴν βασιλίδα τεμαχίσαντες ἐκτυφλοῦσιν῾ Ορμίσδαν οἱ τῆς Περσῶν πολιτείας ἐξέχοντες. ζʹ. Περὶ Καβάδου, τοῦ Περσῶν βασιλέως, καὶ πρεσβυτέρων ἱστορημάτων διήγησις. ηʹ.᾿ Αναγόρευσις Χοσρόου τοῦ νεωτέρου, τοῦ Περσῶν βασιλέως. θʹ.῞ Οπως῾ Ορμίσδας ὑπὸ Χοσρόου τοῦ παιδὸς ἀναιρεῖται. ιʹ.᾿ Επικράτεια τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου, τοῦ Περσῶν βασιλέως. ιαʹ.῞ Οπως ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγίνεται προσχωρήσας τῷ αὐτοκράτορι. ιβʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιγʹ. Περὶ Βαρὰμ τοῦ τυράννου· καὶ ὅπως ἑαυτὸν βασιλέα Περσῶν ἐχειροτόνησεν. ιδʹ.῞ Οπως ὁ αὐτοκράτωρ ἐπὶ τὴν῾ Ιερὰν πόλιν τὸν Χοσρόην μετάγει βασίλειον αὐτῷ θεραπείαν συστησάμενος. ιεʹ. Περὶ τῶν συγκυρησάντων τῷ Βαρὰμ καὶ Χοσρόῃ πρὸ τῆς῾ Ρωμαϊκῆς συμμαχίας. ιϛʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιζʹ.῞ Οπως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ, τῷ᾿ Αντιοχείας ἱεράρχῃ, πρὸς Χοσρόην ἐξέπεμψεν. ιηʹ. Περὶ τῆς δολοφονίας Βαρὰμ καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. ιθʹ. Περὶ Βινδόου τοῦ Πέρσου· καὶ ὅπως δραπετεύει Περσίδα. κʹ.῞ Οπως ἡ Μαρτυρούπολις ὑπὸ Χοσρόου ἀποδίδοται τοῖς῾ Ρωμαίοις. καʹ.῾ Εορταστικὴ Δομετιανοῦ, τοῦ προέδρου Μελιτηνῆς, ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεος. ινδεχ.
4.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Δʹ 4. 1. 1᾿ Επεὶ δ' ὅρκοις τὰ τῆς τυραννίδος ἀπετειχίζετο, καὶ σπονδαῖς ἡ στάσις ἐπῳκοδομεῖτο, ἐπαθροίζει συμμαχικὸν ὁ Βαράμ, καὶ ὁ ἐπιχώριος Πέρσαις ἐκρατύνετο πόλεμος. ἐπεστρατολόγει δὲ καὶ ἡ περὶ τὸν῾ Ορμίσδαν δυσμένεια τῷ Βαρὰμ 4. 1. 2 πρόσθετον καὶ ἐπίκουρον δύναμιν. Πέρσαι γὰρ οἱ πρὸς τῇ Νίσιβι στρατοπεδεύοντες ἄρτι που ὑπὸ῾ Ρωμαίων καταπολεμη- θέντες δημοσίᾳ ἐκτάξει, τὰ περὶ τὸν Βαράμην ἀκηκοότες παράδοξα ἀποκλίνουσι πρὸς ἀπόστασιν, ἀδελφὰ τῶν ἐκείνῳ 4. 1. 3 διεγχειρηθέντων ὑποζηλώσαντες. τούτων δὴ ἀγγελθέντων τῷ Βαράμ, πρέσβεις ἀπὸ τῆς περὶ αὑτὸν πληθύος ἐκπέμπεται πρὸς τὴν Νίσιβιν, καὶ τῷ ἐπαγωγῷ τῶν ὑποσχέσεων καρτερώτερος 4. 1. 4 Μήδοις ὁ ἐμφύλιος κατατυρεύεται πόλεμος. οἱ μὲν οὖν τοὺς πρέσβεις δεξάμενοι πρὸς τὴν πόλιν χωροῦσι τὴν Νίσιβιν, περὶ τὴν πύλην δὲ γεγονότες τοῦ ἄστεος συνεκύρησαν Χουβριαδάνῃ, ὃς τῶν ἐν ἀξίαις τελούντων παρὰ Πέρσαις ἐδόκει ἐπόπτης τε τῶν δρωμένων κατὰ τὸν πόλεμον ὑπὸ῾ Ορμίσδα. 5 χείριστο. τοῦτον καταβαλόντες τοῦ ἵππου ἀκροτομήσαντές τε τὸν δείλαιον τήν τε κεφαλὴν τῶν ἐν τῷ τραχήλῳ σφονδύλων ἀποκοψάμενοι σύμβολα ταῦτα῾ Ορμίσδᾳ ἀδιαλλάκτου τινὸς παρέπεμπον στάσεως, κατεργασάμενοί τε τὸν ἄνδρα δεινῶς καὶ κατὰ τὴν πόλιν εἰσφρήσαντες πρὸς διαρπαγὴν τῶν 4. 1. 6 ἐκείνου χρημάτων ἐτράποντο. γίνεται τοίνυν καὶ κατὰ τὴν 4. 1. 6 Νίσβιν διωμοσία καρτερὰ ἐφ' ᾧ τὸν῾ Ορμίσδαν ἀποχειροτόνητον εἶναι καὶ ἰδιώτην ἀντὶ βασιλέως τεκταίνεσθαι. καὶ γοῦν τούτων οὕτω προκεχωρηκότων τοῖς πράγμασιν, πρεσβεύονται Πέρσαι πρὸς Πέρσας καὶ ἡγεμόνας πρὸς τὸν Βαρὰμ. 7 λουσι κατὰ τὴν τοῦ Ζαβᾶ διάβασιν διατρίβοντα. ποταμὸς δ' οὗτος, ὃς ἐκ τῶν ὑπερανεστηκότων ὀρῶν ἐκχεόμενος καὶ ἀπὸ τῶν βορείων ἀρχόμενος οὐ πολύς ἐστι τὴν πρόοδον, εἶτα πρὸς νότον φερόμενος καὶ ὑπὸ πολλῶν χειμάρρων. 8 μενος ναυσίπορος γίνεται καὶ κοινοῦται τῷ Τίγριδι. ὁ δὲ Βαρὰμ τοὺς ἀγγέλους εἰσῳκίζετο καὶ λαμπρᾷ τῇ φιλοφροσύνῃ τούτους περιαυτίζεται, προστάττει δὲ καὶ δεξιολάβοις δυνάμεσιν ἰχνηλατεῖν καὶ τὰς ἀτραποὺς πάσας κατασφαλίσασθαι, 4. 1. ὅπως μηδ' ἄγγελος῾ Ορμίσδᾳ τῶν ἀτυχημάτων γενήσεται. ὁ δὲ βασιλεὺς χαλεπαίνων τε καὶ κυνοφθαλμιζόμενος, βρύχων τε καὶ τετριγὼς τοὺς ὀδόντας καὶ οὐκ ἔχων ὅπῃ αὐτοῦ τὰ τοῦ σκοποῦ σχοίη διέξοδον ὑπὸ τῆς ἀπορίας παράφορος ἦν καὶ τοῖς δαιμονῶσιν εἰκάζετο. 4. 2. 1 Κομεντιόλου δὲ τοῦ῾ Ρωμαίων στρατηγοῦ ἐν ταύταις δὴ ταῖς ἡμέραις τὸ῎ Ακβας φρούριον ᾑρηκότος καὶ ὥρᾳ χειμῶνος διαλελυκότος τὸν χάρακα, ὁ Βαράμης τὸ κατὰ μικρὸν τοῖς τῆς Μηδίας χωρίοις. 2 βαλλεν. ὁ δ'῾ Ορμίσδας ἐκ τῶν περιοίκων δυνάμεις συναθροισάμενος αὐτοκράτορα τοῦ πολέμου προεστήσατο Φεροχάνην τὸν Πέρσην· τὸ δ' ὄνομα τὴν τοῦ μαγίστρου ἀξίαν 4. 2. 3 τῇ῾ Ρωμαϊκῇ ἐνσημαίνεται γλώττῃ. ὁ μὲν οὖν Φεροχάνης ἠξίου τὸν βασιλέα Ζαδέσπραν, ὃν ἐν εἱρκτῇ δεδεμένον῾ Ορμίσδας ἀπέθετο, τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ συστρατεύειν 4. 2. 4 αὐτῷ. τούτου δὲ καταδιαιτήσας ἐτύγχανεν ὢν ὁ Περσῶν βασιλεὺς τὴν φρουράν· κατάφωρος γὰρ οὗτος ἐγεγόνει χρήματα ἱκανὰ ἐκ τῆς Μαρτύρων ἐγκολπωσάμενος πόλεως.῾ Ορμίσδου δὲ δυσανασχετοῦντος ἐπὶ τοῖς ῥήμασιν, καὶ τοῦ Φεροχάνου καταλιπαίνοντος τὴν ἀξίωσιν, νικᾶται ὁ τοῦ βασιλέως σκοπὸς καὶ διαζεύγνυται τῶν χειροπεδῶν ὁ Ζαδέσπρας. 4. 2. 5 συνεκστρατεύσας οὖν τῷ Φεροχάνῃ καὶ τοῦ τυραννικοῦ πλησίον γενόμενος οὐ πόρρω τοῦ Ζαβᾶ ποταμοῦ, αὐτομολῶν παραυτίκα ὡς τὸν Βαράμην ἐχώρησε τὴν ἀντίδοσιν τῆς ἐν εἱρκτῇ 4. 2. 6 κακώσεως ἀντιταλαντεύσας῾ Ορμίσδᾳ. τούτου τοίνυν συντετυχηκότος, ἤρθη ἐπὶ μέγα ὁ Βαρὰμ καραδοκῶν καὶ ἅπασαν αὐτῷ τὴν ἀντίθετον προσχωρῆσαι στρατείαν. ὁ μὲν Φεροχάνης πρέσβεις πρὸς τὸν Βαράμην ἀπέστελλε καὶ ἐξῄτει τὴν γνώμην μεταβαλλόμενον ἀνάπαυλαν τῇ τυραννίδι παρέχεσθαι, κατελιπάρει δὲ τοῦτον καὶ δώροις βασιλικοῖς· οὕτω γὰρ 4. 2. 7 προσετέτακτο ὑπὸ τοῦ Περσῶν βασιλέως. ὁ μὲν οὖν οὐκ ἐπρίατο τὴν ἔχθραν, ὁ δὲ μᾶλλον ἐντεῦθεν ἐξωνεῖτο τὸ τύραννον. τὴν τοίνυν διάβασιν προκατειληφότος Φεροχάνου τοῦ Πέρσου, καὶ τοῦ τυραννικοῦ ἐπὶ πολὺ τοῖς τόποις 4. 2. 8 ἐνδιατρίβοντος, τὰ σιτία ἐξέλιπεν. ὁ μὲν οὖν Βαρὰμ παλαμώμενος τὰ τῆς ἐπηρείας κρατύνεσθαι οὐκ ἀναξιολόγῳ σοφίσματι 4. 2. τοὺς ἀντιτεταγμένους ὑπέκλεπτεν. ἐξέπεμπε γὰρ τῇ ἀντιθέτῳ δυνάμει ἀγγέλους διαγορεύοντας ὡς οὐ κατὰ σκοπὸν δρᾷ τὸ ἀντίθετον ὅπλα κατὰ τῶν ἠδικημένων περιβαλλόμενον, ὑπομιμνήσκων τὸ Περσικὸν τῆς῾ Ορμίσδου τραχύτητος, τό τε τῶν ἐγχειρημάτων αὐτοῦ χαλεπώτατον, τά τε τῆς δυσσεβείας ἀθέμιτα, παρεδήλου τε τούτου τὸ ἀπιστότατον, καὶ ἁπλῶς τῶν ἡμαρτημένων῾ Ορμίσδᾳ μέγαν τινὰ καὶ πιθανώτατον κατάλογον 4. 2. 10 συνετάττετο· ἐς ἀεὶ γὰρ τὸ δυσμενές ἐστι φιλαίτιον, καὶ μικραῖς τισιν ἀφορμαῖς μεγάλας οἶδε κορυφὰς ἐγκλημάτων 4. 2. 11 τεκταίνεσθαι. ἐπεὶ δὲ τούτων τὰ περὶ τὸν Φεροχάνην ἠκηκόει στρατεύματα, τὴν γνώμην μετέθετο καὶ νεωτερίζειν ἐγλίχετο, καὶ ἀθετεῖ τὸ τιμώμενον καὶ γεραίρει τὸ κακιζόμενον. καὶ ἦν αὐτοῖς οὐκέτι λοιπὸν τὰ τῆς τυραννίδος ἐγκλήματα, ἀλλ' ὥσπερ ἔννομός τις ἡ ἐγχείρησις ἀφορμὴν τῶν δρωμένων ἀπολαβοῦσα τὸ δίκαιον. 4. 3. 1 καὶ γοῦν ὁ Ζοαρὰβ (εἷς δ' οὗτος τοῦ Διλιμνιτικοῦ ἔθνους ἡγούμενος), οὐ μὴν ἀλλὰ καὶ Σαράμης ὁ νέος, τὸ τηνικαῦτα μὲν καιροῦ τοῖς δορυφόροις τοῦ στρατηγοῦ καταλεγόμενος, ὕστερον δὲ τῶν τοῦ βασιλέως Χοσρόου σωματοφυλάκων ἐπιστατῶν, ἑτέρας ὀρεγόμενοι λήξεως τῆς τε μεταβολῆς τῶν πραγμάτων λίαν ἐκτόπως γλιχόμενοι συνωμοσίαν διέθεντο ἐξαπιναίως τε ἐπελθόντες ἀναιροῦσι 4. 3. 2 τὸν Φεροχάνην νυκτός, ἀμύνοντος παντελῶς οὐδενός. οὗ δὴ γεγονότος, ἐς ἁρπαγὴν τῶν τοῦ στρατηγοῦ χρημάτων πάντες ἐτράποντο. ἧκε γοῦν πέμπτῃ ἡμέρᾳ ἀγγελία τῷ Περσῶν βασιλεῖ τούτων δὴ τῶν ἔναγχος συμβεβηκότων τῷ. 3 τηγῷ. καταπλαγεὶς τοιγαροῦν ἐπὶ τῇ τῶν κακῶν ἐπιδόσει῾ Ορμίσδας ἀπῆρε τῆς Μηδίας, ἐν ᾗ τὰς διατριβὰς ἐπεποίητο, καὶ τῇ Κτησιφῶντι προσομιλεῖ, τάς τε περιλοίπους δυνάμεις ἀναλεξάμενος τῆς ἐς αὐτὸν περιφρουρᾶς διετίθετο, ὡς 4. 3. 4 ἐνῆν, τὴν φροντίδα. οἱ δὲ τῶν βασιλείων οἰκήτορες ἄστεων τούτων δὴ τῶν πεπραγμένων ἐν γνώσει γενόμενοι τὰς ψυχὰς ἐξεπλήττοντο, καὶ τῷ νεωτερισμῷ τῶν πραγμάτων ἐς τὰ μάλιστα τεθηπότες οὐκ εἶχον ὅ τι καὶ δράσωσιν· οἶδε γὰρ παράδοξον ἄκουσμα θολὸν ταῖς ψυχαῖς ἐξεργάζεσθαι καὶ τῇ ἀθρόᾳ ἐνδημίᾳ ταῖς ἀκοαῖς ἐνιέμενον ἅπασαν ἀνατροπὴν 4. 3. 5 λογισμῶν ἐμπορεύεσθαι. ἡμέρα δὲ τρίτη, καὶ Βινδόην τὸν δέσμιον, τὸν᾿ Ασπαβέδου μὲν υἱόν, πρὸς γένος δὲ συνημμένον Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ἐν χειροπέδαις τὴν εἱρκτὴν ἐνοικοῦντα καὶ ὑπὸ῾ Ορμίσδου εἰκῇ ποινηλατούμενον ὁ Βεστάμ, ὃς ἀδελφὸς τούτου ἐτύγχανεν ὤν, τῆς φρουρᾶς 4. 3. 6 ὑπεξῆγεν, ὑπόντος οὐδενὸς τοῦ κωλύοντος. ἐπεὶ δὲ γαλήνη τῶν ἀτυχημάτων γέγονε τῷ Βινδόῃ, πλῆθος οὗτος ἐκ τῶν περὶ τὸν Φεροχάνην εἰσβάλλει πρὸς τὰ βασίλεια ὑπὸ τρίτην 4. 3. 7 ἕω καὶ ἐντυγχάνει῾ Ορμίσδᾳ. οὗτος δὲ τὸν βασίλειον θρόνον περιεκάθητο, ἐσθὴς δ' αὐτῷ τύραννος ὁμοῦ καὶ βαρύτιμος, ἥ τε τιάρα χρυσῆ τε καὶ λιθοκόλλητος, ἐνέρσει ἀνθράκων ἀπολάμπουσα τῇ λαμπρότητι, περιερρεῖτο δ' αὐτῇ καὶ ὁ μαργαρίτης εἰς τὸ δαψιλές· τό τε κράνος καταυγαζόμενος τό τε σμαραγδόχλοον ὥραν ἐκύμαινεν, ὡς μικροῦ δεῖν συναπολιθοῦσθαι τὸν θεατὴν ὀφθαλμὸν τῷ ἀκορέστῳ τῆς. 8 πλήξεως. ἀναξυρίδες δ' αὐτῷ χρυσοποίκιλοι, ἔργα ὑφάντου χειρὸς μεγατίμια. καὶ τοσαύτην εἶχεν ἡ στολὴ τὴν τρυφὴν ὁπόσην ἠβούλετο ἡ τῆς σοβαρότητος ἔφεσις. ἤρετο οὖν ὁ βασιλεὺς Βινδόην ὅπως τε αὐτῷ ἡ τῆς φρουρᾶς ἀπήντησεν ἀναχώρησις, τά τε τῆς τόλμης κινήματα, τῆς τε περιπόλου 4. 3. δυνάμεως τί ἂν εἴη τὸ αὐτοσχέδιον. ὁ δ' εἰς εὐήκοον τοῦ βασιλέως ἐλοιδόρει τε καὶ ἐβλασφήμει ἐς τὸν῾ Ορμίσδαν, οὐκ ἐχούσης τὸ λοιπὸν πύλην τῆς γλώττης διὰ τὴν ἐκ τῆς ἀκοσμίας 4. 3. 10 παρρησίαν ἀκίνδυνον. μηδενὸς τοίνυν κατασυρίττοντος Βινδόου ἢ ὑπόντος τοῦ ἐπιπλήττοντος φειδοῖ τῆς βασιλικῆς τιμιότητος, ἤρετο τοὺς ἐν ἀξίᾳ τελοῦντας῾ Ορμίσδας, εἰ. 11 τοις ἥδεται τὸ παρεστηκός. πάντων δὲ καταβοώντων῾ Ορμίσδου, ὁ Βινδόης ἑλόμενος τῆς χειρὸς τὸν῾ Ορμίσδαν ἐξανιστᾷ τοῦ θρόνου ἀπεγύμνου τε τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ τοῖς 4. 3. 12 σωματοφύλαξιν ἐς φρουρὰν παρεδίδου. καὶ οὕτω τῆς τύχης τῆς περὶ τὸν Βινδόην ἀντιμεταβαινούσης ὁ῾ Ορμίσδας ἐξ ὧν ἔδρασεν ἔπασχεν, μαθὼν ὡς οὐ δεῖ λυμαίνεσθαι τοὺς οὐδὲν 4. 3. 13 ἀδικήσαντας. ὁ δὲ τούτου παῖς ὁ Χοσρόης καθαιρεθέντα τῆς βασιλείας τὸν῾ Ορμίσδαν ἀκηκοώς, τοὺς ἠθάδας χώρους ἀπολιπὼν ἐπὶ τὸ᾿ Αδραβιγάνων τὴν ἀπόδρασιν ἐπεποίητο δέει τῶν συμβεβηκότων῾ Ορμίσδᾳ κινδύνων, ὑποτοπήσας μή πού 4. 3. 14 γε καὶ ἐς αὐτὸν τὰ τῆς συμφορᾶς σχοίη διάβασιν. ὁ μὲν οὖν Βινδόης ἰχνηλάτει τὰ τοῦ Χοσρόου κινήματα· ἐπεὶ δ' ἀνερευνωμένῳ κατὰ νοῦν ἐχώρει τούτῳ τὰ πράγματα τοῦ τε Χοσρόου γέγονε κάτοχος, ἠξίου ἐπαναζεῦξαι τὸν παῖδα τὸν 4. 3. 15 βασίλειον θρόνον ληψόμενον. ὁ μὲν οὖν Χοσρόης ἐνέχυρον ὅρκον λαβὼν τῆς πιστώσεως ἐπανῆκεν ἐς τὰ βασίλεια. τῇ δ' ὑστεραίᾳ῾ Ορμίσδας ἄγγελον ἐκ τῆς φρουρᾶς ἀποστειλάμενος παρεδήλου ὡς ἐθέλοι τὰ συνοίσοντα λέξειν τῇ Περσῶν πολιτείᾳ, τούς τε σατράπας ἠξίου ὡς αὐτὸν παραγενέσθαι καὶ τοὺς ἐν ἀξίαις τελοῦντας καὶ ὑπεροχαῖς τούς τε τοῦ βασιλέως σωματοφύλακας ἅπαντας· μηδὲ γὰρ περὶ μικρῶν των λόγων 4. 3. 16 ὑπεῖναι αὐτῷ τὴν ὑπόθεσιν. τούτων τοιγαροῦν διαγγελθέντων τοῖς ἐξέχουσι τῶν βαρβάρων, ἐκκλησία πρὸς τὰ βασίλεια γίνεται. ὑπεξάγεται δὲ τῆς φρουρᾶς καὶ ὁ῾ Ορμίσδας, ὅπως τοῖς ἐπηγγελμένοις αὐτῷ πέρας προθήσοιτο. τοῦ τοίνυν ξυλλόγου συγκεκροτημένου πρὸς τὰ ἀνάκτορα,῾ Ορμίσδας ἐς μέσον ἑστὼς τῶνδε τῶν λόγων ἀπήρξατο. 4. 4. 1"῎ Ανδρες θεαταί, ἀλλ' εἴθε μὴ βασιλικῶν ἀτυχημάτων δημιουργοί μοι γεγόνατε· οὕτω γὰρ οὐκ ἂν ἐκληρώσασθε βασιλέα δημηγόρον ἅμα καὶ δέσμιον. ἄνδρες νυνὶ μὲν γαῦροι πολέμιοι, τὸ δὲ πρότερον ὑπήκοοι καὶ μετὰ δέους πειθήνιοι. 4. 4. 2 ἄνδρες θεαταί, ἀλλ' εἴθε μὴ τηλικούτων κακῶν προήλθετε σήμερον ὑπηρέται καὶ μάρτυρες. εἰ συγχωρήσοι τὸ δάκρυον, 4. 4. 3 φωνὴν ἀφήσω προξενοῦσαν αὖθις τὸ δάκρυον· ὁρῶ γὰρ ὑμᾶς ἐπεντρυφῶντας τοῖς ἀδικήμασι καὶ κροτοῦντας τὼ χεῖρε, τοῖς ὀδοῦσι δὲ τετριγότας, τοῖς δὲ προσώποις μυκτηριζομένους ὁμοῦ καὶ φενακίζοντας, ἐκχύτους τῷ γέλωτι, ἀσχέτους τοῖς ὀνειδίσμασιν, καὶ εἰ μὴ σφάλλομαι, παιγνίων ὑπόθεσιν ἔχοντας 4. 4. 4 βασιλείας νόμον αἰδέσιμον. πάρεστι γὰρ ὑμῖν ἐν μέσῳ προκείμενος ὁ πρὸ μικροῦ καθάπερ θεὸς προσκυνούμενος αἰχμάλωτος ὑπὸ τῶν πολλῶν ῥαπιζόμενος, ὁ ταῖς ἁλουργίσι περιρρεόμενος νῦν σεσηπότα ῥάκη περιβαλλόμενος, ὁ θρύψει χρυσοῦ καὶ μαργαρίτου κατακοσμούμενος νῦν σχοίνῳ σιδηροτεύκτῳ 4. 4. 5 ταλαιπωρούμενός τε καὶ κακουχούμενος, ὁ τὰς τρίχας εὐθετιζόμενος καὶ τοῖς μύροις καταπνεόμενος νῦν αἰσχίστως σκληραγωγούμενος καὶ τῷ ῥύπῳ καὶ τῇ κόνει τῇ τε λήμῃ τῶν ὀμμάτων καὶ τῇ συμπλοκῇ τῶν βοστρύχων κατηγριωμένος τὴν πρόσοψιν, ὁ τοῖς μυρίοις γένεσι τῶν ἐδεσμάτων κολακευόμενος νῦν ἀπόσιτος καὶ μικροῦ δεῖν καὶ τῶν τυχόντων. 6 μενος ἄρτων, ὁ τοῖς χρυσορόφοις θαλάμοις ἐνδιαιτώμενος κλίναις τε χρυσαῖς ἐμβλακευόμενος καὶ σισύραις λαμπραῖς ἐντρυφῶν καὶ ἐφεστρίσι μεγαλοπρεπέσιν ἐγκαλινδούμενος νῦν ἐν εἱρκτῇ στενοχωρούμενος καὶ πρὸς τοὔδαφος κατερριμμένος, 4. 4. 7 μήτε λείψανα εὐτελῶν ἀμφιασμάτων περιφερόμενος. ὁρῶ δὲ καὶ τῶν προπατόρων τὸ κλέος προπηλακιζόμενον σήμερον ἐξ ὧν εἰς ἡμᾶς ἀνοσιουργοῦντες ἐδράσατε, οὓς ἐχρῆν ἀθανάτων τιμαῖς θεραπεύεσθαι ἐκ τῆς περὶ τοὺς ἀπογόνους ἰσοθέου 4. 4. 8 δορυφορίας προσαγομένης ὁσημέραι. ἐπεὶ δὲ καὶ φύσεως παρ' ὑμῖν θεσμὸς ἀνατέτραπται καὶ νόμοι κράτους ἠθέτηνται καὶ τάξις μοναρχίας καταπεπάτηται καὶ δίκης ἠφάνισται πρυτανεύματα καὶ ἀντίδοσις τῶν βεβιωμένων φροῦδος καθέστηκεν, οὐκ ἐπιλήσομαι τῆς βασιλικῆς ἀρετῆς, ἀλλ' εὐνοίᾳ τῆς τοῦ γένους συστάσεως τὰ συνοίσοντα τῇ Περσῶν πολιτείᾳ 4. 4. διέξειμι. ἄνδρες σατράπαι, καὶ ὅσοι περὶ τὸν βασίλειον τουτονὶ συνηθροίσθητε χῶρον, κοινὰ κατὰ τῆς τυραννίδος στρατολογήσατε δόγματα, μὴ περιορῶντες ἐς τὸ λοιπὸν ἐπηρεάζεσθαι βασιλείαν ὑπερφυᾶ τε καὶ δυνατωτάτην, πρεσβύτιδά τε καὶ 4. 4. 10 φοβερωτάτην τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἀνθρώποις. εἰ δὲ μή, μεγάλην ἀρχὴν καταλύσητε καὶ πολλῶν τροπαίων ὑπόθεσιν ἀνατρέψητε καὶ μεγίστης δόξης ἀκρώρειαν καταβάλητε μοναρχίαν τε δυσκαταγώνιστον διαρρήξητε, κἀντεῦθεν τῆς εὐδαιμονίας στερηθήσεσθε Πέρσαι, τῆς ἐξουσίας ἀναιρεθείσης ὑμῖν, τῶν περὶ τῆς βασιλείας νόμων ἀθετηθέντων 4. 4. 11 διὰ τὸ τύραννον. ἀταξίας γὰρ στάσις πέφυκε πρόοδος, τὸ δ' ἄτακτον ἄναρχον, ἀναρχία δὲ λύσεως ἀφορμὴ ἐκ τυραννίδος λαβοῦσα τὴν γένεσιν· αὕτη τὴν πολυαρχίαν ὠδίνουσα τὰ προϋπηργμένα καλῶς κακῶς διατίθησιν, καὶ τῷ ἀνωμάλῳ τοῦ κράτους τῷ τε ἀσυμφώνῳ τῆς στάσεως τὸ ἑνιαῖον καὶ σύντονον τῆς ἀρχῆς διαλύσασα πάντα πάσχειν ἢ δρᾶν τοὺς 4. 4. 12 φιλοτυράννους ἠνάγκασεν. βασιλείας γὰρ σκάφος πολλοῖς τοῖς πηδαλίοις οἰακιζόμενον μικρά τις σπιλάδος ἐπιδρομὴ κατεβάπτισεν, περισχιζομένης τῆς κυβερνήσεως πρὸς τὰς τῶν πολλῶν ἀντιθέτους ἐπιβολάς, ἄλλοτε ἄλλου πρὸς τὸν οἰκεῖον 4. 4. 13 σκοπὸν ἐπειγομένου κυβερνᾶν τὸ ἀκάτιον. οὐκοῦν εἰ μὴ τοὺς τυράννους ἀπολικμήσητε, τὴν βασιλείαν δουλαγωγήσητε, καὶ παίγνιον τοῖς ἔθνεσιν ἔσεσθε τῷ ἀσυμφώνῳ τῆς τοῦ βίου 4. 4. 14 διαγωγῆς κατακληρωσάμενοι τὸ εὐάλωτον. ἔτι Βαρὰμ ἐν ποσίν, ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται στρατεύσας κατὰ τῆς Περσίδος τὴν μάχαιραν. τεθνάτω παρανάλωμα θηρίων γινόμενος, μὴ τιμάσθω ὁ τούτου νεκρὸς τῇ ταφῇ, ἵνα μὴ ταῖς λαγόσι τῆς γῆς σηπεδόνα ψυχῆς βδελυρᾶς κατασπείρητε. ἀπογυμνούσθω τὴν κεφαλὴν καὶ Χοσρόης τοῦ διαδήματος. οὐκ ἔστι βασιλικὸς τὴν ψυχήν, οὐκ ἀρχικῇ διανοίᾳ κεκόσμηται, 4. 4. 15 οὐκ ἐξουσιαστικὸν τούτου τὸ φρόνημα. ἀκάθεκτός ἐστι ταῖς ὁρμαῖς, λυσσώδης πέφυκε τὸν θυμόν, ἀφιλάνθρωπον αὐτῷ περικέχυται βλέμμα, οὐκ οἶδε νόμοις προνοίας σεμνύνεσθαι, τὸν τρόπον ἐστὶν ἀγέρωχος, τὴν ὄρεξιν φιλήδονος πέφυκεν, πάντα δεύτερα τίθεται τοῦ βουλήματος, οὐ καραδοκεῖ τὸ συνοῖσον, τὴν εὐβουλίαν οὐκ ἐναγκαλίζεται, τὸ φιλότιμον ἀποπέμπεται, τῇ φιλοχρηματίᾳ προσπλέκεται φίλερις ὢν καὶ 4. 4. 16 φιλοπόλεμος καὶ τῆς εἰρήνης ἀνόρεκτος. χειροτονήσω δὲ τῷ λόγῳ βασιλέα σήμερον ὑμῖν τὸ μειράκιον, ὃς παῖς ἐμὸς πέφυκεν ἀγαθός, ἀδελφὸς Χοσρόου τὴν φύσιν, ἀλλ' οὐκ 4. 4. 17 ἀδελφὸς τὴν προαίρεσιν. ἢ οὐκ εἰς μέγα τὰ Περσῶν περιήγαγον τάξεως, τῷ τῆς μεγαλοφροσύνης οἴακι τὸ Βαβυλώνιον διιθύνων πολίτευμα; βάσανος δὲ τῶν λόγων Τοῦρκοι φορολογούμενοι, οἱ Διλιμνῖται καταθέντες μετὰ τῶν ὅπλων τοὺς αὐχένας ἡμῖν,῾ Ρωμαῖοι πόλεις ἐπιφανεῖς ἀποβαλλόμενοι καὶ τὰς δευτέρας τύχας τῇ ἐκπτώσει τῶν πρώτων δακρύοντες. 4. 4. 18 ταῦτα μὲν ἐγὼ ὁ πάντα δράσας καὶ πεπονθὼς διὰ τὸ τῆς τύχης εὐμετάβολόν τε καὶ ἄστατον. ὑμῖν δὲ ἐν ἐξουσίᾳ τὸ ἔχεσθαι τὴν τοῦ συνοίσοντος ἔφεσιν, ἢ καταμελήσαντας τοῦ καλοῦ τὰς δευτέρας φροντίδας ἀποδοκιμάζειν καὶ τῷ μεταμέλῳ τῶν ἡμαρτημένων πρὸς τὰ ἐν ποσὶν ὅ τι καὶ πράξαιτε διηπορηκότας ὀδύρεσθαι." 4. 5. 1῞ Οτε τοίνυν ἀπέρρει῾ Ορμίσδᾳ τὰ τῆς διαλέξεως νουθε- τήματα, Βινδόης ὁ Πέρσης βρασματώδη συστησάμενος γέλωτα ἀπεσκοράκιζεν῾ Ορμίσδου τοῦ διαλόγου τὴν ἔκθεσιν, ἐς μέσον δὲ ἀνιστάμενος τάδε που τῷ ξυλλόγῳ παρέθετο. 4. 5. 2"῎ Ανδρες ὁμόφυλοι καὶ σύμμαχοι καὶ μισοτύραννοι, ἀλλ' εἰ μὴ νομοθετούντων ἔτι τυράννων ἀνέχεσθε. ἀδικεῖ καὶ 4. 5. 3 νῦν ἰδιωτεύων ὁ τύραννος. ἔτι τῶν λόγων τὸ κράτος ἀμπέχεται καὶ προστάττειν διεγχειρεῖ καὶ βασιλεύει δημηγορῶν καὶ θεσμοθετεῖ ἐπὶ βήματος καὶ κατηγορεῖ στρατηγῶν. 4 δοκιμάζει τε βασιλείαν καὶ χειροτονεῖ τὸν μοναρχήσοντα, καὶ πάντα πάρεστιν αὐτῷ ἐν ποσὶν ὁπόσα οὐδὲ τὸ τῶν ἐνυπνίων φιλότιμον δωρεῖσθαι τοῖς ἀπατωμένοις δεδύνηται, μήτε τοσοῦτον ἐννοηθῆναι δυνάμενος, ὡς οὐ πέφυκεν ἐν συμβούλων μοίρᾳ γνωρίζεσθαι τοὺς μὴ τὰ περὶ ἑαυτῶν διαθεμένους 4. 5. 5 ἐπιδεξίως τοῖς πράγμασιν. πόθεν οὖν ἡμῖν ἐνέχυρον τῆς εἰσηγήσεως καταθήσει λίαν ἑδραῖον καὶ ἀξιόχρεων; ἢ τὴν ἑαυτοῦ τύχην κατεγγυᾶν ἡμῖν ἐσοφίστευσεν ἐθέλων ἡμᾶς συνδεσμίους θεάσασθαι καὶ τῶν αὐτῶν παθημάτων κοινωνοὺς ἀνευθύνους; οὐ γὰρ τῶν ἐκείνῳ πεπλημμελημένων 4. 5. 6 μετέσχομεν τυραννούμενοι. πῶς δὲ κατὰ τυραννίδος γλῶτταν κεκίνηκεν ὁ μηδένα νόμον Περσῶν καταλιπὼν ἀτυράννητον, ὁ λῃστρικώτερον ἄρξας καὶ τὴν ἐξουσίαν κιβδηλεύσας τῇ βίᾳ, ἐπομβρήσας δὲ τοῖς φόνοις παρὰ πάντα τὸν τῆς ἡγεμονίας καιρὸν καὶ μικροῦ δεῖν τὸν Τίγριν ἀποχερσώσας τοῖς σώμασιν, ὁ τοῖς τάφοις εὐθηνίαν πραγματευσάμενος καὶ τοῖς αἵμασι καταπιαίνων τὴν μάχαιραν καὶ σπάνιν ἀνθρώπων ἐμπορευόμενος, ἵνα τὴν κακίαν ἐξ ὀλιγανδρίας ὠχυρωμένος 4. 5. 7 ἀθάνατα τὰ τῆς τυραννίδος ἀποκληρώσηται. παίδων γνώμης ἐστὶ διαιτητὴς ὁ μὴ ταῖς ἑαυτοῦ πράξεσι δεδικακὼς τὰ συμφέροντα. ἄπαγε τῆς ἀτοπίας,῾ Ορμίσδα. οὐ σοφιστεύουσι μετὰ καθαίρεσιν τύραννοι· οὐ νομοθετοῦσι γεγονότες ὑπήκοοι· 4. 5. 8 οὐ συμβουλεύουσι κατακριθέντες τὸν θάνατον. ἐπεὶ τοίνυν τῶν ὑπηκόων οὐ πρόσεστί σοι τὸ λοιπὸν τυραννεῖν, ἐπήρειαν κατὰ τῶν παίδων ὁ δείλαιος ἐμμελετήσας ἀδικεῖν τῷ νεωτέρῳ τὸν πρεσβύτερον εἵλου, ἵνα μὴ σχοίη ποτὲ τὰ τῆς σῆς ἀδικίας 4. 5. ἀνάπαυλαν. τὸ Τουρκικὸν ὑποφόρους τελεῖ· ἀλλ' οὐ τῆς σῆς ἀγχινοίας ταῦτα πέφυκε μελετήματα· ταῦτα προνοίας ἔργα καὶ θανατῶντες Πέρσαι ἀρεταί τε στρατηγῶν καλῶς 4. 5. 10 ἐτεκτήναντο. πόλεις καὶ ἄστεα τὸ῾ Ρωμαϊκὸν ἀπεδύσατο· ἀλλ' οὐ πεισθήσονται Πέρσαι· οὐ γὰρ τὰ πράγματα τοῖς λόγοις συνδιατίθενται. ἢ οὐχὶ θυραυλοῦσιν ἡμῖν τὸν πόλεμον παίζοντες καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες περὶ τὴν Περσικὴν ἀναχέονται φάλαγγα; καὶ τὸ κωλῦσον οὐκ ἔστι 4. 5. 11 διὰ τὸ σὸν φιλοπόλεμον. πλήρεις οἱ σοὶ θησαυροὶ τοῦ χρυσοῦ· ἀλλὰ καὶ τῶν ὀδυρμῶν αἱ πόλεις τε καὶ οἱ θάλαμοι ἀγροί τε καὶ αὐλῶνες καὶ γήδια, καὶ μιᾶς συμφορᾶς πᾶσα κεκοινώνηκε τύχη, ἵνα δυστυχεστάτης αὐτὸς εὐδαιμονίας 4. 5. 12 ἐμφορηθείης ὑπὸ τῶν χρημάτων καταρδευόμενος. ἄπιθι λοιπὸν ἐκποδὼν τῶν σῶν ἀδικημάτων παρασχόμενος δίκην. ἑνὸς ἀνθρώπου φθορὰ σωφροσύνης ἔστω διδάσκαλος, καὶ τοῦτο νόμος ἔστω λίαν ἐπιεικὴς τοῖς μετὰ ταῦτα σωτήριος· οὐ γὰρ ἀλαζονείας τρυφήν, ἀλλ' ἀνεπονείδιστον οἰκονομίας ὑπεροχὴν ἡ τῆς βασιλείας ἀναγόρευσις ἐπαγγέλλεται." 4. 6. 1῾ Ο μὲν οὖν ξύλλογος κατεκελάδει῾ Ορμίσδου, ὑβρίζοντες ἐς αὐτόν, καὶ τῶν λόγων τὴν παρρησίαν ἀπεφαυλίζοντο, ἐτράποντο δ' ἐς τὰ μάλιστα ἐς θυμόν, κυνοφθαλμιζόμενοί τε παρεδριμύττοντο, τοῦ θράσους ἀγάμενοι τὰ. 2 ματα. καὶ πολλῇ τῇ ἐκχύσει τοῦ ἐρεθίσματος ἄγουσιν εἰς μέσον τὸν παῖδα῾ Ορμίσδου, τὸ μειράκιον ἐκεῖνο τὸ δύστηνον, εἶτα ἀποσφάττουσί τε ὁρῶντος῾ Ορμίσδου πάντα τῇ ὀργῇ 4. 6. 3 χαριζόμενοι. ἀτὰρ μὴ μέχρι τούτου τοῖς κακοῖς ὑπόθεσιν παρεχόμενοι καὶ τοῦ῾ Ορμίσδου τὸ γύναιον ἐς μέσον παραστησάμενοι ἀπὸ τῆς κύστεως τεμαχίζουσιν, κακῶς δικαζούσης 4. 6. 4 τῆς μαχαίρας τοῖς μέλεσιν. τὸ μὲν οὖν γύναιον ἅμα τῷ κατηθλιωμένῳ παιδὶ οὕτω τὸν βίον ἐν ἐπισήμῳ θεάτρῳ καταστρεψάμενον τραγῳδίας ὑπῆρχεν ὑπόθεσις· ἐπεὶ δὲ τῆς δυστυχοῦς ἱστορίας γέγονεν῾ Ορμίσδας ἀπαράγραφος μάρτυς, κληροδοτεῖται τὴν τύφλωσιν, καὶ τοῦτό πως ἦν αὐτῷ τῶν 4. 6. 5 συμφορῶν ἐπιμύθιον. περόνας γὰρ σιδηρᾶς ἀνθρακεύσαντες καὶ μάλα καρτερῶς ταύτας συνουσιάσαντες τῷ πυρὶ ἐπὶ τὰς κόρας τῶν ὀμμάτων ἐπέβαλλον, οὕτω τε τῷ μύδρῳ τὸν῾ Ορμίσδαν μετὰ βασάνων τιβίζοντες νύκτα κατ' αὐτοῦ τὸ λοιπὸν διὰ παντὸς ἐψηφίζοντο, ὑποτοπήσαντες μή πως διαδράσειε καὶ πράγματα παράσχοιτο τῇ Περσῶν πολιτείᾳ, ἔναυλον τὴν μνήμην κατέχοντες τῶν ὑπὸ Καβάδου. 6 των, ὁπηνίκα τὰ Περσικὰ σκῆπτρα κατέθετο. ὁ Καβάδης γὰρ οὗτος πατὴρ μὲν ἐγεγόνει Χοσρόου, τοῦ πάλαι Περσῶν βασιλεύσαντος, ἐπεὶ δὲ παλαμναῖός τις ἦν τήν τε ἐξουσίαν πρὸς βίαν περιεβάλετο καὶ ἐς τυραννίδα τὰ τῆς βασιλείας μετέβαλεν, τῆς ἀρχῆς αὐτὸν παραλύουσι Πέρσαι ἐν εἱρκτῇ τε ἐναποθέμενοι τοῖς τῆς ταλαιπωρίας τιθηνεῖσθαι κόλποις 4. 6. 7 παρέδοσαν. τούτου τὸ γύναιον τὰς εἰσόδους παρ' αὐτὸν θαμά τε καὶ συχνῶς ἐπεποίητο ὁσημέραι ἐθεράπευέ τε διακονούμενον καὶ ταῖς εἰσηγήσεσιν ἐψυχαγώγει ἐμφρόνως φέρειν 4. 6. 8 τῆς ἀπαισίου τύχης τὰ δράματα. ὁ μὲν οὖν ἐφεστηκὼς τοῦ φρουρίου, ὃς ταγματάρχης τε ἦν καὶ στίφους στρατιωτικοῦ ἐπιστασίαν ἐκέκτητο, τοῦ γυναίου καταπίπτει ἐς ἔρωτα. ὁ οὖν Καβάδης τοῦτο ἀκηκοὼς παρενεγύα τῇ γυναικὶ ἐς ταὐτὸν εὐνῆς τῷ φρουράρχῃ γενέσθαι καὶ φέρειν τῆς τύχης 4. 6. ἅπασαν σπιλάδα προσπίπτουσαν. οὗ δὴ γεγονότος ἔκλυτος ἦν ἡ φρουρά, τό τε σύντονον τῆς διαφυλακῆς ἐκεχαύνωτο, καὶ δουλαγωγεῖται τῇ ῥαθυμίᾳ τὸ ἄγρυπνον. ἐντεῦθεν ὁ Καβάδης μεταβολὴν τῶν ἐνοχλούντων ἐμπορευσάμενος καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἀμφιασάμενος τῆς εἱρκτῆς ἐξεχώρησε καταλείψας τὸ γύναιον τὴν αὐτοῦ στολὴν ἀμπεχόμενον. 4. 6. 10 Σεώσην τοίνυν δοκιμώτατον φίλον παραλαβὼν τοῖς ἔθνεσι τῶν Οὔννων προσομιλεῖ, οὓς Τούρκους πολλαχοῦ που ἡ ἱστορία ἐγνώρισεν. εἶτα ὑπὸ τοῦ βασιλέως τῶν᾿ Εφθαλιτῶν φιλοφρονώτατα ξενισθεὶς δυνάμεις τε ἀξιολογωτάτας περιβαλόμενος, μάχῃ τῶν ἀντιπάλων κεκρατηκὼς ἀπολαμβάνει τὸ 4. 6. 11 κράτος ἀναζεύξας πρὸς τὰ βασίλεια. ὁ μὲν οὖν Καβάδης ἀντιταλαντεύων Σεώσῃ τῷ τῆς φιλίας θεσμῷ τὴν ἀντίδοσιν ταῖς ὑπεροχαῖς τῶν ἀρχῶν τοῦτον ἐλάμπρυνε δίκας ὑπὸ τῶν ἠδικηκότων ὠμότατα εἰσπραξάμενος. ταῦτα γοῦν ταῦτα οἱ τῶν Περσῶν σατράπαι διανοούμενοι ἐκκορακίζουσι τὸν῾ Ορμίσδαν. 4. 7. 1 ὅτε γοῦν τῷ ξυλλόγῳ ἅπαντα τὰ πρὸς ὀργὴν ἐπεπέραστο, ἀνάγεται Χοσρόης ἐπὶ τὸν βασίλειον θρόνον, τῇ τε ἀψῖδι τῇ χρυσῇ παρεστώς, ὡς ἔθος Πέρσαις ἀναγορεύεσθαι, προσεκυνεῖτο βασιλικώτατα καὶ ταῖς εὐφημίαις τὰ ὦτα 4. 7. 2 περιεκλύζετο. ὁ μὲν οὖν ἄχρι τινὸς τὸν πατέρα περὶ τὴν φρουρὰν ἐφιλοφρονεῖτο παρηγορούμενος τῆς τε βασιλικῆς ἑστιάσεως μέτοχον ἐπεποίητο, πέμπων ὡς αὐτὸν ἐν λεκανίσι χρυσαῖς μυττωτοὺς καὶ κῶλα θήρας βασιλικῆς, βουβαλίδων τε καὶ δορκάδων καὶ ὄνων ἀγρίων τῶν μελῶν τὰ ἐπίσημα, ἀνθοσμίας τε οἴνους καὶ ποικίλων προπομάτων κατασκευάς, ἄρτους τε εὖ πεπεμμένους καὶ γάλα καὶ λάγανα καὶ ὁπόσα ἄλλα γαστριζομένοις τυράννοις δορυφορεῖται ἐς τραπέζης 4. 7. 3 πανήγυριν. ὁ δ'῾ Ορμίσδας ἀπεδοκίμαζε τὸ τοῦ βασιλέως φιλότιμον καὶ λίαν κενταυρικῶς ἐλοιδορεῖτο τοῖς διακονουμένοις αὐτῷ· ὠβέλιζε γὰρ εἰκότως οἰκτειρμὸν ἐπονείδιστον ἀποπομπούμενος ὕβριν ὑποκρινομένην εὐσέβειαν. τοῦτό τοι καὶ ἀποτερματίζει τῷ῾ Ορμίσδᾳ τὸν θάνατον· τυμπάνοις γὰρ κατὰ τῶν λαγόνων παιόμενος καὶ ῥοπάλοις τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους συνθλώμενος καταλύει τὸν βίον. 4 τατα. ὁ δὲ Χοσρόης τηλικούτῳ μύσει τὰ τῆς βασιλείας βεβηλώσας προαύλια ἐπιβατήρια τοῦ κράτους ἐπανηγύρισε χρυσῷ τε πολλῷ ἐφιλοτιμεῖτο τοὺς ἐπιφανεστάτους τῆς Περσῶν βασιλείας τῆς τε φρουρᾶς ὑπεξῆγε τὰ πλήθη, κατειρωνευόμενος ἐντεῦθεν οὐκ ἔσεσθαι τῆς πατρῴας ἀπανθρωπίας. 5 δοχος. ἕκτη δ' ἡμέρα, καὶ δι' ἐπιστολέως μετεπέμπετο Βαρὰμ γενέσθαι ὡς αὐτὸν καὶ δώροις βασιλικοῖς μεγατιμίοις ἐτιθάσευε τοῦτον καταθέσθαι τὸ τύραννον, ὑπισχνεῖτο δὲ καὶ τὴν δευτέραν τοῦ κράτους ἀπονεῖμαι ἀξίαν αὐτῷ τοῖς τε προημαρτημένοις διαλύσασθαι ἐνέχυρόν τε τῆς ὁμολογίας ὅρκον 4. 7. 6 μεσίτην παρέχεσθαι. ὁ δὲ Βαρὰμ ταῖς βασιλικαῖς ἐντετυχηκὼς συλλαβαῖς τοῖσδε τὸν Χοσρόην ἠμείψατο γράμμασιν· ἤδη γὰρ παραθήσομαι καὶ αὐτὴν τὴν τοῦ Βαράμου ἐπὶ λέξεως σύμφρασιν. 4. 7. 7" Βαράμ, φίλος τοῖς θεοῖς, νικητής, ἐπιφανής, τυράννων ἐχθρός, σατράπης μεγιστάνων, τῆς Περσικῆς ἄρχων δυνάμεως, ἔμφρων, ἡγεμονικός, δεισιδαίμων, ἀνεπονείδιστος, εὐγενής, εὐτυχής, εὐεπίβολος, αἰδέσιμος, οἰκονομικός, προνοητικός, 4. 7. 8 πρᾶος, φιλάνθρωπος, Χοσρόῃ τῷ παιδὶ῾ Ορμίσδου. τὰ γραφέντα παρὰ τῆς ἐλλειποῦς ὑμῶν καὶ μικροτάτης συνέσεως ἐδεξάμην καὶ τὰ σταλέντα παρὰ τῆς σῆς τολμηρᾶς ἐγχειρήσεως οὐκ ἀπεδεξάμην· ἔδει γὰρ μήτε γράμμασι μήτε δωρήμασι βασιλικοῖς χρήσασθαι ὑμᾶς πρὸς ἡμᾶς, καὶ μάλιστα οὕτως ἀτάκτου τῆς σῆς χειροτονίας προελθούσης κατὰ τὴν Περσικὴν πολιτείαν, καὶ μήτε τῶν εὐγενῶν καὶ ἀξιολόγων συμψήφων γενομένων τοῖς ἀτακτοτέροις καὶ δυσγενεστέροις 4. 7. ἀνθρώποις. ἵνα μὴ οὖν τοῖς πατρῴοις περιπέσῃς κινδύνοις, τὸ μὲν διάδημα ἐν ἱεροῖς ἀποθέμενος τόποις τῶν βασιλικῶν τόπων ὑπέξελθε, τοὺς δ' ἐπὶ πταίσμασιν ἑαλωκότας ἐν εἱρκτῇ αὖθις ἀποθέσθαι τοὺς τὰ ὅμοιά σοι τετολμηκότας ἀναγκαῖον· 4. 7. 10 οὐδὲ γάρ ἐστι τῆς σῆς δυνάμεως ἴδιον ἀνεξετάστως τοὺς κακούργους ἀνθρώπους παραλῦσαι τῆς πρεπούσης αὐτοῖς 4. 7. 11 παρὰ τῶν νόμων ἐπεξελεύσεως. ταῦτα δὲ ποιήσας ἐλθὲ πρὸς ἡμᾶς, καὶ κλιματάρχης τῆς Περσικῆς πολιτείας παραυτίκα γενήσῃ. ἔρρωσο, φρονῶν τὰ συμφέροντα. εἰ δὲ μή, προγονικῶς διαφθάρηθι." 4. 8. 1 Τοῦ δὲ γραμματηφόρου συντόνῳ κινήσει τινὶ θᾶττον παραγεγονότος εἰς τὰ βασίλεια καὶ τὸ πτυκτίον τῶν ὑπὸ Βαράμου συγγεγραμμένων τῷ βασιλεῖ παρακομισαμένου, τῇ ἐπαύριον ἅπαντας εἰσκαλεσάμενος ὁ τοῦ Περσικοῦ βασιλεὺς εἰς ἐπήκοον τῶν συνεληλυθότων παρεγύμνου τὰ ὑπὸ Βαρὰμ 4. 8. 2 σοβαρῶς γεγραμμένα. οἱ δὲ σατράπαι καὶ οἱ ἄλλοι ταῖς τῶν ἀξιωμάτων τύχαις καταλαμπόμενοι ἐδεινοπάθουν ἐπὶ τοῖς ἐκτόπως τετολμημένοις τῷ Βαράμ, τὸν δὲ βασιλέα πρὸς ὀργὴν ἐξεβάκχευον κοινὸν τῆς Περσίδος τύραννον ἐς τὸ 4. 8. 3 φανερὸν ἐκεῖνον αὐτὸν τὸν Βαρὰμ γράφοντες. ὁ δὲ βασιλεὺς ὁ Βαβυλώνιος δεδιὼς μὴ ταῖς ἀπειλαῖς τῶν λόγων ἐκτραχύνῃ τὸν τύραννον πρὸς τὸ ἀπειθέστερον, κρύπτει μὲν παρ' ἑαυτῷ τὸ δοκοῦν, καὶ ὥσπερ ὑπὸ παραπετάσματι τῳ ἐπιπλάστῳ τῆς κολακείας τὴν τοῦ Βαρὰμ ὑποκλέπτων δευτέραις ἀξίωσιν καθυφεῖναι τοῦ ὄγκου τὸν ἀντιπράττοντα, τάδε πως ἐν 4. 8. 4 βιβλίῳ ἐγχαράξας αὐτῷ. οἶμαι δ' οὐκ ἀναξιόλογον καὶ αὐτὴν τὴν συνθήκην προθεῖναι τῆς λέξεως, ἵνα τῷ ἀμεταμόρφῳ τῆς τῶν πραγμάτων ἐκθέσεως ἀθόλωτα τὰ τῆς ἀληθείας ἀρύσοιντο οἱ ξένων καὶ ἀκορέστων ἀφηγημάτων κατορεγόμενοι. 4. 8. 5" Χοσρόης, βασιλεὺς βασιλέων, δυναστευόντων δεσπότης, κύριος ἐθνῶν, εἰρηνάρχης, τοῖς ἀνθρώποις σωτήριος, ἐν θεοῖς μὲν ἄνθρωπος ἀγαθὸς καὶ αἰώνιος, ἐν δὲ τοῖς ἀνθρώποις θεὸς ἐπιφανέστατος, ὑπερένδοξος, νικητής, ἡλίῳ συνανατέλλων καὶ τῇ νυκτὶ χαριζόμενος ὄμματα, ἐκ προγόνων ἐπίσημος, βασιλεὺς μισοπόλεμος, χαριστικός, ὁ τοὺς῎ Ασωνας μισθούμενος καὶ τὴν βασιλείαν Πέρσαις διαφυλάττων, Βαράμ, 4. 8. 6 στρατηγῷ Περσῶν, ἡμετέρῳ δὲ φίλῳ. ὑπομνηστικὸν τῆς πολυθρυλήτου ὑμῶν ἀνδρείας ἐδεξάμεθα, καὶ γνόντες ὅτι ὑγιαίνετε ἐχαροποιήθημεν. τινὰ δ' ἐν τῇ ἐπιστολῇ ῥήματα παρετέθησαν, ἃ ἐκ τῆς σῆς οὐκ ἐγεννήθησαν καρδίας· ἀλλ' ἴσως ὁ τοῦ γράμματος ὑπουργὸς οἴνῳ πολλῷ μεθυσθεὶς καὶ ὕπνῳ ἀμέτρῳ περιβληθεὶς μάταια καὶ ἀλλόκοτα ἐνύπνια 4. 8. 7 συνεγράψατο. ἀλλ' ἐπειδὴ τὰ δένδρα ἐν ταῖς ἡμέραις ταύταις τὰ ἱμάτια ἀπεδύσαντο, καὶ οὐκ ἰσχύουσι τὰ ἐνύπνια, διὰ τοῦτο οὐκ ἐταράχθημεν. ἡμεῖς δὲ καὶ τὸν βασίλειον θρόνον καλῶς ἀπελάβομεν καὶ τὰ νόμιμα Πέρσαις οὐκ ἀνετρέψαμεν, τοὺς δ' ἐκ φυλακῆς διασωθέντας πάλιν φυλακῆς οὐ πείρωμεν· 4. 8. 8 οὐ γὰρ πρέπει βασιλέως δωρεὰν χηρεύειν δυνάμεως. τὸ μὲν οὖν διάδημα ἐπὶ τοσοῦτον τεθαρρήκαμεν μὴ ἀποτίθεσθαι, ὡς ἐλπίζειν ἡμᾶς, καὶ εἴπερ ἄλλοι εἰσὶ κόσμοι, κἀκείνων βασιλεύειν. ἐρχόμεθα δὲ πρὸς σὲ βασιλικώτερον, ἢ λόγοις πείσοντες ἢ τοῖς ὅπλοις καθυποτάξοντες. ἐὰν θέλῃς εὖ ἔχειν, φρόνει τὰ δέοντα. ὑγίαινε, ἐσόμενος ἡμῶν ἄριστος σύμμαχος." 4.. 1῞ Οτε γοῦν ταῦτα ἐπεπόμφει ὁ βασιλεὺς τῶν Μήδων τῷ τυράννῳ Βαράμ, αἱ δυνάμεις πάντοθεν ἠρανίζοντο. συλλέγει τε τὸ ὁπλιτικὸν τούς τε περὶ τὸ᾿ Αδραβιγάνων τούς τε ἐπικαθημένους τοῖς μέρεσι τοῦ Ζαβᾶ ποταμοῦ, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀνὰ τὴν Νίσιβιν στρατοπεδευομένους ἀνελέξατο ὡς τάχος. 4.. 2 καὶ δῆτα ὁπηνίκα τὰς ἐπισωρευθείσας αὐτῷ δυνάμεις εἰς ἕνα ἐπεστοίχισε χῶρον χρήμασι φιλοφρονησάμενος, τότ' ἄρ' ἡγεμόνας προΐστησιν, τὸν μὲν Σαράμην τοῦ δεξιοῦ ἐπιστατεῖν παρακελευσάμενος στίφους, Ζαμέρδην δὲ τοῦ εὐωνύμου κλίτους προστάττει ἡγήσασθαι, τὸν δὲ Βινδόην τὴν μέσην περιβάλλεσθαι φάλαγγα τῶν τε ὀπισθοφυλάκων ἀντέχεσθαι παρε4.. 3 κελεύετο. ἀπάρας τοίνυν ἐκ τῶν βασιλείων ὁ Περσῶν βασιλεὺς προσομιλεῖ πεδίῳ τινί, ἐν ᾧ ποταμὸς περιεκέχυτο ἑκατέρας 4.. 4 δυνάμεως διαρρέων μεσαίτατος. ἐπὶ τῶν ὄχθων τοίνυν τοῦ ποταμοῦ ἑκατέρας στρατιᾶς ποιησαμένης τὴν σύστασιν, καὶ πολλῶν λόγων ἀπό τε Χοσρόου καὶ Βαρὰμ διαπορθμευομένων ἀπὸ πρώτης ἕω μέχρις ἑσπέρας ἐπιτολῆς, καὶ τῆς διαλέξεως εἰς ἀέρα χεθείσης, καὶ μηδαμῇ μηδαμῶς εἰρηναίας λήξεως κληρωσαμένης ἀποπεράτωσιν, ὁ πόλεμος ἐκαττύετο, ἥ τε μάχη
4.1.3
. 5 ἐκυοφόρει μεγάλων κακῶν ἐπιφοίτησιν. τοίνυν ἐκδρομαί τε ἤδη ἐγίνοντο ἀκροβολισμοί τε, καὶ ταῦτα δὴ ταῦτα τὰ τῆς παρατάξεως προπύλαια φιλοπόλεμα. ὁ μὲν οὖν Βαράμης τάφρον περιεβάλετο τά τε ἄλλα τὰ εἰς ἀσφάλειαν τῆς μαχίμου 4.. 6 δυνάμεως ἐτεκταίνετο· ὁ δὲ Χοσρόης οὐ θαρρῶν χάρακα ἐν πεδίῳ περιστοιχώσασθαι ἡμέρας μὲν διατελούσης πολεμησείων ὥσπερ πως ὑπεφαίνετο, νυκτὸς δ' ἐπιούσης εἴσω τῆς πόλεως τὰς δυνάμεις περιεφρούρει συγκλείσας. ἐντεῦθεν οὐκ εἰς ὀλίγην καταπεπτώκει ἀθυμίαν τὰ περὶ τὸν Χοσρόην στρατεύ4.. 7 ματα. ὁ δὲ Βαράμ, ὅτε κατάδηλος ἡ τῆς ἀντιθέτου δυνάμεως γέγονέ που δειλία, ἐθάρρησε λοιπὸν μὴ κλέψαι τὸν πόλεμον· οὓς γὰρ ἐνῆν βιάσασθαι ἐς τὸ φανερόν, τούτους οὐκ ἐδοκίμαζε τὴν ἀπάτην καταιτιάσασθαι καὶ θόλον τοῖς 4.. 8 θριάμβοις διὰ τὸν δόλον παρέχεσθαι. ὁ δὲ Χοσρόης ὑπολαβών τινας συνδιατίθεσθαι τοῖς ὑπὸ τοῦ τυράννου διεγχειρουμένοις φόνῳ διεχρήσατο τούτους. δευτέρᾳ δ' ἡμέρᾳ τὰς περὶ αὐτὸν δυνάμεις καταβεβλημένας τὰς ψυχὰς ἑωράκει. διά τοι τοῦτο πρὸς ἀπόδρασιν εἶδε τήν τε ἀποφυγὴν τοῖς 4.. ἀμφ' αὐτὸν γυναίοις προκατειργάζετο. οὕτω δὴ τῶν πραγμάτων διακειμένων, ἑβδόμη ἡμέρα, καὶ ὁ Βαράμ, οὐκ ἐθέλοντος Χοσρόου πρὸς παράταξιν ἀπαντῆσαι, νυκτομαχίαν ἐν σκοτομήνῃ συνίστησιν ἐπιπίπτει τε τοῖς περὶ τὸν Χοσρόην στρα4.. 10 τεύμασιν. φοβερᾶς τοιγαροῦν οὔσης τῆς καταπλήξεως, μεγάλου τε θορύβου ἐξαπιναίως φοιτήσαντος, τῆς τε θραύσεως πρῶτα τοῖς νωτοφόροις ζώοις ἐπιφερομένης ὑπὸ τῶν πολεμίων, εἶτα καὶ πρὸς τοὺς συμμάχους Χοσρόου μεταβεβηκότος τοῦ φόνου, πολλῶν τε ἀναιρεθέντων, μετατίθεται τὴν γνώμην τὸ μάχιμον αὐτομολεῖ τε πρὸς τὸν Βαρὰμ καὶ ταῖς 4.. 11 ἀμφ' αὐτὸν δυνάμεσιν ἀναμίγνυται. ὁ μὲν οὖν Χοσρόης τὴν ἀκρώρειαν τῶν δυστυχημάτων φέρειν οὐκ ἔχων, ᾗ ποδῶν εἶχε δυνάμεως, διαδιδράσκει τὸν μέγαν τοῦτον καὶ παραδοξότατον κίνδυνον μετά τινων εὐαριθμήτων ὑπασπιστῶν. 4. 10. 1 καὶ οὕτω τῆς βασιλείας ἐκπεπτωκὼς τὴν Κτησιφῶντά τε καταλιπὼν καὶ τὸν Τίγριν διανηξάμενος ποταμὸν διηπορεῖτο ὅ τι καὶ δράσειεν, τῶν μὲν πρὸς τὸ Σκυθικὸν τὸ ἑῷον, οὓς Τούρκους λέγειν εἰώθαμεν, γενέσθαι εἰσηγησαμένων αὐτῷ, τῶν δ' ἐν τοῖς Καυκασίοις ἢ᾿ Ατραπαϊκοῖς διασώζεσθαι 4. 10. 2 ὄρεσιν. οὕτω μὲν οὖν ἠμηχάνει ἐκεῖνος ἐπὶ τῇ βασάνῳ τῶν παραινέσεων. τοιγαροῦν κομιδῇ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως· εἴς τε τὸν οὐρανὸν ἀποβλέψας καὶ τοῦ δημιουργοῦ εἰς ἔννοιαν γεγονὼς ἀγνωμονῶν τε τοὺς ἐπιπλάστους θεοὺς τῷ τε Μίθρᾳ μηδέν τι τῆς ἐλπίδος προσενεγκάμενος εἰκότως ἠμαύρωσε τὸ τῶν κινδύνων ὀξύρροπον, καὶ τὴν πίστιν μεταβαλόμενος μεταβάλλει 4. 10. 3 καὶ τὴν τύχην πρὸς δεξιότητα. τῷ μὲν οὖν χαλινῷ χαίρειν εἰπὼν τάς τε εὐθετιζομένας ἡνίας παρακρουσάμενος ἠξίου ὑπὸ τῆς ἵππου ἰθύνεσθαι τόν τε ἐπιβάτην ὑπὸ τοῦ ἐποχοῦντος κυβερνᾶσθαι πρὸς τὰ συμφέροντα, θεῷ καὶ ἵππῳ τὰς κρίσεις πεπιστευκὼς τῶν ἐκβάσεων· οὕτω γὰρ ηὐδόκησεν ὁ καιρὸς μεγάλην ἀποσχεδιάσαι τῷ κόσμῳ πραγμάτων ὑπόθεσιν. 4. 10. 4 ἡ μὲν οὖν ἵππος ἐκείνη ἡ βασίλειος ἦγε τὸν ἐπιβάτην φυγάδα ἀνὰ τὴν ἔρημον. ταύτην δὲ διανύσας καὶ τὸν Εὐφράτην ποταμὸν παραμείψας τῷ᾿ Αββαρέων καὶ᾿ Ανάθωνπλησιάζει φρουρίοις· ταῦτα δ' ὑπὸ τὸ Περσικὸν ἐφορολογεῖτο πολίτευμα. ἀπάρας δ' ἐντεῦθεν Χοσρόης ἀφικνεῖται ἐπὶ τὸ 4. 10. 5 Κιρκήνσιον ἐχόμενα πόλεως. δέκα δὲ σημείοις ἀγραυλιζόμενος ἀπεκπέμπει ἀγγέλους εἰς τὸ Κιρκήνσιον παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου συμμαχικὸν ἀπὸ῾ Ρωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. 4. 10. 6 ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προῄεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν 4. 10. 7 ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ' ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ 4. 10. 8 ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δ' ἡμέρα, καὶ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ἐξῄτει τὸν Πρόβον διὰ γράμματος πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους 4. 10. κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δ' ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν῾ Ιερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ὡς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμμένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν῾ Ιερὰν πόλιν τοῖς. 10 μοῦσιν ἄγγελον παρεδίδου ἥξοντα ἐς βασιλέα. ὁ δ' αὐτοκράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο. 11 νᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτρισώμεθα. 4. 11. 1" Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βασιλεῖ τῶν῾ Ρωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς. 2 μένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τοῦτ' ἔστι τῇ δυνατωτάτῃ τῶν῾ Ρωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις 4. 11. 3 τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζονται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις 4. 11. 4 ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς συντεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ. 5 νης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς 4. 11. 6 ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ. 7 μεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέστατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ' ὑμῶν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ 4. 11. 8 πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλουσαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ τρόπαια οἰκουμενικὰ ἐν τῇ῾ Ρωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτιστὰς καὶ σωτῆρας καὶ ἰατροὺς 4. 11. τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας. 10 ζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περσικῆς πολιτείας προσήκει παρ' ὑμῶν κυβερνᾶσθαι· λαμπροτέραν γὰρ ἐντεῦθεν οἱ῾ Ρωμαῖοι τὴν εὔκλειαν δι' ὑμῶν. 11 λήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασιλείαν διαφυλάξωσιν." 4. 12. 1᾿ Εν ὅσῳ δὲ τὰ τῆς πρεσβείας κατεξητάζετο παρὰ τὸν Καίσαρα, ὁ Βαράμης τούς τε σατράπας καὶ τοὺς περιβλέπτους τῆς Βαβυλωνίας ἐφιλοφρονεῖτο θεραπείας τε ἠξίου, ἀναλαβών τε τὴν βασιλικὴν πᾶσαν ἀποσκευήν, ὅσην Χοσρόης ὁ τῶν Περσῶν ἐπεσύρετο βασιλεύς, ἀφικνεῖται πρὸς τὰ ἀνάκτορα· διακρίνας τε ἐκ τοῦ ὁπλιτικοῦ ἄνδρας εἰς ἔκταξιν λογάδας ἀνερευνᾶσθαι Χοσρόην προσέταττε δέσμιόν τε ὡς 4. 12. 2 αὐτὸν παραστήσασθαι. οἱ μὲν οὖν διητυχηκότες τῶν ὑπὸ τοῦ Βαρὰμ προστεταγμένων αὐτοῖς Βινδόῃ περιτυγχάνουσιν, ὃς ἔχαιρεν ἐς τὰ μάλιστα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. τοῦτον δεσμοῖς καθυβρίσαντες ἄγουσι παρὰ τὸν Βαρὰμ ἑβδομαῖον. 4. 12. 3 ὁ δὲ Βαρὰμ τὴν Περσῶν βασιλείαν σφετεριζόμενος καὶ τῷ ταύτης καταπυρπολούμενος ἔρωτι ἐς τὸ φανερὸν τὰς τῆς ψυχῆς ἐπιβουλὰς οὐ παρεδείκνυεν, δεδιὼς μὴ τοῦ γε ἕνεκεν φωραθείη τέως τὴν ὅλην τῶν πεπραγμένων αὐτῷ ὑπόθεσιν 4. 12. 4 συστησάμενος· ἤρα δὲ δόγμασι συγκλήτου τὴν ἀρχὴν ἐμπορπήσασθαι καὶ τὴν ἀνάρρησιν τοῦ κράτους περιβαλέσθαι συννόμῳ βίᾳ τινί, ἐντεῦθεν τὴν μὲν βασιλείαν ἀνεπονείδιστον, τὴν δ' αὖ πάλιν ἐγχείρησιν ἀνεπιβούλευτον ἑαυτῷ. 5 μενος. ἐπεὶ δὲ πάντα ῥᾳδιουργῶν καὶ παλαμώμενος ἀπίθανος ἦν σοφιστὴς τοῦ βουλήματος, ἐχαλέπαινέ τε τοῖς μάγοις τἀναντία φρονοῦσιν. τῆς τοίνυν ὀρέξεως αὐτῷ μηδαμῶς ἀπολαβούσης τοῦ σκοποῦ τὴν βαλβῖδα, χωρεῖ ἐς τὸ φανερόν. 4. 12. 6 τῆς μεγάλης τοιγαροῦν καὶ ἐπιφανοῦς ἐνδημούσης αὐτοῖς 4. 12. 6 ἑορτῆς, ἣν ἑορτάζειν οὐρανῷ παλαιὸς καὶ πρεσβύτης νόμος Πέρσαις ἐθέσπιζεν, τὸ βασιλικὸν διάδημα ἀνελόμενος ἀνηγόρευεν ἑαυτὸν βασιλέα τῇ τε χρυσῇ κατηυγάζετο κλίνῃ, τοῖς τε κατὰ τὴν Μαρτύρων ἀναστρεφομένοις βαρβάροις ἔχεσθαι ἐγκρατῶς τῆς φρουρᾶς ἐγκελεύεται καὶ ἥκιστα τὸν νοῦν 4. 12. 7 Χοσρόῃ παρέχεσθαι. τοῖς τοίνυν τὸ ἄστυ πολιορκοῦσι῾ Ρωμαίοις ἡ τοῦ Βαρὰμ διαναγόρευσις δῆλος γίνεται· ἥλω γὰρ 4. 12. 8 ὁ τὰ προστάγματα τοῦ τυράννου περιφερόμενος. μενοῦνγε Χοσρόης ἐπὶ τὴν λεγομένην῾ Ιερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ τῷ αὐτοκράτορι, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον 4. 12. αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ' ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμπεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγόμενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος. 10 νοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν᾿ Αρμενίαν ἀπέστελλεν ἐς τὸ᾿ Αδραβιγάνων ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι. 4. 13. 1 καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης ὑπὸ τὰς πτέρνας καταβαλόμενος πεμπταῖον ἐξέπεμπεν ἄγγελον τοῖς τὴν Μαρτύρων πόλιν περικαθημένοις Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν· φαῦλον γὰρ τὸ φῦλον τὸ Περσικόν, καὶ βίος αὐτῷ δόλος καὶ τῦφος καὶ κόμπος ἀνέκαθεν. 4. 13. 2 ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ, ἐνεχείρει ἐς βασιλέα γενέσθαι῾ Ρωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν Χοσρόου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ἐς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος· διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι Χοσρόην, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ 4. 13. 3 τῆς τυραννίδος καθιδρυθείη ἐγχείρημα. ἦρος δ' ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτοκράτωρ βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτειρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 4. 13. 4" Εἰ μὲν παρὰ τῶν προσφιλεστάτων ἦν ἡ ἀξίωσις, τρισμέγιστε βασιλεῦ, εἶχεν ἂν τὸ μὲν πρόσφορον ὁ καιρός, ὁ δὲ τρόπος τὸ εὔλογον, ὁ δὲ λόγος τὸ πείθειν, τὸ πάθος τὸν ἔλεον, τὴν πρόφασιν ἡ ὑπόθεσις, ἡ ἀνάγκη τὸ τῆς ἐπικουρίας ὀξύρροπον, τὸ δ' αἰδέσιμον ἡ πρεσβεία, καὶ ἁπλῶς εἰπεῖν, τοσούτους εἶχον τοὺς οἰκτειρμοὺς τὰ παθήματα, ὁπόσας καὶ 4. 13. 5 τὰς συμφορὰς ᾠκειώσατο. ἐπεὶ δὲ καὶ τούτων πάντων μετὰ τῶν ἄλλων ἡ Περσὶς διητύχησεν, λείπεται ἢ φιλανθρωπίαν ἐκ τῆς σῆς ἀρετῆς περιχεῖσθαι Χοσρόῃ, ἢ Μήδους ὑπὸ 4. 13. 6 τυράννων μεγάλην ἀρχὴν καταστρέψασθαι. φαίη δ' ἄν τις, εὖ οἶδα, τῶν μὴ συνέσεως μεμυημένων μυστήρια, λυσιτελεῖν τῇ῾ Ρωμαίων ἀρχῇ τὸ Βαβυλώνιον καὶ ἡμέτερον φῦλον μακρὰν οἰμώξειν ἐς κόρακας βασιλείαν καὶ κράτος καὶ ῥώμην μεγάλην ἀποβαλόμενον, καὶ ἀνανταγωνίστῳ ἡσυχίᾳ τινὶ τὸ῾ Ρωμαϊκὸν κράτος καταλιπαίνεσθαι, κακῶς εἰδὼς τὸ μὴ συνοῖσον τῇ 4. 13. 7῾ Ρωμαίων δυνάμει. οὐ γὰρ τὰς ἀπείρους φροντίδας τῆς περὶ τὸν κόσμον συντάξεως μίαν που μοναρχίαν δυνατὸν ἐγκολπώσασθαι καὶ ἑνὶ πηδαλίῳ καρδίας ὅσην ἥλιος ἐφορᾷ. 8 σθαι κτίσιν. οὐ γὰρ καθάπερ τὸ ἑνιαῖον τῆς θείας καὶ πρώτης ἡγεμονίας ἔνεστι πώποτε καὶ τὴν γῆν ἀπενέγκασθαι ἀντιθέτως ἔχουσαν τῆς ἄνω ταξιαρχίας κατάστασιν, ὑπὸ ἀνθρώπων τὴν μὲν φύσιν ῥευστῶν, τὴν δὲ γνώμην ἀδοκιμωτάτων διὰ τὴν πρὸς τὸ χεῖρον σύννευσιν, ἄλλοτε ἄλλως 4. 13. κυβερνωμένην πρὸς τὸ ἐπίσαλον. οὐκοῦν εἰ καὶ Πέρσαι τοῦ κράτους καθαιρεθείησαν, μεταβήσεται παραυτίκα πρὸς ἑτέρους τὸ κράτος· οὐ γὰρ ἀνέξεται χηρεύειν ἡγεμόνος τὰ πράγματα, ἢ ἡ τηλικαύτη τύχη τοῦ ἐπιβαίνοντος. ὡς γὰρ λογισμῶν οὐκ ἔσονται φροντίδες ἀπόκοιτοι, οὕτως οὐδ' αἱ μέγισται τῶν περὶ τὸν κόσμον ἡγεμονίαι ὀρφαναί που ἔσονται τοῦ 4. 13. 10 κυβερνήσοντος. ἢ οὐκ ἐκ Βαβυλωνίων Μῆδοι, ἐκ δὲ Μήδων οἱ Πέρσαι, μετὰ δὲ τούτους οἱ Πάρθοι ὥσπερ τινὶ ἀκολουθίᾳ διαδοχῆς τὴν Χαλδαίων εὐδαιμονίαν ἐκτήσαντο; ὅτι δ' οὐ μιᾷ τινι σύριγγι νόμιον μέλος πνεούσῃ οὐχ ἅπαν ἐποίει τὸ ποίμνιον, ποιμέσιν ὁμοῦ καὶ αἰπόλοις προὖπτον τοῦτο καθέστηκεν. τοιοῦτό τι καὶ τοῖς ἀνθρωπίνοις πράγμασι. 11 νειν φιλεῖ. ἱκανὴ δὲ τεκμηριῶσαι Μακεδονικοῦ παιδαρίου τινὸς ἡ μαινόλις καὶ παράλογος ἔφεσις. τύχης γὰρ᾿ Αλέξανδρος ἄωρον γενόμενος παίγνιον καὶ μικρὰ παρ' αὐτῆς κατ' εἰρωνείαν ἱλαρυνόμενος Εὐρώπης κρατεῖν ἐβρενθύετο θαλαττοκρατεῖν ἐγχειρῶν, καὶ Βαβυλωνίων ἤρα σκήπτρων ἀντέχεσθαι, τοῦ τε᾿ Ινδικοῦ κράτους ἐγλίχετο, Λιβύην δὲ ὑπακούειν ἠπείλει, καὶ ἐς τοσοῦτον αὔξειν τὰ τῆς ἀρχῆς ἐβιάζετο, ἐς ὅσον μὲν χεῖται ἀήρ, ἡλίου δ' ὄψεις ταῖς βολαῖς 4. 13. 12 τῆς μαρμαρυγῆς καταυγάζουσιν. εἰς ἑνιαῖον τὸ κράτος καὶ μοναδικὸν τὸν ὑπὸ σελήνην κόσμον δουλαγωγεῖν κατωρέγετο. ἀλλὰ τούτου θᾶττον ἀπέσβη μετὰ τῆς ἐξουσίας ἡ ὄρεξις, καὶ πρὸς τὴν πολυτύραννον ὡς ἔπος εἰπεῖν ἡγεμονίαν διαιρούμενα πάλιν προσεχώρει τὰ πράγματα· οὐ πέφυκε γὰρ. 13 φύεσθαι τοῖς ἀσυμφώνοις ποτὲ τὸ ὁμόλογον. εἰς τί τοιγαροῦν εὐδαιμονίας῾ Ρωμαίοις περισταίη τὰ πράγματα, Περσῶν μὲν καθαιρουμένων δυνάμεως, ἑτέρῳ δὲ παραπεμπόντων φύλῳ τὸ τύραννον; εὐδοξίας δὲ τίνα χαρακτῆρα τὸ῾ Ρωμαϊκὸν περιβάλλοιτο γένος, ἱκέτην ἀπαναινόμενον βασιλέα τῶν. 14 των γῆς ἐπιφανέστατόν τε καὶ ἀλκιμώτατον; ἢ ποίαν εὐσεβείας ἀκρόπολιν ἕξετε τοὺς ἠτυχηκότας ἐξουθενήσαντες; πότε δέ, βασιλεῦ, τοὺς ὑπὲρ δικαιοσύνης ἀγῶνας ἀράμενος ὅπλα κινήσεις πρὸς πόλεμον ταύτης που χηρεύων τῆς ὑποθέσεως; πότε δέ σοι τὸ τῆς θρησκείας κάλλος ὡραϊσθήσεται, εἰ μή γε ἐν τῷ παρόντι καιρῷ; νῦν ἢ τοῖς πράγμασι τὴν προσηγορίαν κυρώσητε, ἢ τοῖς ἀδικήμασι τῆς κλήσεως τὴν. 15 νυμίαν κληρώσησθε. τί δὲ δείξεις τούτου βασιλικώτερον παρὰ πάντα τὸν τῆς σῆς ἡγεμονίας καιρόν; ποία δέ τις ἄλλη῾ Ρωμαίοις μεγαλαυχημάτων ἀφορμὴ κατασταίη; τί δέ σοι, βασιλεῦ, τῆς σῆς ἐπιεικείας ἐνέχυρον ἔσται τοῖς ἔθνεσι 4. 13. 16 τούτου σεμνότερον; νῦν ἀρύσῃ διὰ μικρᾶς συμμαχίας τὴν εἰρήνην ἀθάνατον, καὶ ἃ τοῖς μυρίοις ἀγῶσι τῷ τε τῶν φροντίδων ἀπείρῳ καὶ τῷ ἐκχύτῳ τῆς τῶν χρημάτων καταβολῆς῾ Ρωμαίοις οὐδαμῇ που κατείργασται, νῦν διὰ ψυχῆς ἀρετήν, ὑπὸ μὲν τοῦ καιροῦ ζητουμένην, οἰκονομουμένην δὲ βασιλικῶς, ἀπραγματεύτως ἀποίσῃ καὶ καρπώσῃ τὴν ἄλυπον ἠρεμίαν πόνων ἐκτός· οὗ τί ἂν γένοιτο῾ Ρωμαίοις. 17 στερον; μηδέν τι τῆς῾ Ορμίσδου κακίας τὴν σὴν κατοικείτω καρδίαν. ἔμαθεν, ἐξ ὧν πέπονθεν, μὴ τὴν εἰρήνην βδελύττεσθαι. οὐκ ἔστι Χοσρόης τῶν πατρῴων ἀδικημάτων διάδοχος· οὐ κληρονομοῦσι μετὰ τῆς οὐσίας οἱ παῖδες καὶ τῆς πατρῴας 4. 13. 18 πάντως που προαιρέσεως. ἐκεῖνος δυσμενής, οὗτος νῦν εὐμενής, οὐσιωμένην αὐτῷ τὴν σὴν εὐεργεσίαν περιαγόμενος, ἧς ἀμνημονεῖν αἰσχυνθήσεται πολλοὺς τῆς εὐσεβείας. 1 μένος τοὺς μάρτυρας. μὴ κρατείτωσαν τύραννοι, ἵνα μὴ μεθέξῃς τοῦ παραδείγματος. ἢ οὐχὶ τὸ κακὸν τοῖς πολλοῖς ἐστι περίζηλον, καὶ πρὸς τὰς τῶν χειρόνων ἐφέσεις ἡ τῶν ἀνθρώπων καθέστηκε φύσις δυσανάγωγον πρὸς τὸ κρεῖττον 4. 13. τὴν ὁρμὴν κεκτημένη; ἀκηκόαμεν καὶ τὸν τύραννον πρέσβεις ὡς ὑμᾶς διαπέμψασθαι, ἕξειν κοινωνὸν ἀξιῶντα τὸν οὐδὲν ἠδικηκότα τοῦ πλημμελήματος νεωτερίσαι τε δεσπότην μετὰ δραπέτου μονονουχὶ σοφιζόμενον. οὗ τί ἂν γένοιτο. 21 μαίοις ἀδοξότερόν τε καὶ ἀπευκτότερον; ποίαν δέ σοι πίστεως κρηπῖδα ὑποστηρίσει ταῖς ὑποσχέσεσιν ὁ μεγίστης ἀγνωμοσύνης ἔχων ὑπόθεσιν καὶ κατὰ τῶν εὐεργετησάντων συστησάμενος φάλαγγα, ὁ πᾶσαν ἰδέαν κακίας περιβαλόμενος, ἵνα δεσπότην μηδὲν ἠδικηκότα βασιλείας καθέλῃ; οὐ πέφυκε 4. 13. 22 κακίας ὑπόθεσις φιλίας διασώζειν ὑπόσχεσιν. ἀφιλόσοφος ἔναρξις καὶ τὸ πέρας ἕξει πάντως ἀσύμφορον· τοῖς σπέρμασι γὰρ ἡ βλάστησις οὐκ ἐναντίαν ἔχει τὴν πρόοδον. δώροις ἀγκιστρεύειν τὸ μὴ δίκαιον ἴσως ὁ Βαρὰμ ἐγχειρήσειεν· ἀλλὰ κακῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἤκουσά του λέγοντος 4. 13. 23 τῶν παρ' ὑμῖν ἐπὶ κομψείᾳ σοφῶν. οὐκ οἶδε παροινίας μισθὸς καρπίζεσθαι τὴν ἀπόλαυσιν, οὐκ οἶδε κέρδος ἀδικίας φυόμενον αὔλαξιν ἀμεταμέλητον ἔχειν γεώργημα. πρὶν γὰρ ἡδῦναι, λυπεῖ, καὶ πρὶν περιθέλξαι, πρὸς ἀνίαν ἐκκλίνει· ἐξεχώρησε γὰρ τῶν ἐραστῶν προσαφαιρούμενον καὶ ἃ μὴ 4. 13. 24 κακῶς τις ἐκτήσατο. ἡμεῖς δὲ τὴν Μαρτύρων πόλιν ἀνταποδίδομεν, τό τε Δαρὰς προῖκα παρέξομεν, τόν τε πόλεμον ταφῇ καθιδρύσομεν ἀπόμισθοι τὴν εἰρήνην οἰκοδομήσαντες τῇ τε᾿ Αρμενίᾳ χαίρειν εἰπόντες, δι' ἣν ὁ πόλεμος τὴν. 25 ρησίαν δυστυχῶς τοῖς ἀνθρώποις ηὐτύχησεν. καὶ εἰ μὴ τῆς ἀνάγκης ἐπάξια τὰ δωρήματα πέφυκεν, ἀλλ' οὖν τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, τὸ μέτρῳ φιλοσοφεῖν τὴν ὑπόσχεσιν, ἢ μεγάλαις ἐπαγγελίαις τὴν ἀκοὴν ἐκλιπάναντας τῷ ἀτελεσιουργήτῳ τοῦ συμπεράσματος ἀθάνατον τὴν διαβολὴν ἐπιφέρεσθαι, μεγάλας κακῶν ἀφορμὰς τῇ τῆς εἰρήνης ἐς ὕστερον 4. 13. 26 εὐεξίᾳ κακῶς θησαυρίσαντας. ἱκανῶς ὑπὲρ τοῦ συνοίσοντος῾ Ρωμαίοις τε καὶ Πέρσαις ἀπολελόγημαι. εἰ δέ τι τῶν ἐντελεστέρων παρεῖται, σύνες, ὦ βασιλεῦ, τὸ λειπόμενον. πολλὰ γὰρ ἀπὸ τῆς ἀγωνίας τὸν λογισμὸν ἀποδιδράσκειν φιλεῖ· οὐκ οἶδε γὰρ ἀνάγκη μελέτης ἀνέχεσθαι ἢ φροντίδος ἐπιβολαῖς πειθαρχεῖν, ἀεὶ διαπορθμευούσης τὸν νοῦν τῷ ταράχῳ τῆς συγκυρήσεως." 4. 14. 1 Τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ῾ Ρωμαίους, τῷ δὲ Βαρὰμ 4. 14. 2 κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ αὐτοκράτορος κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ῾ Ρωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν 4. 14. 3 ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ' οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα. 4. 14. 4 ἐπὶ τούτοις τε τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, οὓς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ῾ Ρωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς 4. 14. 5 πρέσβεσιν ἐξαπέστειλεν. ὁ μὲν οὖν Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ Καίσαρος διαναγνοὺς τήν τε τῶν῾ Ρωμαίων ἀγασθεὶς ἀρετήν, τὴν μὲν῾ Ιερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντῖναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτηνῆς προεστὼς (Δομετιανὸς δ' ἄρα οὗτος) βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ Μαυρικίῳ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν 4. 14. 6 ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δ' αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς᾿ Αντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντῖναν αὐτὴν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις 4. 14. 7 ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον καλῶς γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέ ποτε τῷ νεωτέρῳ τῆς. 8 ρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον. τῷ δὲ Βαρὰμ ἐπεὶ κατάδηλον γέγονεν ὡς διεσώθη μὲν ὁ Χοσρόης, ὅπως τε῾ Ρωμαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, τὸ δ' αὐτὸ καὶ παρὰ τοῦ αὐτοκράτορος διὰ τῶν πρέσβεων ὡμολόγητο, πρέσβεις ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν. δόναι῾ Ρωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα. οὐ πολλαῖς δὲ ἡμέραις καὶ τὸ σοβαρὸν ἐξογκωσάμενος τοὺς μὲν συμμάχους ἀθετούμενος κατάφωρος ἦν, τῷ τε Περσικῷ φορτικός τις ὑπῆν καὶ ταῖς ἐπιβολαῖς ἀκατάσχετος πρὸς τὸ χαλεπώτερον ἐξαγριαίνων τὸ 4. 14. 10 τύραννον. καὶ οὖν οἱ ἀξιολογώτατοι σατράπαι τῆς τούτου δυνάμεως ὑποσυρρέουσι συσκευήν, ὅπως δολοφονηθείη Βαράμ, καὶ πρὸς τὸ γαληναῖον ἐπανήξῃ τοῖς Μήδοις τὰ πράγματα. 4. 14. 11 οἱ μὲν οὖν ἔξαρχοι τῆς περὶ τὸν Βαρὰμ συσκευῆς ὅ τε Ζαμέρδης καὶ Ζοανάμβης ὁ Πέρσης· προσεταιρισάμενοι γοῦν οὗτοι δὴ οὗτοι καὶ ἑτέρους τῆς Βαβυλωνίας πληθύος λογάδας, ὡς 4. 14. 12 ἐνῆν, τὰ τῆς ἐπιβουλῆς ἐξελίπαινον. ὑποτοπήσαντες δὲ καὶ Βινδόην πρὸς κοινοπραξίαν αὐτοῖς εἶναι λυσιτελέστερον (οὗτος δ' ὑπὸ τοῦ Βαρὰμ κατῴκει εἱρκτὴν) ἀναπληροῦσιν ἔργῳ τὸ βούλημα, καὶ ἀθρόον ἐς τὴν φρουρὰν εἰσπηδήσαντες, τῶν δεσμῶν τὸν Βινδόην διαλυσάμενοι ταγματάρχην τε λόχου χειροτονήσαντες, οὔσης νυκτὸς εἰς τὰ βασίλεια τῷ Βαρὰμ 4. 14. 13 ἐπιτίθενται. ὁ μὲν οὖν Βαρὰμ δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τῆς συσκευῆς ἐν γνώσει γενόμενος, ἐξοπλίσας τοὺς φύλακας σιδηροφορεῖν ἐγκελεύεται, τούς τε ἔναγχος ἐκ τῶν ἐθνῶν προσκεχωρηκότας αὐτῷ παρασκευασάμενος τοῖς ἐμπεσοῦσιν ἐς 4. 14. 14 τὸ καρτερὸν ἀντετίθετο. καὶ τῆς νυκτομαχίας ἰσχυρᾶς γενομένης, ὑπερέσχε Βαρὰμ καὶ ζωγρήσας τοὺς πατέρας τοῦ ἐγχειρήματος ἡμέρας ἤδη λαμψάσης ἀρθροτομεῖ τῶν μελῶν τούτων τὰ πρακτικώτερα, εἶτα ὑποστορέσας τὰ λοιπὰ σώματα τοῖς ἐλέφασιν εἴα πατεῖσθαι καὶ τὸν πανώλεθρον τοῦτον ἐκείνους ἀποφέρεσθαι θάνατον. 4. 15. 1῾ Ο μὲν οὖν Βινδόης ἅμα τοῖς σὺν αὐτῷ διαδιδράσκει τῆς συμφορᾶς παραδόξως τὸν κίνδυνον καὶ ἐπὶ τὸ᾿ Αδραβιγάνων ὡς τάχιστα γίνεται. ἐκεῖσε γοῦν στρατοπεδευσάμενος πλείστους τοῦ Περσικοῦ ἐπηγάγετο καὶ τὰ Χοσρόου φρονεῖν 4. 15. 2 τοὺς ἀφεστηκότας πως ἐτιθάσευεν. δεκάτη δὲ ἡμέρα, καὶ ὡς τὸν᾿ Ιωάννην, ὃν Μυστάκωνα῾ Ρωμαίοις ἔθος ἦν κατονο- μάζειν, ἀπέστελλεν ἄγγελον, τὰ νεώτερα δράματα γνωρίζων αὐτῷ ἀξιῶν τε μαθεῖν ὅπως τῷ Χοσρόῃ ἀπήντησε τῆς εἰς 4. 15. 3῾ Ρωμαίους προσχωρήσεως ἡ ἐγχείρησις. ὁ μὲν οὖν᾿ Ιωάννης γράμμασι τὸ ἄκουσμα παραπέμψας τῷ αὐτοκράτορι τοὺς ὑπὸ Βινδόου πρέσβεις παρακατεῖχε καραδοκῶν τί ἂν παρασταίη 4. 15. 4 παρὰ τῶν ἐγνωρισμένων τῷ αὐτοκράτορι. ὁ δὲ βασιλεὺς Μαυρίκιος τῷ᾿ Ιωάννῃ προσέταττε τοῖς ταὐτὰ τῷ Χοσρόῃ φρονοῦσι συμμαχεῖν τε ἐκθύμως καὶ πᾶσαν αὐτοῖς καλοκαγαθίας πίστιν παρέχεσθαι, ὅπως πρὸς τὸ ἀσθενέστερον ἴδοι τοῦ Βαράμου 4. 15. 5 τὸ τύραννον. τῇ δὲ προτεραίᾳ ὁ Βεστὰμ ὁ παρὰ τοῦ Χοσρόου ἐς τὰς᾿ Αρμενίας σταλεὶς ἀφικνεῖται παρὰ τὸν᾿ Ιωάννην. ὁ μὲν οὖν᾿ Ιωάννης τήν τε Βινδόου παρουσίαν τῷ Βεστὰμ παρεδήλου τά τε τῷ Βαρὰμ συντετυχηκότα ὡς ἀξιαφήγητα 4. 15. 6 λίαν περιχαρῶς παρετίθετο. καὶ οὖν ὁ Βεστὰμ περιγάνυται τοῖς ἀκροάμασι καὶ ἐς Χοσρόην ἐξέπεμπεν ἄγγελον ταῦτα δὴ γνωρισόμενον. ὁ δὲ Βινδόης πάλιν ἐγγελῶντα τὰ πράγματα τῷ Χοσρόῃ θεώμενος μέγα περιβάλλεται θάρσος καὶ χρήμασι βασιλικοῖς ἐντυχὼν τοῖς ἀμφ' αὑτὸν διανέμει, ὡς εἶχεν. 7 στῳ εὐνοίας ἀλκή. ἐπεὶ δ' οἱ τὴν Νίσιβιν περικαθήμενοι φίλον τὸν αὐτοκράτορα Χοσρόῃ διέγνωσαν συμμάχους τε αὐτῷ δυνάμεις μεγάλας κατεπομβρίσαντα, γίνονται εἰς Κωνσταντῖναν τὴν γνώμην μετακοσμήσαντες. ὁ δὲ πολιοῦχος ὑπὸ Χοσρόου λιπανθεὶς ταῖς ὑποσχέσεσι καὶ ταῖς ἐλπίσι χαριζόμενος πάντα ἅπασαν᾿ Αραβίαν τάς τε μέχρι Τίγριδος ποταμοῦ 4. 15. 8 πρὸς τὸν Χοσρόην, ὡς ἔστιν εἰπεῖν, μετατίθησιν. οἱ δὲ τῆς Μαρτύρων ἐχόμενοι πόλεως, καίτοι τῆς πολιορκίας ὑπὸ῾ Ρω- μαίων ἐπιστατούσης, τοῖς ἐν παραβύστῳ τοῦ Χοσρόου προστάγμασι πειθήνιοί πως γινόμενοι οὐκ ἐδίδοσαν τὴν πόλιν 4. 15.῾ Ρωμαίοις, ἀλλὰ καὶ μάλα καρτερῶς ἀντετάττοντο. τοιγαροῦν ὅτε κατάφωρος πανουργῶν γέγονεν ὁ Χοσρόης, Δομετιανὸς λογισμοῦ ἀγχινοίᾳ δυσκαταμάχητον ἀντιστρατεύσας βουλὴν τοῦ Περσικοῦ δόλου δίκην πομφολύγων ἐκφύσεως διαλύει 4. 15. 10 τὸ ὕπουλον. μεταπεμψάμενος γὰρ ὡς ἑαυτὸν τοὺς ἀξιολογωτάτους τῶν περιφρουρούντων τὸ πόλισμα, οὓς μὲν ὑπήγετο λόγοις, οὓς δ' ἐξωνεῖτο τοῖς δώροις, ἀναμιμνήσκων τήν τε τῶν῾ Ρωμαίων ἐπιστασίαν ἐσκειμένην τῇ πόλει, τόν τε Χοσρόην τῆς τοῦ βασιλέως ἐπικουρίας δεόμενον, τόν τε Βαρὰμ. 11 βολον περικείμενον τύχην. καὶ τοσαύτην εἶχεν ὁ λόγος τὴν δύναμιν ὡς διαιρεθῆναι ταῖς γνώμαις τοὺς τὴν Μαρτύρων πόλιν κατέχοντας ἑκὼν ἀέκοντι θυμῷ· ἔστω γάρ μοι νῦν 4. 15. 12 τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα. καὶ δῆτα εὐνοῦχον εἰς τὴν βασιλικὴν δορυφορίαν συντεταγμένον αὐτῷ τὸν κορυφαιότατον, ὃν πραιπόσιτον εἴθισται῾ Ρωμαίοις ἀποκαλεῖν, ἀνὰ τὴν Μαρτύρων πόλιν ἐξέπεμψε παρακελευόμενος Πέρσαις τὸ ἄστυ καταλιπεῖν καὶ περὶ τὴν Νίσιβιν. 13 ζεσθαι. οἱ μὲν οὖν Πέρσαι, τοῦ βασιλέως Χοσρόου μεταβαλόντος τὴν γνώμην, σπονδὰς μετὰ τῶν πολιορκούντων συνθέμενοι τῆς πόλεως ἐξεχώρησαν. τῶν τοίνυν ἡγεμόνων ἐς Κωνσταντῖναν ἡκόντων, ὤφθη καὶ Σίττας ἐκεῖνος ἀναμεμιγμένος αὐτοῖς, ὁ τὴν Μαρτύρων πόλιν῾ Ορμίσδᾳ, τῷ 4. 15. 14 Περσῶν βασιλεῖ, παρασχόμενος δόλῳ. ὁ μὲν οὖν Δομετιανὸς διεστείλατο Χοσρόῃ ὡς οὐχ ὅσια εἰς εὐεργέτας καὶ῾ Ρωμαίους διεγχειρεῖ ἀνεχόμενος ἀνδρὸς προδότου πολλὰ εἰς῾ Ρωμαίους κακὰ διανύσαντος, ἀναμιμνήσκων ὡς καὶ τῷ Βαρὰμ φίλος 4. 15. 15 Σίττας γεγένηται, καὶ ἥκιστα συνοίσειν αὐτῷ περὶ πολλοῦ ποιουμένῳ ἄνδρα παλαμναῖον καὶ ἀπιστότατον, μή πού γε τὰ῾ Ρωμαίων πλήθη συστραφέντα αὐτὸν Χοσρόην καὶ τὸν Σίτταν διαχρήσονται, καὶ τὰ τῆς ἀγωνίας τῷ Βαρὰμ λάβοι 4. 15. 16 ἀνάπαυλαν. ἐπὶ τούτοις συνιδὼν ὁ Χοσρόης καὶ τὸν παρόντα καιρὸν κολακείαις ἀποπριάμενος ἔκδοτον Κομεντιόλῳ Σίτταν καθίστησιν. δευτέρᾳ δ' ἡμέρᾳ ὁ στρατηγὸς ἐπ' ὄψεσι τοῦ ὁπλιτικοῦ αἰκισάμενος τοῦτον τῷ πυρὶ παρεδίδου κατανθρακεύσας τε ταῖς φλοξὶ δίκην τῶν ἡμαρτημένων τὸν Σίτταν 4. 15. 17 εἰσέπραττεν. ὁ μὲν οὖν Δομετιανὸς ἱεροπρεπῶς ἐς τὰ περὶ τὴν ἀνάληψιν τοῦ ἄστεος διεπονεῖτο ὡς ἐνῆν ἐς τὰ μάλιστα, τούς τε συνομοσαμένους τοῖς βαρβάροις῾ Ρωμαίους ἐς τὴν 4. 15. 18 τοῦ ἄστεος ἅλωσιν Κομεντιόλῳ παρεδίδου τῷ στρατηγῷ. τούτων τοίνυν ἀξίας ὑποσχομένων δίκας τῶν κατὰ τῆς πατρίδος διαπεπραγμένων αὐτοῖς, ὁ ἱερεὺς τῆς σωτηρίας τὴν ἑορτὴν ἐγκαινίζων τῆς πόλεως πανήγυρίν τε τοῖς καλλινίκοις συστησάμενος μάρτυσιν ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν τῆς ἐκκλησίας γενόμενος, παιωνίζων ᾆσμα καινὸν τῷ Χριστῷ ἐπινίκιον τοῖς ὠσὶ τοῦ κατεκκλησιασθέντος λαοῦ τάδε που διηγόρευεν. 4. 16. 1" Οὐκ ἐν πολέμοις μόνον καὶ συμπλοκαῖς καὶ ἐκτάξεσι ταῖς σάλπιγξιν ὁ Δαβὶδ ἀλαλάζει, ἀλλὰ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς τῷ ἐπὶ πάντων σαλπίζει θεῷ. πρέπει γὰρ καὶ πολεμικοῖς ὀργάνοις ὑμνεῖσθαι θεόν· ἀρχιστράτηγος γὰρ οὗτος ἐκτάξεως κραταιός τε καὶ δυνατὸς ἐν πολέμοις πρεσβεύεται. καὶ ἐξ ὧν ἡ εὐδόκησις πέφυκεν, ἔδει που πάντως προελθεῖν 4. 16. 2 καὶ τὴν αἴνεσιν. δεῦτε, καὶ ἡμεῖς ταῖς νοηταῖς ἀλαλάξωμεν σάλπιγξιν, ταῖς διανοίαις φημί, οὐ κερατίναις, ὡς᾿ Ιουδαίοις νενομοθέτηται· οὐ γὰρ ἀλόγων μέλεσι διὰ τὸ παχὺ τῆς 4. 16. 3 διανοίας γεραίρειν ἡμεῖς θεὸν προσετάχθημεν. συστησώμεθα γοῦν ἑορτὴν μὴ ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ μόνον [διήκουσαν], ἀλλὰ μέχρι τῆς ἄνω ἱεραρχίας αὐτοῦ τοῦ θεοῦ, ἧς ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ ὁ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθήμενος καὶ ἔστι καὶ ὀνομάζεται. 4. 16. 4 τῷ ὄντι γὰρ ἐν βραχίονι κράτος ἐποίησεν, ὄρη ταπεινώσας φρυάγματος, καθελὼν ἀπὸ θρόνων δυνάστας, καὶ πάλιν στηλιτεύων ἐπὶ τῆς Βαβυλωνίας τὰ μεγαλεῖα τοῦ πνεύματος. 4. 16. 5 δουλαγωγοῦνται γὰρ λέοντες, καὶ δράκοντες ἀποπνίγονται, καὶ Βὴλ καὶ Μίθρας ἀνδραποδίζονται, καὶ μαλθακεύεται πῦρ μήτε μαρτύρων ἐσθῆτος τυραννῆσαι δυνάμενον, ὑπὸ 4. 16. 6 νάφθας καὶ πίττης ἀφθόνως καταρδευόμενον. πάλιν δεξιὰ κυρίου ἐποίησε δύναμιν ἐπάρσεως καταδιαιτῶσα Χαλδαϊκῆς, οὐκ ἐν τοίχῳ, ἀλλ' ἐν οὐρανῷ τὴν προαγόρευσιν γράφουσα. καὶ διαιρεῖται Βαβυλώνια σκῆπτρα, καὶ ὑβριστὴς καταβάλλεται θρόνος, καὶ πάροινος βασιλεία συστέλλεται, καὶ τιμᾶται 4. 16. 7 πάλιν τὸ ταπεινούμενον, καὶ κρατύνεται τὸ νικώμενον. πάλιν τὴν στεῖραν πόλιν διὰ τὸν πόλεμον ὡς μητέρα δι' εὐτεκνίαν εὐφραινομένην ἔστι θεάσασθαι. μηδεὶς ἀμπεχέσθω τῆς. 8 λικῆς ταύτης πανηγύρεως ἀναξίαν ἐσθῆτα. πάντες τῇ καθαρότητι τοῦ βίου λευχειμονήσωμεν, ἵνα μὴ ἀναξίως τῆς εὐωχίας τῇ ψυχῇ περιβαλόντες στόλισμα ἀνάξιοι φανῶμεν τῆς μεταλήψεως καὶ τὰ ἀκόλουθα κατακριθῶμεν τῆς ἀποτεύξεως· 4. 16. ἐγκαινίζου, ἐγκαινίζου, πόλις ἀγαλλιάσεως· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπί σε ἀνατέταλκεν. τάδε μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἐπαγγελίαν ἀσπάζομαι, καὶ ἡ νῦν ὑπὲρ τὴν προτέραν φαιδρότητα δόξα καθέστηκεν. 4. 16. 10 σὺ γὰρ δήμους μαρτύρων ἐν τοῖς ἔμπροσθεν καὶ πρεσβυτέροις χρόνοις ἐκέκτησο πᾶσαν ἀτραπὸν καὶ λεωφόρον τῶν σῶν 4. 16. 11 λαγόνων ἐπικυμαίνοντας. ἐπιφανεστέρα σοι τῆς ἁλώσεως ἡ ἀνάζευξις· ἣν γὰρ ἔκλεψε δόλος, νῦν φόβος ἀπέδοτο, καὶ ἣν βασιλέως βαρβάρου πανουργία κακῶς ἀπεσύλησεν, νῦν 4. 16. 12 ἐπιφανεστάτη δουλαγωγία καλῶς ἀντιδίδωσιν. ταύτην οἰκέτης ἐσταλμένος ὑμῖν, ὦ μάρτυρες, προσηγάγετο συμμάχους ἑλέσθαι θηρώμενος, οὓς ἀντιθέως τὸ πρότερον οὐκ ἐπρέσβευεν, ἐξ ἀποτεύξεως διδαχθεὶς τὴν εὐσέβειαν, ἐπεὶ καὶ Φαραὼ ὁ πάλαι μαστιζόμενος ἢ νουθετούμενος θεὸν σέβειν ἠνείχετο. 4. 16. 13 ταύτην ὑμῖν ἀνατίθησιν, μάρτυρες, Βαβυλώνιος τύραννός τε καὶ ἔπηλυς, ὁ τῆς ἑαυτοῦ βασιλείας δραπέτης, ὁ νῦν῾ Ρωμαίοις ἀντὶ πολεμίου πειθήνιος· τοσαῦτα γὰρ ὑμεῖς τοῖς 4. 16. 14 ἀνθεστηκόσιν ἐπαλαμήσασθε. ἐξέστη ὁ τύραννος ἐπὶ τούτοις, ἔμφοβος καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐπετίμησε γὰρ τοῖς ἔθνεσιν ὁ ὢν ἀπ' ἀρχῆς, καὶ τῆς δεξιᾶς αὐτοῦ ἡ ἀλλοίωσις αὕτη. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτῆς, καὶ τὸ κατάντημα μέχρι τῶν περάτων τῆς γῆς, καὶ ἐθεασάμεθα τὴν δόξαν 4. 16. 15 αὐτῆς πλήρη χάριτος καὶ δυνάμεως. οἱ γείτονες ποταμοὶ προφητικῶς χεῖρας κροτείτωσαν, φερωνύμως νῦν ὁ Εὐφράτης ἐπὶ τοῖς μεγαλείοις εὐφραινέσθω τοῦ κτίσαντος, ὁ Τίγρις μεταβαλέτω τὸ θηριῶδες πρὸς τὸ φιλάνθρωπον· ἡ κραιπάλη 4. 16. 16 γὰρ τῶν φόνων αὐτῷ καταλέλυται. ᾄσωμεν ᾠδὴν τῷ κυρίῳ σωτήριον, ᾄσωμεν αὐτῷ μετὰ τῶν μαρτύρων ἐπινίκιον ὕμνον. ἀναγγείλωμεν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος τὴν δόξαν αὐτοῦ σκιρτῶντες τῷ πνεύματι· οὐ γὰρ θρῆνον᾿ Ιουδαϊκὸν κατεκρίθημεν ἢ αἰσχύνην αἰχμαλωσίας ὑπὸ τῶν λαφυραγωγησάντων 4. 16. 17 ὀνειδιζόμεθα. προτάξωμεν ἡγεμόνα τῆς εὐφροσύνης τὸν κύριον, ἵνα μὴ τῆς ἄνω῾ Ιερουσαλὴμ ἐπιλαθώμεθα καὶ ἡ γλῶσσα ἡμῶν κολληθείη τῷ λάρυγγι ὡς κακῶς μὴ μεγαληγοροῦσα τοῦ θεοῦ τὰ παράδοξα. νῦν ἡ θυγάτηρ Βαβυλῶνος κατὰ τὸ γεγραμμένον ὄντως ταλαίπωρος, ἡ τῶν ἀγερώχων ἐπιβαίνουσα σκήπτρων, καὶ μακαρίζεται βασιλέως εὐσέβεια οὐκ ἐπάγουσα ταύτῃ τὸν ἰσοστάσιον ὄλεθρον ἢ ἀντεπιφέρουσα 4. 16. 18 τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν ἡμῖν. τελειοῦται γὰρ αὕτη διαθήκη δευτέρα μὴ ἀντιταλαντεύειν τῷ κακῷ τὴν ἀντίδοσιν εἰσηγουμένη τῷ νοητῷ᾿ Ισραήλ, καὶ βασιλεὺς οὐκ ἀποδοκιμάζεται σήμερον οἰκτείρων πολέμιον, οὔτε Σαμουὴλ ἐπὶ τούτῳ 4. 16. 1 διαπληκτίζεται παντοκράτορι κυρίῳ ζηλῶν. ὁ γὰρ᾿ Ιησοῦς ὁ Χριστός, ὁ παλαιὸς ἡμερῶν καὶ πρεσβύτερος, εὐσεβέστερον θυσίας οἶδε τὸν ἔλεον, καὶ τὴν πατρῴαν βασιλείαν κατακληροδοτεῖ τοῖς οἰκτείρμοσιν, καὶ φιλανθρωπίας ἔχων ὑπόθεσιν καὶ δούλου λαμβάνει μορφήν, καὶ τοῖς ἀνθρώποις συναναστρέφεται, καὶ τὴν φάτνην γνωρίζει, καὶ προσίεται σπάργανα, καὶ φεύγει τυραννοῦσαν τὴν μάχαιραν, καὶ τῇ 4. 16. Αἰγύπτῳ προσομιλεῖ, εἶτα τὴν Ναζαρὲτ κατοικεῖ, καὶ Γαλιλαῖος κηρύττεται, καὶ σοφίᾳ προκόπτει, καὶ φθόνῳ κακίζεται, καὶ ὑπὸ Σαδδουκαίων πειράζεται, καὶ μετὰ τῶν ἁμαρτωλῶν συναυλίζεται, καὶ πρὸς πάθος ἐκδίδοται, καὶ σταυρὸν καταδέχεται, καὶ μετὰ τῶν ἀνόμων λογίζεται, καὶ τάφον ἀσπάζεται, καὶ μεταφοιτᾷ πρὸς ἀνάστασιν, καὶ πάντα παθὼν κατησμένισεν, ἓν μόνον ἡμῶν ἀπολαύων, ὃ καὶ σωζόμεθα. 4. 16. 21 ᾄσωμεν τῷ κυρίῳ, οὐκ ἐξόδιον ᾆσμα· ἐπιβατήριος γὰρ ἡ πανήγυρις, καὶ πόλις καὶ ναὸς ἐγκαινίζεται, καὶ νόμος ἀνακαινίζεται πάτριος, καὶ ῥώννυται πίστις ἀκίβδηλος, καὶ τὸν ἐγκαινίζοντα βλέπω Χριστὸν ἐν μέσῳ τῆς ἐκκλησίας τῶν τροπαίων τὰ σύμβολα ἐπὶ τῶν ὤμων περιφερόμενον. ὁ δὲ θρίαμβος ὁ σταυρός, δι' οὗ ξενηλατεῖται τὸ βάρβαρον, τὸ 4. 16. 22 δὲ῾ Ρωμαϊκὸν εἰσοικίζεται. ᾄσωμεν τῷ κυρίῳ καὶ ὕμνον ἐξόδιον· ἐξοικίζεται γὰρ τοῦ ἄστεος ὥσπερ ὗς ἐκ δρυμοῦ τὸ Βαβυλώνιον φῦλον τὸ καταπατεῖν τὰ ἅγια τοῖς ποσὶν ἐγχειροῦν καὶ τοὺς μαργαρίτας τῆς πίστεως τοῖς ὄνυξιν ὑποθραύειν 4. 16. 23 καταμαινόμενον. μιμησώμεθα τοὺς ἐπὶ τῆς Βαβυλωνίας δοξολογήσαντας καὶ τῆς ἐκείνων χοροστασίας θιασῶται γενώμεθα· ἀνενέργητον γὰρ καὶ νῦν τῶν Χαλδαίων τὸ πῦρ καταφλέξαι τῶν μαρτύρων τὸ πόλισμα. εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ τὰ πεδία χαιρέτωσαν· κατεβλήθη 4. 16. 24 γὰρ ἔθνη τὰ φιλοπόλεμα. διέγνωσαν προφητικῶς ὅτι ἄνθρωποι καθεστήκασιν, καὶ τῆς ἑαυτῶν συντάξεως νῦν τὴν φύσιν οὐκ ἠγνοήκασιν, καὶ ἃ μαθεῖν οὐκ ἐνῆν εὐπραγήσαντας, 4. 16. 25 τεταλαιπωρημένους διδαχθέντας ἔστι θεάσασθαι. ταῦτα ὑπὸ τῆς χαρᾶς ὑμῖν σχεδιάσαντες ὕμνον ὑμῖν ἀπαρασκεύαστον προστεθείκαμεν, τράπεζαν ἀγγέλων, συμπόσιον ἁπλοϊκὸν καὶ ἀποίκιλον· φιλεῖ γὰρ τὸ θεῖον καὶ τοῖς ἀσυντάκτοις γεραίρεσθαι καὶ τὰ μὴ μεγαλοπρεπῆ τῆς δορυφορίας προσίεσθαι ἐν καινίσει καρδίας οὐκ ἐν ὄγκῳ δωρήματος ἐξετάζον τῆς. 26 στίας τὴν πρόοδον. τὸν πατέρα νῦν δοξολογεῖν οὐ παυσώμεθα, τὸν υἱὸν προσκυνεῖν ὡς φύσει θεὸν οὐ καταλήξωμεν, τὸ πνεῦμα γεραίροντες ὡς ἓν πεφυκὸς τῶν τριῶν ὑποστάσεων οὐκ ἀποσχώμεθα· θεὸς γὰρ τὰ τρία, ᾧ ἡ δόξα καὶ πρόγε τῶν ἀπείρων αἰώνων καὶ μετὰ τοὺς αἰῶνας ἀπέραντος." 4. 16. 27᾿ Επεὶ δ' οὕτω που τὰ τῆς διαλαλιᾶς τῷ ἱερεῖ ἐπεφιλοσόφητο λίαν ἐπαινετῶς, ἐκρότει τὸ ἄθροισμα τὸ μεγαλόνουν τῆς διαλέξεως, καὶ πολὺ τὸ δάκρυον τῇ χαρᾷ κεκραμένον ὑπὸ τῆς κατανύξεως τοῦ λόγου τῇ ἐκκλησίᾳ περιεκέχυτο, καὶ φιλόδακρυς ἦν ἡ πανήγυρις οὐκ ἔχουσα πάθους ὑπόθεσιν· οὕτω γὰρ ὁ καιρὸς παρεκάλει τὰ δάκρυα χηρεύων ἀλγηδόνων 4. 16. 28 καὶ τοῦ λυπήσοντος. ὁ μὲν οὖν ἱερεὺς σφαγιάσας τὸν ἄρτον τόν τε οἶνον ἱερουργήσας τοῖς θεανδρικοῖς μυστηρίοις τὸ συνεληλυθὸς τῇ μεταλήψει ἡγίαζεν. καὶ οὕτω που ἡ πόλις ἡμέραις ἑπτὰ ταῖς θυμηδίαις καθεωρτάζετο.