Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Εʹ 5. 1 αʹ.῞ Οπως ὁ Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσιν ἐπιφανέστατον Σέργιον λύσιν τῶν δυστυχημάτων αὐτῷ φιλοτιμήσασθαι. βʹ.᾿ Ανδραγαθία῾ Ροσὰν καὶ δολοφονία Ζαδεσπράτου τοῦ Πέρσου. γʹ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος. δʹ. Πρεσβεία Χοσρόου, ἐφ' ᾧ ἀποστῆναι Κομεντίολον τῆς ἡγεμονίας. εʹ. Χειροτονία Ναρσοῦ, καὶ συμμαχία῾ Ρωμαίων κατὰ τοῦ τυράννου Βαράμ. ϛʹ. Περὶ τῶν βασιλικῶν δώρων τῶν πεμφθέντων Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ τοῦ αὐτοκράτορος. ζʹ.῞ Οπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης παραδέδωκε διὰ τοῦ πρέσβεως Μαυρικίῳ τῷ αὐτοκράτορι. ηʹ. Δημηγορία Δομετιανοῦ, τοῦ προέδρου τῆς Μελιτηνῆς. θʹ. Περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμπλοκῆς῾ Ρωμαίων τε καὶ Περσῶν Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. ιʹ.῞ Οπως οἱ βασιλικοὶ θησαυροὶ τά τε βασίλεια τῆς Περσῶν πολιτείας τῷ Χοσρόῃ δηλοῦνται. ιαʹ.῞ Ενωσις τῶν῾ Ρωμαϊκῶν δυνάμεων᾿ Αρμενίας τε καὶ ἑῴας. ιβʹ. Μάχη τοῦ Βαρὰμ καὶ῾ Ρωμαίων, καὶ νίκη περιφανεστάτη῾ Ρωμαίων. ιγʹ. Περὶ τοῦ σημείου, οὗ ἐπεφέροντο οἱ Τοῦρκοι ἐπὶ τῶν μετώπων. ιδʹ. Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα. ιεʹ.᾿ Επανάζευξις Χοσρόου εἰς τὰ βασίλεια. ιϛʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ τεμένει Σεργίου τοῦ ἐπιφανεστάτου ἐν μάρτυσιν. ιζʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν περίδοξον μάρτυρα Σέργιον, ὥστε ἐκ τῆς Σιρὲμ παῖδας γενέσθαι αὐτῷ. ιηʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ ναῷ Σεργίου τοῦ μάρτυρος. ιθʹ.῞ Οπως Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι θανάτῳ διώλεσεν. κʹ. Περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου. καʹ. Πρεσβεία Πρόβου, τοῦ Χαλκηδόνος προέδρου, καὶ ὅσα κατὰ τὴν πρεσβείαν ἀπήντησεν. κβʹ.᾿ Εκδημία τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης᾿ Αγχίαλον. κγʹ. Πρεσβεία Ζαλαβζάν.
5.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Εʹ 5. 1. 1῾ Ο δὲ Βαρὰμ τῆς῾ Ρωμαϊκῆς διητυχηκὼς εὐμενείας, ἐκκλησίαν ἀγείρας καὶ περὶ τῶν ἐν ποσὶ κοινολογησάμενος ἐκ τῶν ἐπιφανεστέρων τοὺς ἐς ἀνδρείαν τὴν ὑπεροχὴν κεκτημένους χειροτονεῖ στρατηγούς, ὅπως τῇ ἀντιθέτῳ προνοίᾳ τοῖς Χοσρόου πράγμασιν ἀντιταλαντεύσῃ πως τὸ ἀπρόσκοπον. 5. 1. 2 καὶ οὖν τὸν Μιραδουρὶν ἐς τὸ᾿ Ανάθων φρούριον τὸ πρὸς τῷ Κιρκηνσίῳ παρὰ τὸν Εὐφράτην ᾠκοδομημένον ἐξέταττεν μετὰ πλήθους δυνάμεως. ἐξεπέμπετο δὲ καὶ ἐς τὴν Νίσιβιν τήν τε σύγχωρον᾿ Αραβίαν τὸν Ζαδεσπράτην τὸν ἄρτι που 5. 1. 3 συστρατεύσαντα τῷ Φεροχάνῃ. ὁ μὲν οὖν Ζαδεσπράτης τὴν Βαβυλῶνα ἀπολιπὼν ἀγγέλους ἐς τὸν Σολχάνην ἐξέπεμπε 5. 1. 4 προαγορεύοντας αὐτοῦ τὴν ἐς Νίσιβιν ἄφιξιν. μενοῦνγε ὁ Σολχάνης, ὅτε που ὑπὸ τῶν ἀγγέλων τὸ τῶν μεγαλαυχημάτων ὑπέρογκον τοῦ Ζαδεσπράτου διέγνωκεν, τῇ ὑστεραίᾳ καθίσας συνέδριον ἐς ὑπήκοον τῶν συνεληλυθότων προσέταττε τοὺς ἀγγέλους, ὅ τι ἂν εἴη αὐτοῖς ἡ ἀξίωσις, μηδέν 5. 1. 5 τι τῷ δέει συσταλέντας ἐκτίθεσθαι. οἱ μὲν οὖν ἐξυπηρετούμενοι τῷ προστάγματι διεξῄεισαν ἅπερ ὁ πεπομφὼς αὐτοὺς διηγόρευσεν. θολοῦ τοίνυν γεγονότος τῇ ἐκκλησίᾳ, καὶ πάντων τῷ Βαρὰμ λοιδορουμένων, ὁ Σολχάνης αἰκίσας τοὺς ἀγγέλους ἠτίμωσε καὶ δεσμοῖς ἀφύκτοις τισὶ καταταλαιπωρήσας ἐς 5. 1. 6 Χοσρόην ἐξέπεμπεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σολχάνην ἐξελιπάρου ταῖς ὑποσχέσεσι παροτρύνων εὖ διατίθεσθαι τὰς τῶν ἐντυγχανόντων φοιτήσεις, αὐτὸς δὲ Χοσρόης ἀπορίᾳ τὴν ψυχὴν κατεβάλλετο τὰς ἐπιστρατείας τοῦ τυράννου. 7 τόμενος. εἰσῆλθε τοίνυν αὐτὸν δεισιδαιμονία ὁσίας θρησκείας τινός, καὶ πάλιν πρὸς τὸν ἐπὶ πάντων θεὸν τὸν νοῦν μετεκόμισεν, καὶ ἠντιβόλει τὸν ἀοίδιμον ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ νομαδικὰ πρεσβεύειν ἔθνη εἰώθασιν, συλλαμβάνειν 5. 1. 8 τῶν πόνων αὐτῷ, ἀπαρχάς τε τροπαίων καθυπισχνεῖτο προσφέρεσθαι τοῦ κυριακοῦ πάθους τὸ ἐπίσημον σήμαντρον (σταυρὸς δὲ τοῦτο ἀναγορεύεται), τεκτονεύεσθαί τε τοῦτον χρυσήλατον, μαργαρίτην τε περιβαλεῖν αὐτῷ καὶ τῶν᾿ Ινδικῶν λίθων τοὺς διαυγεῖς· εὐσεβέστερον γὰρ ποτνιώμενον ὑπὸ 5. 1. τῆς ἀνάγκης ὁ καιρὸς αὐτὸν ἐξειργάζετο. ἀτὰρ ὁ Σολχάνης ἀξιαφηγητικώτατον καὶ παράδοξον ἔδρασεν ἐγχείρημα, βουλῆς τε ἀλκῇ τὸν ἀντιστράτηγον διεχρήσατο.῾ Ροσᾶν γὰρ τὸν καὶ῾ Ορμίσδαν παρὰ τῷ Περσικῷ οὕτω καλούμενον ἱππικῇ περιφράξας ἰσχύϊ κατὰ τῆς ἀντιστρατευσαμένης πληθύος ἐξέπεμπεν, μάλιστα δὲ τῷ῾ Ροσᾷ ὑπετίθετο δόλῳ τὰς ἐκβάσεις ἐπιτρέψαι 5. 1. 10 τῆς ἐγχειρήσεως. ὁ μὲν οὖν῾ Ροσᾶς ταῖς ὑποθήκαις τοῦ 5. 1. 10 Σολχάνου μετ' ἐπιμελείας ἑπόμενος ἐχώρει πρὸς τὸ πολέμιον. δευτέρᾳ δ' ἡμέρᾳ ὁ Ζαδεσπράτης ἐν τοῖς μέρεσι τοῦ Χαρχὰς παραγίνεται (κώμη δ' αὕτη παμφορωτάτη ὁμοῦ καὶ πολύανδρος), καὶ νυκτὸς ἐπιγενομένης ἐχόμενα ταύτης ἠγραύλιζεν. 5. 1. 11 ὑποτοπήσας δ' οὗτος πολεμίαν ὄψιν, μή που ἐξαπιναίως αὐτῷ συγκυρήσειεν, τῆς περὶ τὸ σῶμα φρουρᾶς προμηθίαν ἐτίθετο. οὐκοῦν ἐν τῷ πύργῳ τῷ ἀνὰ τὸν χῶρον ἱδρυμένῳ καὶ ἐκ λογάδων λίθων κεκτημένῳ τὴν σύνθεσιν τῇ δοκήσει 5. 1. 12 κατεπαννυχίζετο τῆς δειλίας ἀπόκοιτος. ὁ τοίνυν῾ Ροσᾶς οὐ πόρρω τοῦ στρατηγοῦ ἀφικόμενος, ἐπεὶ διέγνωκε τὸν χῶρον ὅπου δὴ οὗτος πάννυχος κατηυνάζετο, ποδηγὸν δεξάμενος ἐς τὸ πρόσω ἐβάδιζεν. ἐπεὶ δὲ τῷ ἐχυρώματι προσεπέλασεν, προθέειν προσέταττέ τινα τῆς δυνάμεως λέξοντα τῷ στρατηγῷ ὑπὸ Βαρὰμ ἔσεσθαι ἄγγελον, καὶ ἐπίθετον αὐτῷ. 13 φέρεσθαι δύναμιν. ὁ μὲν οὖν ἐπὶ τὸ ὡσανεὶ φρούριον γεγονὼς μεσούσης νυκτός, τῇ πατρίῳ φωνῇ τοὺς περιφρουροῦντας φενακισάμενος ἠξίου τῷ στρατηγῷ δι' αὐτῶν περιηχηθῆναι τὸ ἄκουσμα. ἐπίχαρι τοίνυν οἱ δείλαιοι τὴν ἐπαγγελίαν δεξάμενοι μεταπορθμεύουσιν ἐπὶ τὸν Ζαδεσπράτην τὸν λόγον, ὡς οἷα δὴ περὶ δεξιοῦ τινος καὶ συντονίας ἀξίου. 14 μενοι. ὁ μὲν οὖν Ζαδεσπράτης ἔτι ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος, θαρρεῖν ἔλεξε Πέρσαις ἀταλαιπωρήτως τὸν λόγον εἰσοικισάμενος, καὶ τὴν πυλίδα τοῦ φρουρίου διανοῖξαι προστάττει. τοῦτό τοι καὶ γέγονεν αὐτῷ αὐτοσχέδιός τε καὶ αὐθαίρετος θάνατος, ἀφορμὴν τοῦ κινδύνου 5. 1. 15 τὴν ἀφροσύνην κτησάμενος. οἱ μὲν οὖν περὶ τὸν῾ Ροσᾶν εἰσρεύσαντες περὶ τὸ φρούριον τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν· ὁ δὲ στρατηγὸς τὸ ἀδόκητον θεασάμενος βάραθρον, ἐπὶ τέγους οἰκίσκου γενόμενος ἠξίου παρὰ τῶν ᾑρηκότων σωτηρίαν ἀρύσασθαι. ἐπεὶ δὲ διηπειλεῖτο πυρὶ τὸ 5. 1. 16 δωμάτιον ἀφανίζεσθαι, ἀφικνεῖται πρὸς τὸ πολέμιον. τοίνυν τοῦτον καρατομήσαντες οἱ ἀντίπαλοι καὶ πάντα τὰ ἐν τῷ φρουρίῳ λαφυραγωγησάμενοι ἧκον παρὰ τὸν Σολχάνην τήν τε κεφαλὴν τοῦ Ζαδεσπράτου ἐπιφερόμενοι καὶ ὅσα ἡ τύχη τῷ δόλῳ δέδωκεν ἐγκολπώσασθαι. 5. 2. 1῾ Ο μὲν οὖν Σολχάνης τοῖς προαυλίοις τῶν φροντίδων καταγαυρούμενος ἐς τὴν Κωνσταντῖναν Χοσρόῃ ἐξέπεμπε τήν τε κεφαλὴν τοῦ ἀντιμάχου στρατηγοῦ τόν τε πλοῦτον ὃν 5. 2. 2 ἀπραγματεύτως τὰ τῆς εὐβουλίας ἐσκύλευσεν. ὁ μὲν οὖν Χοσρόης τῶν ἀπαισίων ἐλπίδων μετανάστης γενόμενος τῇ ἀθυμίᾳ διαζύγιον δίδωσι καὶ πρὸς τὸ δεξιώτερον τὰς ἐκβάσεις 5. 2. 3 τῶν ἐσομένων ἀντιμετέβαλλεν. ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ οἱ κατὰ τὸ᾿ Ανάθων ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντες ἐπανίστανται καὶ ἀναιροῦσι τὸν ἡγεμόνα, τήν τε τούτου κεφαλὴν 5. 2. 4 παρὰ τὸν Χοσρόην ἐξέπεμπον. ὅτε γοῦν ὁ Χοσρόης τούτων δῆτα τῶν ἀνδραγαθημάτων τὴν συμφωνίαν στέφουσαν αὐτὸν ἐθεάσατο, ἐκ τῶν ἤδη φθασάντων ἐνέχυρον τῶν ἐσομένων λαβὼν ὡμολόγει μέγιστον εἶναι ἁπάντων θεὸν τὸν παρὰ῾ Ρωμαίοις Χριστὸν θρησκευόμενον καὶ τιμώμενον, καὶ. 5 λώτῳ τῷ στόματι τὴν πάλαι θρησκείαν ὠβέλιζεν. δεκάτη δὲ ἡμέρα, καὶ ἐς βασιλέα Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περιπέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμμαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν. 6 καταβάλλειν῾ Ρωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ῾ Ρωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτάλαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατακερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν. 5. 2. 7 ὁ μὲν οὖν Γρηγόριος ὁ τῆς ἑῴας ἱερωσύνης προεστηκὼς τὴν Κωνσταντῖναν ἀπολιπὼν πρὸς τὴν᾿ Αντιόχειαν μετεχώρησεν. μετ' οὐ πολὺ δὲ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρατηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ τοῦ Κομεντιόλου προπηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἐπιβολὰς 5. 2. 8 τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ τοῦ῾ Ρωμαϊκοῦ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ τὴν Περσίδα καθόδου Κομεντίολον ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν. 5. 3. 1῏ Ηρος τοίνυν ἀρχομένου ὁ νεώτερος στρατηγὸς Χοσρόην παραλαβὼν (συνείπετο δὲ αὐτῷ ὁ ἐν Μελιτηνῇ ἱερατεύων κατ' ἐκεῖνο καιροῦ, ὃν Δομετιανὸν ὁ λόγος ἐδήλωσεν) ἐπὶ τὸ Μάρδες μετεφοίτησεν· πόλεως δὲ Δαρὰς ἀφεστήκει τὸ 5. 3. 2 φρούριον παρασάγγας τρεῖς. οἱ μὲν οὖν περὶ τὴν Νίσιβιν τῆς᾿ Αραβίας οἵ τε ἄλλοι δυνατώτατοι πάντες καὶ οἱ τῶν ταγμάτων ἡγούμενοι ἀναγορεύουσι Χοσρόην βασιλέα, καὶ τῆς διωμοσίας ἐνέχυρα συγγενεῖς παρασχόμενοι προκατήρτιζον τὴν 5. 3. 3 ἐς τὰ βασίλεια τῷ Χοσρόῃ ἐπάνοδον. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τούτους ὑπὸ῾ Ρωμαίων περιφρουρεῖσθαι συνέταξεν. ἀπάρας τοίνυν ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Δαρὰς ἐστρατοπέδευσεν. ὁ δὲ Χοσρόης τὰς συμμαχικὰς δυνάμεις τῶν῾ Ρωμαίων θεώμενος κομώσας ἀλκῇ τοῖς τε ὅπλοις κατακοσμουμένας ἐκθάμβῳ παρασκευῇ, πρὸς τὰς νεωτέρας μετεχώρει ἐλπίδας μηδέν τι τοῦ πρεσβυτέρου πάθους τῷ λογισμῷ. 4 μενος. εἰσήρρησε τοιγαροῦν πρὸς τὸ ἄστυ ὁ βασιλεὺς ὁ βάρβαρος καὶ ἐντεμενίζεται ἅμα τοῖς τειχίοις παρὰ τῷ περιφανεῖ τεμένει τῆς πόλεως, ἐν ᾧ῾ Ρωμαῖοι τὰ τῆς θρησκείας ἐτέλουν μυστήρια, λίαν κενταυρικῶς τε καὶ ὑβριστικῶς, ἔτι που ὑπὸ τῆς ἀνάγκης κυοφορούμενος, καὶ ἐν ἐπισάλῳ τύχῃ τῶν. 5 γμάτων διακειμένων αὐτῷ. οἱ μὲν οὖν Δαρηνοὶ διηγανάκτουν ἐπὶ τῷ ἐγχειρήματι, Χοσρόου τοῦ πρεσβυτέρου ᾑρηκότος τὴν πόλιν καὶ μηδέν τι πρὸς ὕβριν τοῦ σεβάσματος ἐγχειρήσαντος. 5. 3. 6 οὐκοῦν ὁ Δομετιανὸς τὴν βάρβαρον ὕβριν φέρειν οὐκ ἔχων, τὰς δυνάμεις ἀναλαβὼν παλινδρομεῖν ἐπὶ Κωνσταντῖναν ἠπείλει. ἠτιμωμένος τοίνυν Χοσρόης ἐντεῦθεν καὶ τῇ προπετείᾳ μὴ χάριν ὁμολογῶν ὡς τὸν Δομετιανὸν ἐκ τῶν παρ' αὐτοῦ ἐπιφανεστάτων ἐξέπεμπεν, ἔλεον αὐτὸν ἐξαιτούμενος τῷ μεταμέλῳ 5. 3. 7 παρέχεσθαι. ὁ μὲν οὖν ἱερεὺς ὁπόσον ἔδει προπηλακίσας τὸν βάρβαρον πρὸς τὸ Δαρὰς ἐπανῆκεν ἐξοικίσας τοῦ τεμένους Χοσρόην. ἕκτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς ἐς τὸ Δαρὰς τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ' αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως. 8 φρόνητος εἴη῾ Ρωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος῾ Ρωμαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες 5. 3. τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνάμεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης βασιλεῖ Μαυρικίῳ 5. 3. 10 εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν Δαρὰς ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τῷ αὐτοκράτορι, τόν τε Δολαβζὰν τὸν σατράπην, ἄνδρα ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ. 11 σματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου῾ Ρωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ βασιλεὺς τοῦ῾ Ρωμαϊκοῦ δώροις βασιλικοῖς μεγαλύνας τὸν Δολαβζὰν τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν. 5. 4. 1῾ Ο δὲ Χοσρόης εἰς τὸ Σιγγάρων (Μηδικὸν δὲ τὸ ἄστυ) τά τε γύναια καὶ τοὺς παῖδας κατησφαλίζετο· ἐχυρώτατον γὰρ τὸ ἄστυ ὑπὸ τῆς ἔριδος περιφρουρούμενον καὶ ἥκιστα τοῖς πολεμίοις ἀνάλωτον, τῷ καταύχμῳ τῆς ὑδρεύσεως 5. 4. 2 πεφυκὸς πρὸς πολιορκίαν ἀπρόσιτον. μετὰ τοῦτο Μεβόδῃ προστάττει, καὶ δισχιλίοις ἐκ τοῦ ὁπλιτικοῦ περιφράξας αὐτὸν διὰ τοῦ Σιγγάρων νομοθετεῖ ἐς τὰ βασίλεια εἰσβαλεῖν τόν τε ὑπὸ τοῦ Βαρὰμ γενόμενον φύλακα τῶν ἀνακτόρων. 3 χρήσασθαι. ὁ δὲ τύραννος σὺν τοῖς῾ Ρωμαίων τάγμασιν ἐπιόντα Χοσρόην μεμαθηκώς, συναθροίσας τὸ μάχιμον ἐξεδίδου πρὸς πόλεμον. ὁ μὲν οὖν Μεβόδης δέει τῷ τοῦ βασιλέως προστάγματος πρὸς τὸ ἔργον ἐχώρει. θέρους δὲ ἀρχομένου καὶ τῆς πόας παχυνομένης ἀκμῇ, τὸ Δαρὰς καταλελοιπὼς ἅμα 5. 4. 4 τῷ συμμαχικῷ ὁ Χοσρόης ἐς τὸ πρόσω ἐχώρει. ἐπεὶ δὲ πρὸς τῷ᾿ Αμμοδίως ἐγένοντο τέτρασι καὶ δέκα διεστηκότι Δαράς, Δομετιανὸς ἅμα τοῖς ἡγεμόσι τὸ῾ Ρωμαϊκὸν συναθροίσας καὶ πρός τι βουνίον ἀνείς, τοῖσδε τοῖς λόγοις τὰς δυνάμεις κατήχει. 5. 4. 5"῾ Ο μὲν καιρὸς ὑμῖν μεγαλουργῶν ἀφορμήν, ἄνδρες, τεκταίνεται, ὁ δὲ τρόπος δικαίαν ὑπόθεσιν. ὁ δὲ τόπος τὸ φιλοκίνδυνον ἐκζητεῖ· ἡ αἰτία τὴν εὐσέβειαν ἐπαγγέλλεται καὶ λύμην φιλοτύραννον ἀπαναίνεται. γίνεσθε γοῦν ἀξιόμαχοι σύμμαχοι· ἐς πολεμίαν γὰρ γῆν ἀναστρέφεσθε, ἐν ᾗ τὸ νικᾶν ὑπερένδοξον καὶ τὸ τῆς δευτέρας τύχης βαρὺ καὶ 5. 4. 6 λεγόμενον. τοίνυν ἡ παράταξις εὐδοξίας ἔχει τὴν πρόφασιν μεγάλης καὶ ἐπιφανοῦς ἀπάρχεσθαι πράξεως. ἅπαντα γὰρ τὰ τῆς οἰκουμένης ἔθνη τὴν ὑμετέραν ἱστορίαν ταῖς διανοίαις ἐγγράφεται. ἐξάκουστον πέφυκε τὸ ἐγχείρημα, ὁ πόλεμος ἀξιόλογος, οἱ ἀγῶνες ἀθάνατοι· τὰ τρόπαια τάφοις οὐ. 7 πέμπονται λήθης. οὐκοῦν πάντα παθεῖν λυσιτελὲς ἀγωνίσασθαι, ἢ προέσθαι μετὰ τῆς εὐκλείας τὰ σώματα. τοῦτο πέρας τῶν πόνων ἀριστεύοντες ἕξετε, αὕτη τῆς εἰρήνης ἡ πρόοδος. μὴ στερηθῆτε τοῦ βάλλεσθαι, ἵνα μὴ ζημιωθῆτε τοῦ σώζεσθαι. ἐνστερνίσασθε τὰς βολάς, ἵνα καὶ τοὺς θριάμβους. 8 σησθε. μηδεὶς προσδέξηται νώτειον μώλωπα· οὐκ οἶδε τὰ μετάφρενα νίκην θεάσασθαι. ἑνοῦσθε ταῖς ψυχαῖς ἢ τοῖς σώμασι συμπλεκόμενοι, κοινωνοὶ τῶν πόνων ἀλλ' οὐ τῆς δειλίας γινόμενοι. ἀποκήρυκτος ἔστω ὁ μὴ τὰ πρεσβεῖα τῶν κινδύνων ἀράμενος. τῆς νίκης θανατῶντες ὀρέγεσθε. τραύμασι καὶ βολαῖς ἐξωνοῦνται τὰ τρόπαια. οὐδὲν ἐπίδοξον ἡ 5. 4. ῥαθυμία πορίζεται. οὐκ ἔστιν οὐδὲν ἐνυαλίου θανάτου γλυκύτερον. εἰ γὰρ γηράσκειν ἀσύμφορον καὶ νόσων μαρασμοῖς καταβάλλεσθαι, πάντως που μετὰ τῆς ἥβης τεθνάναι παραταττόμενον, ἐπιτάφιον δόξαν καρπούμενον, ὑμῖν τοῖς ἀριστεῦσι καταλληλότερον. οὐ γὰρ ἀπαθανατίζειν οἶδεν ἡ φύσις 5. 4. 10 τοὺς ἀποδράσαντας. ἀναμορμολυττέτω τὸ τῆς ψυχῆς γυμνοῦσθαι τὰ σώματα. οὐχ εὗρεν ὁ βίος τόπον ἀνώλεθρον. οὐδὲν τῶν τῇδε τῆς ἀνίας ἀλλότριον. ἅπαντα τῇ λύπῃ συμμέμικται. ἀνάγκη τις πολυτύραννος τὸν βίον οἰκονομεῖ τὸν ἀνθρώπινον 5. 4. 11 μὴ θαυμάσῃς προθεσμίαν μικρὰν ὅρον ζωῆς ἐκλιπαίνουσαν, καὶ μεγάλην ἀπ' αὐτῆς παρεχομένην ὑπόθεσιν, ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζουσαν, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς. 12 μένους. ἀνδρεῖοι γίνεσθε τὰς ψυχὰς τὴν μεταβολὴν τῶν πραγμάτων ἀγάμενοι. ἥκει γὰρ παρ' ἡμῖν βασιλεὺς Βαβυλώνιος μετὰ τῆς Περσικῆς τύχης δουλαγωγούμενος, καὶ μονονουχὶ μετὰ τοῦ σώματος ἡμῖν καὶ τὸ κράτος ἀπέδοτο,. 13 βειαν θρησκείας τὰ κορυφαῖα τῶν ἐλπίδων τιθέμενος. οὐκ ἀσμενίζουσι Πέρσαι τὸ τύραννον. ἀπίστων ἐπιβαίνει βωμῶν ὁ Βαράμ· οὐ γὰρ βασίλειον ἐπιφέρεται γένος. νόμοις τοιγαροῦν ὕβρεως τὴν κρηπῖδα τοῦ κράτους περιβαλόμενος καταστασιασθήσεται θᾶττον· οὐδὲ γὰρ οἶδε τὸ βίαιον ἀφιλόνεικον ἔχειν 5. 4. 14 τὴν ὕπαρξιν. ταῦτα τοῖς τῆς καρδίας ταμιείοις ἐναποτίθεσθε γραφαῖς ἀτυπώτοις ἀπογραψάμενοι, καὶ μὴ διαχείσθω τοῦ λόγου τὸ καίριον εἰς ἀέρα διαλυόμενον, ἵνα μὴ τὴν αἰσχύνην 5. 4. 15 τῆς ἀποτεύξεως λυπηροτέραν κληρώσησθε. ἔστω δὲ προπομπὸς ὑμῖν τῆς ἐκτάξεως ἀρχιστράτηγος κυρίου δυνάμεως, ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ πρὸ τῶν αἰώνων θεός, τὰς ἀποπερατώσεις αἰσιωτέρας τῶν ἐλπίδων ὑμῖν παρεχόμενος." 5. 5. 1῾ Οπηνίκα οὖν ταῦτα τοῖς ὠσὶ τῶν δυνάμεων ἐνεβάλλετο, θείας ἐπιπνοίας τινὸς τὸ῾ Ρωμαϊκὸν ἐπεπλήρωτο ἄθροισμα, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι ἐπ' αὐτήν που λοιπὸν τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώφρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι· 5. 5. 2 οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. τοίνυν ἀπάραντες ἐντεῦθεν εἰς τὸ πρόσω ἐχώρουν. ἡ δὲ φρουρὰ τῷ Χοσρόῃ ὑπὸ τοῦ῾ Ρωμαϊκοῦ συνετέτακτο· οὐ γὰρ ἡ. 3 χώριος τούτῳ ἀσφάλεια τὸ πιστὸν ἀνελάμβανεν. ὁ μὲν οὖν Δομετιανὸς ἐς τὴν῾ Ρωμαίων πολιτείαν ἐπάνεισι κυρώσας Ναρ- σῆν στρατηγὸν τοῦ πολεμικοῦ· τὸ δὲ στρατόπεδον πλησίον 5. 5. 4 Μύγδονος ποταμοῦ χάρακα διεγράψατο. ὁ δὲ Σαράμης προηγεῖτο τῆς στρατείας τούς τε ἐπισιτισμοὺς ἐρανιζόμενος εἰς ὅσον ἀποχρῆν τράπεζαν τῷ συμμαχικῷ παρεσκεύαζεν. τρίτῃ δὲ ἡμέρᾳ ἐς τὸν Τίγριν αὐτὸν τὸ῾ Ρωμαϊκὸν παραγίγνεται, καὶ τέως ἐς τὸ πρόσω φορᾶς ἀνεκόπτετο τὰς 5. 5. 5 ἐπὶ τῆς᾿ Αρμενίας῾ Ρωμαϊκὰς δυνάμεις ἀπεκδεχόμενον. ὁ δὲ Χοσρόης χιλίους ἐκ τῆς περὶ αὐτὸν φρουρᾶς κοσμίως ἐκτάξας διαπεραιοῦσθαι αὐτοῖς τὸν ποταμὸν ἐγκελεύεται, καὶ ὅπως 5. 5. 6 ἔχει δυνάμεως ἡ ἀντικαθεστῶσα ἀνιχνεύεσθαι δύναμις. οἱ μὲν οὖν τὸν ποταμὸν διανηξάμενοι πρὸς τῷ Ζαβᾷ γίνονται ποταμῷ· ἀκηκοότες τε Βρυζάκιον οὐ πόρρω στρατοπεδεύεσθαι, ὃν ἐπὶ διασκοπῇ ὁ Βαρὰμ ἀπεστέλλετο τῆς῾ Ρωμαϊκῆς ἐπιφοιτήσεως σὺν δυνάμει πολλῇ, χωροῦσιν ἐς αὐτόν, καὶ ἀθρόως περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπιστάντες, τοῦ πολέμου κρατήσαντες ἐζώγρησαν τὸν Βρυζάκιον, ὦτα τε καὶ ῥῖνα τῇ 5. 5. 7 κοπίδι κατατεμόμενοι ἐς βασιλέα Χοσρόην ἐξέπεμπον. ὁ δὲ Χοσρόης ἐπιδεξίου τῆς ἐπιβολῆς αὐτῷ γενομένης εἰς μέγα ἤρθη χαρᾶς· διεγνωκώς τε τὴν τῶν ἐναντίων διάνοιαν παραθήγει τὸν τῆς῾ Ρωμαϊκῆς δυνάμεως ἔξαρχον μὴ διαχεῖν τὸν 5. 5. 8 καιρὸν παρεχόμενον αὐτοῖς δυσμαχωτάτην ἐπίτευξιν. διά τοι τοῦτο διαπορθμεύονται τὸν ῥοῦν αἱ δυνάμεις καὶ τῷ Διναβαδών, οὕτω καλουμένῳ χώρῳ, τάφρῳ περιστοιχίζονται, ἔνθα δὴ Χοσρόης῾ Ρωμαίων τε καὶ Μήδων τοὺς ἡγεμόνας εἱστία. ἤδη δὲ τοῦ δείπνου μεσοῦντος, ὁ Βρυζάκιος δέσμιος ἐς μέσον 5. 5. παράγεται, ῥῖνα καὶ ὦτα ἀνάπηρος. ὅτε δὲ παιγνίων τοῖς δαιτυμόσι παρανάλωμα γέγονεν, ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῖς ὑπασπισταῖς τοῖς περὶ αὐτὸν ἀσήμῳ προστάξας θεσπίσματι τῷ σχήματι τῆς χειρὸς θανάτῳ τοῦτον ἐκδίδωσιν· οὐ γὰρ εὐωχουμένοις θέμις τοῖς Πέρσαις διαλαλεῖν. οἱ μὲν οὖν ἐκκεντήσαντες 5. 5. 10 τὸν Βρυζάκιον ἀνεῖλον, ὡς προσετάχθησαν. ἀναμεμιγμένου τοίνυν τοῦ δείπνου καὶ αἵμασιν, ἀκροτελεύτιον ἡδονὴν τοῖς ἐγκλίτοις ὁ Χοσρόης παρείχετο· μύροις γὰρ αὐτοὺς κατομβρίσας ἀναδήσας τε στεφάνοις τοῖς ἄνθεσιν ἐπινίκιον πίνειν ἐκέλευεν. 5. 5. 11 οἱ μὲν οὖν τότε ἱλαρυνθέντες ἐπὶ τῇ πανδαισίᾳ εἰς τὰς. 11 τῶν σκηνὰς ἀπῄεσαν ταῦτα δὴ διηγούμενοι ὅσαπερ αὐτοῖς ἑστιωμένοις ἀπήντησεν· καὶ ἦν Βρυζάκιος τῶν τοῦ λόγου μελῶν τὸ ἐπίσημον. 5. 6. 1 Τῇ δὲ ἐσαύριον βασιλεὺς Χοσρόης τό τε συμμαχικὸν τὸν Ζαβᾶν ποταμὸν διεπεραιώσατο. Μεβόδης δὲ ὁ Πέρσης ὁ ἐς τὸ Σιγγάρων σταλεὶς τῇ Βαβυλωνίᾳ προσέβαλλεν, καὶ ἄγχιστα τῶν βασιλείων γενόμενος πόλεων τῷ ἐφεστηκότι τοῦ βασιλικοῦ πρυτανείου ἐξέπεμπεν ἄγγελον, μεγάλην ἐπισιτισμοῦ παρασκευὴν αὐτὸν ἀπεργάσασθαι, χρημάτων τε ἐπιδόσεις ἱκανὰς καταθεῖναι, πλήθη πολλὰ συμμαχικῶν αὐτῷ συρρευσάντων δυνάμεων, εἶναί τε θάνατον τῆς ῥαθυμίας 5. 6. 2 ζημίαν. ὁ μὲν οὖν τοῦ πρυτανείου τὴν φροντίδα περιβαλόμενος ἐπιδεικνύει τοῦ Μεβόδου τὰ γράμματα τῷ ἐπιστατεῖν τῶν βασιλικῶν θησαυρῶν ἐς τὰ βασίλεια ὑπὸ τοῦ Βαρὰμ 5. 6. 3 καταλειφθέντι. ὁ δὲ καταπλαγεὶς τὴν ψυχήν, μεσούσης νυκτὸς τὸ περὶ αὐτὸν στρατιωτικὸν συναγείρας εἰς τὴν 5. 6. 4 Κτησιφῶντα χωρεῖ, καταλιπὼν τὴν Σελεύκειαν. λέγεται δὲ τὴν Σελεύκειαν τὸν ἐπίκλην Νικάτορα Σέλευκον μέσον τοῖν δυοῖν ποταμοῖν οἰκοδομήσασθαι, ὧν ὁ μὲν Τίγρις ἐπὶ τὴν Περσικὴν θάλατταν ἔκχυτός ἐστιν ὅλῳ τῷ ῥεύματι, ὁ δὲ Εὐφράτης περὶ τουτονὶ τὸν χῶρον γινόμενος διατέμνεται τρίχα τό τε οἰκεῖον ὄνομα ἀποβάλλει καὶ διαφόροις. 5 γορίαις ὀνομάζεται. τούτου ἡ μὲν μία ἀπόρροια διώρυξι μεγάλαις καὶ τάφροις κατακερματιζομένη πως ἀφανίζεται· τοῦτό τοι καὶ πάμφορον αὐτὴν ἐκείνην τὴν γῆν ἀπεργάζεται. ὁ δὲ ἕτερος ἀπορρὼξ εἰς τὴν Βαβυλωνίαν προχέεται, καὶ τὰ 5. 6. 6 τῆς᾿ Ασσυρίας ἕλη περιλιμνάζει διασπειρόμενος. ἡ δὲ τρίτη διαρρεῖ τῆς Σελευκείας ἐχόμενα καὶ εἰς τὸν Τίγριν εἰσβάλλει καὶ δίδωσι τῷ πολίσματι δυσμαχωτάτην ἀσφάλειαν, ταῖς λαγόσι τῶν ὑδάτων ὥσπερ στεφάνῃ ἕρκους τινὸς τὸ ἄστυ. 7 ρώσασα. ἡμέρα δὲ δευτέρα, καὶ ὁ Μεβόδης ἄφρακτον ἀκηκοὼς τὴν Σελεύκειαν προσβάλλει ταύτῃ νυκτός, προστάξας τοῖς῾ Ρωμαίοις τῇ πατρίῳ φωνῇ ἀλαλάζειν τε καὶ διαλέγεσθαι παίειν τε τῷ ξίφει εἰκῇ καὶ ὡς ἔτυχε τὸν ἐντυγχάνοντα. 5. 6. 8 οἱ μὲν οὖν περὶ τὴν Σελεύκειαν καταπεπτωκότες τῷ φόβῳ ἀνανταγωνίστῳ εὐνοίᾳ τῷ Μεβόδῃ τὴν πόλιν παρέδοσαν. ἐντεῦθεν θορύβου ἐξαισίου ἐπιδημήσαντος, ὡς καὶ τῇ Κτησιφῶντι μεταδοῦναι τῆς καταπλήξεως, λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσι βαρβάροις ὡς Σελεύκεια ἥλω ὑπὸ 5. 6. πληθύος῾ Ρωμαϊκῆς. πάντων τοίνυν ὑπὸ δέους εἰς ἓν ἐκκλησιασθέντων, ἐδογματίζετο αὐτοβοεὶ παραδώσειν῾ Ρωμαίοις. ὁ μὲν οὖν καὶ τὴν αὐτόθι ἀπολιπὼν καταφυγὴν εἰς τὴν πέλας᾿ Αντιόχειαν ἀφικνεῖται, ἣν Χοσρόης ὁ Καβάδου ὁπηνίκα τὴν᾿ Αντιόχειαν τὴν πρὸς τῇ Συρίᾳ ᾕρει ᾠκοδομήσατο 5. 6. 10 καὶ τὸν ἐκεῖσε λαὸν ἐν ταύτῃ που μετεφύτευσεν. ὁ δὲ Μεβόδης τὴν Κτησιφῶντα καταλαβὼν τῶν βασιλείων θησαυρῶν ἐτίθετο πρόνοιαν τόν τε Χοσρόην, ὡς ἐνῆν, βασιλέα ἀνηγόρευέ τε καὶ διεκήρυττεν. ἡ δὲ Κτησιφῶν μέγιστα βασίλεια τῇ Περσίδι καθέστηκεν. λέγεται δὲ᾿ Ιουστινιανὸν τὸν αὐτοκράτορα λίθον῾ Ελληνικὴν Χοσρόῃ τῷ Καβάδου παρέχεσθαι τούς τε περὶ τὴν οἰκοδομίαν δεινοὺς τέκτονάς τε ὀρόφων ἀγχίνους, καὶ βασίλεια δείμασθαι τῷ Χοσρόῃ τέχνῃ῾ Ρωμαϊκῇ οὐ πόρρω τῆς Κτησιφῶντος τὴν ἵδρυσιν 5. 6. 11 ἔχοντα. οἱ μὲν οὖν τὴν Βαβυλωνίαν κατοικοῦντες βάρβαροι τῆς μεταβολῆς ὀρεγόμενοι τὰ Χοσρόου φρονεῖν προετίμησαν· ὁ δὲ Μεβόδης ἐς᾿ Αντιόχειαν τὴν Περσῶν πτυκτίον ἐξέπεμπε γραμμάτων῾ Ρωμαϊκῶν. ἡ δὲ δέλτος εἶχεν ἐπὶ λέξεως τάδε· καλὸν γὰρ οἶμαι καὶ αὐτῆς τῆς συνθήκης τῶν ῥημάτων τὴν ἔκθεσιν, ὡς ἔχει φύσεως, προενέγκασθαι. 5. 7. 1"῾ Ρωμαῖοι πιστοὶ ἐν Χριστῷ᾿ Ιησοῦ τῷ κυρίῳ ἡμῶν τοῖς τὴν᾿ Αντιόχειαν τῆς Περσίδος χαίρειν. οὔτε βασιλέως κελεύσεσι πειθόμενοι οὔτε ταῖς Χοσρόου ὑποσχέσεσιν ἐπικαμπτόμενοι τὸν τοιοῦτον κάματον κατεδεξάμεθα, ἀλλ' ἵνα ἐν ταλαιπωρίᾳ γηράσαντας ὑμᾶς ἐκ τῆς κοιλίας τῆς Περσίδος 5. 7. 2 διασώσωμεν, ἤλθομεν εἰς ταύτην τὴν γῆν. ἵνα οὖν καὶ ὁ σκοπὸς ὁ ἡμέτερος πέρας ἀπολάβῃ καὶ ἡ ὑμετέρα, ἀδελφοί, ἐπιθυμία πρὸς χαρὰν καταντήσῃ, τοὺς προσφυγόντας εἰς᾿ Αντιόχειαν τὴν πόλιν τὴν αὐτόθι ἔκδοτε ἡμῖν, καὶ τοὺς φρονοῦντας τὰ Βαράμ. θέλομεν γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι, ἐὰν τούτου τοῦ κεφαλαίου παραμελήσητε, οὐκ ἔχετε τῷ ἀποτελέσματι 5. 7. 3 εὐχαριστῆσαι." ταύτης γοῦν τῆς ἐπιστολῆς τοῖς τὴν᾿ Αντιόχειαν οἰκοῦσιν ἀποδοθείσης καὶ ἐς κοινὸν γενομένης γνωρίμου, εἰς ἓν [οὓς] ἦλθε τὸ πλῆθος τοῦ ἄστεος, καὶ τὸν ἄνδρα ξυλλαβόντες τοῖς παρὰ τοῦ Μεβόδου σταλεῖσι παραδεδώκασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἡδονῇ τὰ Βαρὰμ. 4 ζοντας. ὁ δὲ Μεβόδης ἐξ ἐπιλέπτου τὰ τῶν ἀντιπάλων ὑπὸ τῶν δεσμίων μεμαθηκώς, αἰκισάμενος τούτων τὸν ἔξαρχον τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀποτομῇ λωβησάμενος ἐς τὸν Χοσρόην παρέπεμπεν, τοὺς δὲ λοιποὺς ῥομφαίας παραδέδωκε 5. 7. 5 στόματι. ἕκτη δὲ ἡμέρα, καὶ πολλοὺς τοῦ᾿ Ιουδαϊκοῦ ἱκανῶς μετεσχηκότας τῶν ὑπὸ τοῦ Βαρὰμ νεωτερισθέντων τῷ. 6 νάκῃ διώλεσε θάνατον ἐπιθεὶς ζημίαν αὐτοῖς. οὐκ ἀναξιόλογος γὰρ ἡ ὑπὸ τῶν᾿ Ιουδαίων τῷ Βαρὰμ γεγονυῖα πρὸς τὴν τυραννίδα ῥοπή. πλῆθος γὰρ τοῦ τοιούτου ἔθνους πλούτῳ κατάκομον τὸ τηνικαῦτα καιροῦ τὴν Περσίδα κατῴκει. 5. 7. 7 τῶν γὰρ῾ Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ἁλόντων, τοῦ τε ναοῦ ἐμπιπραμένου, ὀρρωδοῦντες πολλοὶ τῶν᾿ Ιουδαίων τὴν῾ Ρωμαίων ἀλκὴν ἐκ τῆς Παλαιστίνης ὡς τοὺς Μήδους μεταναστεύουσι καὶ πρὸς τὴν ἀρχέγονον τιθήνην μεταναστεύουσιν, ἐξ ἧς ὁ προπάτωρ ἐτύγχανεν ὢν 5. 7. 8᾿ Αβραάμ. τὰ τιμιώτατα τοίνυν οὗτοι ἐμπορευσάμενοι καὶ τὴν᾿ Ερυθρὰν διαπεραιούμενοι θάλατταν, περιουσίας χρηματισθέντες μεγάλας περιεβάλοντο. ἐντεῦθεν καὶ πρὸς τὰς στάσεις καὶ τὰς Βαβυλωνίας τῶν δήμων ἐκκαύσεις. τατα διωλίσθαινον. ἔστι γὰρ πονηρὸν τὸ ἔθνος καὶ ἀπιστότατον, φιλοθόρυβόν τε καὶ τύραννον, καὶ φιλίας ἥκιστα μνημονικόν, ζηλότυπόν τε καὶ ὑποβάσκανον, καὶ ἐς ἔχθραν 5. 7. 10 ἀμετάθετόν τε καὶ ἀδιάλλακτον. τούτους οὖν ὁ Μεβόδης καταπολεμήσας ποικίλοις ὀλέθροις ἀπέδοτο. ὅτε οὖν τῶν βασιλείων ἐκράτησεν, ἐκ τῶν τιμιωτέρων κόσμων ἀναλεξάμενος τὰ κυριώτατα ἐς Χοσρόην ἐξέπεμπεν. οἱ μὲν οὖν ἀμφὶ τὸν Χοσρόην῾ Ρωμαῖοί τε καὶ Πέρσαι ἐν᾿ Αλεξανδρια- νοῖς, οὕτω καλουμένῳ χώρῳ, τέτρασιν ἡμέραις ἀφίκοντο. 5. 7. 11 τὴν δὲ προσηγορίαν ὁ χῶρος ἀπὸ τῶν πράξεων τοῦ Μακεδόνος᾿ Αλεξάνδρου κατεκληρώσατο· ὁ τοῦ Φιλίππου γὰρ ἐκεῖσε γενόμενος ἅμα τῇ Μακεδονικῇ δυνάμει τῇ τε῾ Ελληνικῇ ξυμμαχίᾳ ἐρυμνότατον κατεσκάψατο φρούριον τούς τε ἐν αὐτῷ βαρβάρους διώλεσεν. 5. 8. 1 ἐκεῖθεν τοίνυν μεταφοιτήσαντες δευτέρᾳ ἡμέρᾳ῾ Ρωμαῖοί τε καὶ Πέρσαι προσβάλλουσι κλίματι Χναιθᾶς λεγομένῳ. τῇ δὲ ὑστεραίᾳ ὑπὸ πρώτην ἕω Ναρσῆς, ὁ τῶν ἑῴων ταγμάτων ἡγούμενος, Κομεντίολον ταγματάρχην τοῦ δεξιοῦ κέρατος τοῦ μαχίμου σὺν ἱππεῦσι χιλίοις προκαταληψόμενον ἐξέπεμπε τὴν διάβασιν τοῦ ἑτέρου 5. 8. 2 Ζαβᾶ ποταμοῦ. τούτου δὴ γεγονότος καὶ οἱ ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἀποσταλέντες τὸ πραχθὲν διαγνόντες ἐπανῆκον εἰς τὸν Βαράμ, ταῦτα δήπου αὐτῷ διαγγέλλοντες. ἀτὰρ ὁ Βαρὰμ τὴν μετ' ἐκείνην γέφυραν προκατασχεῖν ἐνεχείρει. 5. 8. 3 ὑπέτρεφε δὲ τὰς ἐλπίδας τῷ θάρσει ὡς δὴ τῆς περὶ τὴν᾿ Αρμενίαν῾ Ρωμαϊκῆς στρατοπεδεύσεως διὰ τὴν δυσχωρίαν τῶν τόπων οὐχ οἵας τε οὔσης συνάπτεσθαι ταῖς ἑῴαις τῶν 5. 8. 4῾ Ρωμαίων δυνάμεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς ἄνδρας ἑλὼν ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντας καὶ μάστιξιν ὡς ἐνῆν ἀνετάσας διέγνω ὅπως ἔχει τὸ πολέμιον γνώμης. καὶ δῆτα ἀποχρῶσαν παρέχεται δύναμιν῾ Ρουφίνῳ τῷ Τιμοστράτου, εἶτα προστάττει τὰς ἑτέρας 5. 8. 5 οἰκειώσασθαι διαβάσεις. τῇ δὲ ἐπιούσῃ, νυκτὸς ἐπιγενομένης, πρώτῃ παραφυλακῇ ἀπάρας ὁ στρατηγὸς γίνεται τῶν διαβάσεων κάτοχος καὶ εἰσβάλλει εἰς τὴν τῶν Νανισηνῶν χώραν ἐξαπιναίως. ἡλίου δὲ μεσοῦντος οἱ τοῦ Βαρὰμ ταῦτα 5. 8. 6 δὴ θεασάμενοι τῷ τυράννῳ ἐξεῖπον. ὁ δὲ διαμαρτὼν τοῦ σκοποῦ πρὸς βορρᾶν τε καὶ ἕω τὰς δυνάμεις διέσχιζεν, ὅπως ὑποτέμῃ τὴν σύμμιξιν τῆς προσδοκητοῦ τῶν῾ Ρωμαίων ἀπὸ τῆς᾿ Αρμενίας δυνάμεως. ἤδη δὲ τοῦ Βαρὰμ συντονίᾳ τινὶ τὴν ὁδὸν διανύοντος καὶ εἴς τινα παρακειμένην λίμνην ἀφικομένου, συνέβη τοὺς ἀπὸ τῆς᾿ Αρμενίας ἄγχιστα. 7 γενέσθαι. ἐπεὶ δὲ προεῖδον οἱ τῶν῾ Ρωμαίων σκοποὶ τὸν Βαράμου στρατόν,᾿ Ιωάννῃ τῷ στρατηγῷ ἀπήγγελλον ἱππέων Περσικὰ στίφη ἰέναι πως κατ' αὐτῶν. ὁ μὲν οὖν᾿ Ιωάννης πρὸς ἔκταξιν τὰς δυνάμεις ἐκόσμησεν, ὁ δὲ Βινδόης τὴν Περσικὴν ἀνελάμβανε φάλαγγα· τῆς δὲ῾ Ρωμαϊκῆς συντάξεως 5. 8. 8 ὁ στρατηγὸς᾿ Ιωάννης ἡγεῖτο. ποταμοῦ δὲ διελομένου τόν τε Βαρὰμ καὶ τὰς περὶ τὸν᾿ Ιωάννην δυνάμεις῾ Ρωμαίων τε καὶ Περσῶν, τὰ τῆς συμπλοκῆς αὐτοῖς ἀνεκόπτετο. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς νότον ἐκκλίνει ἅμα τῷ Βινδόῃ τὰ. μαίων στρατεύματα. ὁ μὲν οὖν Ναρσῆς καὶ Χοσρόης ἐκ τῆς Νανισηνῶν χώρας ἀπάραντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ γίνονται πλησίον κώμης τινὸς ἣν Σιραγανῶν οἱ ἐγχώριοι κατονομάζουσιν. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς τὰς ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς᾿ Αρμενίας῾ Ρωμαϊκὰς πλη- 5. 8. 10 σιάζειν ἐγίνωσκεν. διά τοι τοῦτο ἐπιστολεῖς πρὸς᾿ Ιωάννην ἐξέπεμπε καὶ παρενεγύα τῷ στρατηγῷ ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν ἂν ἐς κοινὸν ἑκάτεραι δυνάμεις συναπτόμεναι τὴν ἀλκὴν ἀνανταγώνιστον σχοίησαν. 5.. 1 Κατὰ τοῦτον δῆτα τὸν χῶρον αὐλιζομένῳ Χοσρόῃ οἱ παρὰ τοῦ Μεβόδου σταλέντες ἧκον παρὰ τὸν βασιλέα αἰσίων 5.. 2 ἀφηγημάτων ἔχοντες διαγόρευσιν. ὁ μὲν οὖν τὰ ἐπὶ τῆς Βαβυλωνίας πραχθέντα διαγνοὺς τῷ Μεβόδῃ τήν τε σκευὴν τὴν βασίλειον τὴν ἀπὸ τῆς Κτησιφῶντος δεδεγμένος σταλεῖσαν αὐτῷ, ἐπὶ τοῖς κατωρθωμένοις ἐναβρυνόμενος μεθ' ἱλαρίας Ναρσῇ τε καὶ ταῖς῾ Ρωμαίων δυνάμεσιν ἐστηλίτευε τὴν ἐπί- 5.. 3 τευξιν. ἡμέρα δὲ πέμπτη, καὶ τρισὶ τὸ῾ Ρωμαϊκὸν χρησάμενον χάραξι τοῖς περὶ τὸν᾿ Ιωάννην κοινοῦται συντάγμασιν. αἱ μὲν οὖν δυνάμεις ἐς κοινὸν συνελθοῦσαι μεγίστης τινὸς εὐρωστίας ἀμοιβαίως σφίσιν αὐταῖς ἐδίδοσάν τε καὶ ἀντε5.. 4 λάμβανον. λέγεται δὲ τὸν μὲν Χοσρόην ἅμα τῷ συμμαχικῷ τῶν ἑξήκοντα περαιτέρω ἐπιφέρεσθαι χιλιάδας μαχίμων, τὸν δὲ Βαρὰμ τεσσαράκοντα χιλιάσιν ὁπλιτικοῦ καττύειν τὸν 5.. 5 πόλεμον. καὶ δὴ ὁ Βαρὰμ κλέψαι διενοεῖτο τὸν πόλεμον ἐνάλλεσθαί τε νυκτὸς κατὰ τῆς τῶν῾ Ρωμαίων δυνάμεως. τῆς τοίνυν δυσφορίας τῶν τόπων κωλύμην τῇ ἐπιβουλῇ παρασχομένης, ἡλίου ἀνίσχοντος κατάδηλος῾ Ρωμαίοις ἐγίνετο, 5.. 6 ὅ τε δόλος ἐς τὸ φανερὸν ὑπεξήγετο. τρίτῃ δὲ ἕῳ, καὶ οἱ μὲν ἀμφὶ τὸν Βαρὰμ πολεμησείοντες μετὰ βοῆς τε καὶ θορύβου ἐπῄεσαν, τὸ δὲ῾ Ρωμαϊκὸν ἡσυχίας εὐκοσμίᾳ καὶ τοῦ θρύλου ἀμέτοχον διιθύνετο πρὸς παράταξιν. τῷ τε Βινδόῃ καὶ Σαράμῃ τοῖς στρατηγοῖς ὁ Ναρσῆς ἐχαλέπαινεν οὐχ οἵοις τε οὖσι τὰς περὶ αὐτοὺς δυνάμεις τῶν βαρβάρων 5.. 7 κατευνάζειν πρὸς τὸ τῆς ἠρεμίας ἀθόλωτον. τοίνυν μετεδίδοσαν καὶ τῆς ἑαυτῶν εὐκοσμίας ταῖς συμμαχούσαις τῶν βαρβάρων οἱ῾ Ρωμαῖοι δυνάμεσι καὶ πείθουσι διακοσμῆσαι τάξει τὴν ἔκταξιν τῆς τε ἀλόγου ἀποσχέσθαι κλαγγῆς. 5.. 8 τριττοῖς τοιγαροῦν τὸ῾ Ρωμαϊκὸν στίφεσι συνετέτακτο, καὶ τὸ μὲν μέσον ὁ Χοσρόης ὅ τε Ναρσῆς περιεβάλλετο κέρας, τὸ δεξιόν τε Μεβόδης καὶ Σαράμης οἱ Πέρσαι, τῆς Μηδικῆς ἐξηγούμενοι φάλαγγος, τὸ δὲ ἕτερον᾿ Ιωάννης ὁ στρατηγός, τῆς τῶν᾿ Αρμενίων πληθύος ἐπιστατῶν. οὕτω δήπου καὶ τὸ ἀντίπαλον ἀντετέτακτο καὶ τρισὶ συντάγμασι ταύτῃ διεκό5.. σμησεν. τὸ μὲν οὖν῾ Ρωμαϊκὸν σφαδάζον τῇ γνώμῃ ἀκατάσχετον ἦν ταῖς ὁρμαῖς, τὸ δὲ ἀντίπαλον τῷ σθένει καὶ τῷ πλήθει καὶ τῇ τάξει τῶν῾ Ρωμαίων καταπληττόμενον ἐπ' ὄρους ἀνάβασιν ἀνετέτραπτο. διά τοι τοῦτο πεντακόσιοι τῆς περὶ τὸν Βαρὰμ συμμορίας τὰ ὅπλα καταθέντες 5.. 10 προσχωροῦσι῾ Ρωμαίοις. ὁ μὲν οὖν Χοσρόης ἄκων πεφυκὼς τῷ ἐγχειρήματι πρὸς τὸ ἄναντες παροτρύνει῾ Ρωμαίους χωρεῖν.῾ Ρωμαῖοι δὲ τοῦτο δὴ τοῦτο τοῖς τῆς ἀβουλίας κόλποις ἐναποθέμενοι, ὡς εἶχον συνέσεως, τῆς τακτικῆς ἁρμονίας ἔξω που μὴ διαθέοντες, δι' ἑτέρων ἀνεβάλλοντο πρὸς τὰ ὑψηλὰ 5.. 11 τοῦ ὄρους χωρεῖν. οἱ δὲ βάρβαροι καταναγκασθέντες ὑπὸ τοῦ σφῶν αὐτῶν βασιλέως τῶν ἀλόγων κινδύνων ἐφήπτοντο, καὶ τοῦ ὄρους ἐπιβαίνειν θαρρήσαντες ὑπὸ τῶν ἀντιπάλων καρτερῶς ἐξωθοῦντο. καὶ ἦν ἂν θάνατος μέγιστος ζημία τῷ ἐγχειρήματι, εἰ μὴ῾ Ρωμαῖοι τῆς διώξεως τοὺς βαρβάρους 5.. 12 ἀπέπαυσαν, ἀντιμέτωπον αὐτοῖς ἐκταξάμενοι. ἡλίου δὲ δὴ πρὸς δυσμὰς κεκλικότος, ὁ μὲν Βαράμης ἅμα τῇ συμμάχῳ δυνάμει ὡς τὸν χάρακα ἐπανέρχεται ἐπὶ τοῖς οὕτω πραχθεῖσι ψυχαγωγούμενος, τὸ δὲ῾ Ρωμαϊκὸν ἐπὶ τὴν τάφρον γενόμενον τῆς ἀβουλίας κατηγόρει Χοσρόου. 5. 10. 1᾿ Επεὶ δὲ ὁ Βαρὰμ διεγνώκει τὸ῾ Ρωμαϊκὸν ἔχον λίαν ὀξυπαθῶς ἐπὶ τοῖς ἔναγχος ὑπὸ Χοσρόου παρεστρατηγημένοις αὐτοῖς, τῆς τε συμπλοκῆς ἐφιεμένοις ἀκρότατα, ὄρθριος γενόμενος λύει τὸν χάρακα καὶ ἐκκλίνει πρὸς τὰ 5. 10. 2 δύσχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. γίνονται γοῦν μετὰ τοῦτο ἐς τὸ πλησίον πεδίον καθειμένον, ἔνθα καὶ τὸ Κάνζακον καθίδρυται πόλισμα, μεταστρατοπεδευσάμενός τε καὶ ὁ Βαρὰμ ἐντεῦθεν ἐφ' ἕτερα τὰς δυνάμεις μετέβαλλεν,. 3 τους ἐντεῦθεν τῶν῾ Ρωμαίων τὰς ὁρμὰς τεκταινόμενος. οἱ δὲ῾ Ρωμαῖοι τὴν μεταχώρησιν τοῦ Βαρὰμ ἐγνωκότες συντόνῳ πορείᾳ ἄγχιστά που τῶν πολεμίων στρατοπεδεύονται. εἶτα προσβάλλουσι ποταμῷ τῷ Βλαράθῳ, ἔνθα τὴν νύκτα. 4 σάμενοι ἡμέρας ἀφικομένης πεδίῳ εὐρεῖ προσωμίλησαν. οἱ μὲν οὖν στρατηγοὶ τῶν῾ Ρωμαίων διακεκοσμηκότες τὰ μάχιμα, πολλῶν καὶ ἀγαθῶν εἰσηγήσεων τὸ ὁπλιτικὸν ἐμφορήσαντες τῇ τριπλῇ φάλαγγι τὸν πόλεμον διεσκεύασαν. σύμβολον δὲ οἱ῾ Ρωμαῖοι καὶ τοῖς συμμαχοῦσι βαρβάροις παρείχοντο τὴν τῆς θεομήτορος καὶ παρθένου προσηγορίαν διδάξαντες, ἵνα μὴ τῷ διακεκριμένῳ τοῦ γένους ὡς ἀντίπαλον τὸ συμμαχικὸν διαφθαρῶσιν, τῷ συγκεχυμένῳ τῆς συμπλοκῆς ἀδιάρθρωτον αὐτοῖς τῶν οἰκειοτάτων παρεχομένων τὴν δήλωσιν. 5. 10. 5 καὶ παράδοξόν τι χρῆμα συνέβαινεν· ἐγίνετο γὰρ καὶ Χαλδαίοις τὸ τῆς Μαρίας σωτήριον ὄνομα. κατεκόσμει μὲν καὶ ὁ Βαρὰμ τρισὶ λόχοις τὴν οἰκείαν ἀλκήν, καὶ τὸ μὲν μεσαίτατον τῆς ἐκτάξεως ἐπεῖχεν ὁ τύραννος, οἱ δὲ ἡγεμόνες τοῦ 5. 10. 6 συμμαχικοῦ τὴν ἐφ' ἑκάτερα δύναμιν. ναὶ μὴν καὶ ἐλέφασι τοῖς᾿ Ινδικοῖς θηρίοις καθάπερ προβόλους τινὰς τῶν ἱππέων ἡγεῖσθαι κατέταττεν, τούς τε ἀνδρειοτέρους τῆς μαχίμου δυνάμεως ἐπὶ τῶν θηρίων ἀναβιβάσας παρεσκεύαζε μάχεσθαι. οὐκ ἠμοίρει δὲ καὶ τὸ ἑκάτερον τούτων δὴ τῶν συμμάχων θηρίων. ὁ μὲν οὖν Χοσρόης πεντακοσίοις ἐς φρουρὰν 5. 10. 7 ἀνδράσι περιφραξάμενος περιεπόλει τὰς τάξεις. ἀλλ' ὁπότε ἔβλεψάν τε καὶ ἀντεβλέφθησαν ἑκάτεραι δυνάμεις ἀλλήλας, τά τε σημεῖα μετεωρίζετο ἠρέμα τε ὑπὸ τοῦ πνεύματος ἐκρατύνετο, αἵ τε σάλπιγγες περιεδόνουν καὶ τὴν συμπλοκὴν ἐξεβάκχευον ταῦτα δὴ περιβομβοῦσαι τὰ τοῦ πολέμου μυστήρια, ἐκαινοτομεῖτο λοιπὸν τὸ μεταίχμιον καὶ τῶν οἰκείων 5. 10. 8 ὅρων ἐχήρευεν. ἀγχιμάχου τοίνυν συμπλοκῆς γενομένης, ὁ Βαρὰμ τὸ μεσαίτατον τῆς περὶ αὐτὸν καταλιμπάνει δυνάμεως καὶ πρὸς τὸ εὐώνυμον μετεχώρησεν. πλείστης τοίνυν μεταδοὺς τῆς ἀλκῆς τοῖς ἀναδεδεγμένοις αὐτὸν εἰκότως τὴν ἀντιμέτωπον κεραΐζεται φάλαγγα, τῇ συντάξει τοῦ πλήθους 5. 10. ἐξαπιναίως ἐγκείμενος. οἱ μὲν οὖν῾ Ρωμαῖοι κατὰ τοῦτο τὸ κλίτος διαιρεθέντες ἐτράποντο πρὸς φυγήν, φέρειν οὐκ ἔχοντες τὴν ἀντιβρίθουσαν δύναμιν. καὶ οὖν ὁ Ναρσῆς τοῦτο δὴ θεασάμενος, ἠρέμα πλῆθος συρρεῖν τοῖς ἀδυνατοῦσιν ἐγκελευσάμενος ἔστησε τῆς φυγῆς τὴν κατασθένουσαν 5. 10. 10 δύναμιν. ὁ μὲν οὖν Βαρὰμ κατὰ τῆς μέσης τῶν῾ Ρωμαίων χωρήσας ἀλκῆς ἐπειρᾶτο τρέψαι τὸν Ναρσῆν εἰς ἀπόδρασιν. ὁ τοίνυν Ναρσῆς οὐδὲν μέλον αὐτῷ περὶ τῶν ἐλεφάντων καρτερῶς τῷ Βαρὰμ ἀντετίθετο καὶ ἐπιπίπτει τῇ μέσῃ καὶ ἀντιθέτῳ δυνάμει, καὶ συντεταγμένους τοὺς Μήδους. 11 λύει γέ πως αὐτοὺς λίαν κομιδῇ τῆς συννεύσεως. τούτου δὴ γεγονότος καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ δυνάμεις ἐσφάλησαν, καὶ ῥώμῃ κεκρατηκὼς ὁ Ναρσῆς τοὺς μὲν ἱππέας τῶν ἐποχούντων ἀπέβαλλεν, τοὺς δὲ πεζοὺς τῷ δόρατι κατεβάλλετο. 5. 10. 12 τῆς τοίνυν διώξεως κραταιᾶς γενομένης, καὶ τοῦ φόνου τεθηλότος ἀνὰ τὸν χῶρον, ἓξ Βαβυλωνίων ἀποδράσασαι χιλιάδες ἐπί τινα λόφον γενόμεναι τῆς σωτηρίας ὠρέγοντο. τὸ δὲ῾ Ρωμαϊκὸν περιστοιχίσαν τὸν λόφον τῆς δραπετίδος κρατοῦσι δυνάμεως. πολλοὺς τοίνυν ζωγρήσαντες ἦγον ἐς 5. 10. 13 Χοσρόην δεσμίους. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τοὺς μὲν μαχαίρας ἀπέδοτο στόματι, ἐνίους τοῖς ποσὶ τῶν θηρίων παρείχετο παίγνιον. ἐπεὶ δὲ διεγνώκει εἶναί τινας τῶν ἑαλωκότων ἐκ τοῦ ἔθνους τῶν Τούρκων, ἐς βασιλέα ἐκπέμπει Μαυρίκιον, τὴν῾ Ρωμαϊκὴν στηλιτεύων ἀλκὴν ἀπαρχάς τε 5. 10. 14 τῆς νίκης προσφέρων τῷ αὐτοκράτορι. ἐκεχάρακτο δὲ τοῖς μετώποις ἐκείνων τὸ τοῦ κυριακοῦ ἐπίσημον· σταυρὸς δὲ τοῦτο τοῖς πρεσβεύουσι τὴν τῶν Χριστιανῶν θρησκείαν κατονομάζεται. ἐπύθετο γοῦν ὁ αὐτοκράτωρ τί 5. 10. 15 ἂν εἴη τοῦτο τοῖς βαρβάροις τὸ σήμαντρον. οἱ μὲν οὖν ἐκ τῶν μητέρων τοῦτο ἀποκληρώσασθαι ἔφασκον· λοιμοῦ γὰρ τοῖς πρὸς τῇ ἕῳ Σκύθαις καρτεροῦ ἐνδημήσαντός τινας ἐδέησε τῶν Χριστιανῶν εἰσηγήσασθαι τούτῳ δῆτα τῷ τύπῳ τῶν μειρακίων ἐγκεντῆσαι τὰ μέτωπα. τῶν δὲ βαρβάρων μηδαμῶς τὴν εἰσήγησιν παρωσαμένων, σωτηρίαν ἐκ τῆς συμβουλίας ἀντελάμβανον. 5. 11. 1 τὸ δὲ῾ Ρωμαϊκὸν (πρὸς γὰρ τὴν νύσσαν τὸν λόγον ἀντεπενέγκοιμι) λαφυραγωγεῖ τοῦ τυράννου τὰ σκηνοπήγια γυναῖκάς τε καὶ παῖδας τόν τε κόσμον τὸν χρύσεον τήν τε βασίλειον παρασκευήν. τὰ μὲν οὖν τιμιώτερα τῷ Χοσρόῃ παρείχοντο, ὁ δὲ ἐπὶ τοῖς σκύλοις 5. 11. 2 μέγα φρονῶν πρὸς τὸ σοβαρώτατον προσεχώρησεν. ἡλίου δὲ κλίναντος ὁρῶσι῾ Ρωμαῖοι τοὺς ἐπὶ τῶν ἐλεφάντων ἱδρυμένους βαρβάρους ἀκροβολιζομένους καὶ τῷ τόξῳ χρωμένους. διὰ τοῦτο τούτους περιστοιχίσαντες δευτέρας μάχης κρατοῦσι τά 5. 11. 3 τε θηρία ζωγρήσαντες τῷ Χοσρόῃ παρείχοντο. τοῦ πολέμου τοίνυν τοιοῦτό τι πέρας ἀπενεγκαμένου, ἐς τὸν ἑαυτῶν χάρακα῾ Ρωμαῖοι ἐπανέζευξαν, ἤδη που τῆς νυκτὸς ἀνισχούσης αὐτοῖς. τῇ δὲ ὑστεραίᾳ ἐξ ἑωθινοῦ ἡ῾ Ρωμαϊκὴ πληθὺς. 4 ζεται καὶ τῶν τεθνηκότων σκυλεύει τὰ σώματα. μεγάλων τοίνυν αὐτοῖς γεγονότων κτημάτων, ἐς τὴν βασίλειον τοῦ Χοσρόου χωροῦσι σκηνήν. οἱ δὲ τοῦ῾ Ρωμαϊκοῦ στρατοῦ κατ' ἴχνους τοῦ Βαράμου χιλιάδας ἐπεστράτευσαν δέκα κεχειροτονηκότες ταξιάρχας αὐτοῖς τὸν τῶν Χαλκιδέων ταγμάτων ἡγούμενον· Βεσταμίῳ δὲ τὴν βάρβαρον ξυμμαχίαν ἐδίδοσαν. 5. 11. 5 τριταῖοι τοίνυν ἐναυλισθέντες Χοσρόης τε καὶ῾ Ρωμαῖοι ἀνὰ τὸν πολέμιον χῶρον ἀπηλλάσσοντο τῇ τετάρτῃ, ὀδωδότων τῶν τεθνεώτων αὐτοῖς, καὶ τὸ πνῖγος τῆς κακοσμίας φέρειν οὐκ ἔχοντες. παραγίνονται γοῦν ἄγχιστα πόλεως τοῦ Κανζάκου. 5. 11. 6 βασιλεὺς δὲ Χοσρόης ἐπὶ τοῖς συνενεχθεῖσιν αὐτῷ καταγαυριώμενος ἐπινίκια εἱστία῾ Ρωμαίους. αὐτὸς δὲ διέτριβεν ἀνὰ τὴν στιβάδα καταψαλλόμενός τε καὶ καταυλούμενος, ὡς ἔθος 5. 11. 7 Πέρσαις καθέστηκε παιωνίζουσιν. δεκάτην δὲ τῷ χώρῳ προσδιατρίψας ἡμέραν, ἐπείπερ συνεῖδε Μαρῖνόν τε καὶ Βεστάμιον ὡς αὐτὸν παλινδρομήσαντας ἐκ τῆς τοῦ Βαρὰμ διώξεως, τήν τε τῶν ἐχθρῶν ἀποφοίτησιν ἐπισημοτάτην ἐγνώρισεν, τοὺς μὲν῾ Ρωμαίους ἐσέλκει πρὸς τὰ οἴκοι, αὐτὸς δὲ τὴν Περσικὴν φάλαγγα συναθροίσας τῇ Βαβυλῶνι προσομιλεῖ ἄξιον οὐδὲν περὶ τοὺς συμμεμαχηκότας῾ Ρωμαίους 5. 11. 8 ἐπιδειξάμενος. οἱ μὲν οὖν τῶν῾ Ρωμαίων στρατηγοὶ ἐπιμύθιον τοῖς λόγοις τῷ βαρβάρῳ ἐξῄεσαν, μὴ ἀμνημονεῖν τῆς γεγονυίας αὐτῷ ὑπὸ τῶν῾ Ρωμαίων φιλοφροσύνης τε καὶ σωτηρίας. [ἐξῄτει] τοίνυν τούτους που αὐτῷ τοὺς λόγους 5. 11. ἐναποθέμενοι ἐπανῄεσαν οἴκαδε οἱ῾ Ρωμαῖοι. ὁ δὲ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου τοῦ αὐτοκράτορος ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. 5. 12. 1 Λόγος δὲ ὡς ἡμᾶς ἐξεφοίτησε πρὸς τῇ῾ Ιερᾷ πόλει τὸ τηνικαῦτα καιροῦ Γολινδοὺχ γενομένην, τὴν Χοσρόου πρὸς τὰ βασίλεια κάθοδον. ἀλλὰ τίς καὶ πόθεν, κατὰ τὴν ποίησιν, λελέχθω τὸ γύναιον· μὴ γὰρ οὖν ἀφελώμεθα τὴν περὶ ταύτης διήγησιν μεγίστοις σεμνολογήμασιν 5. 12. 2 οὖσαν κατάκοσμον. τίκτεται μὲν οὖν αὕτη ἐπὶ τῆς Βαβυλωνίας, μάγοι δὲ τὸ γένος αὐτῆς· πατὴρ δὲ τῶν ἐπιφανῶν σατραπευόντων ἐφορολογεῖτο τὸ Περσικόν. ἐπεὶ δὲ ἀκμὴ ἐπέστη αὐτῇ, ὥρα λάμπουσα ἐς γάμον, ἀνδρὶ τῶν ἐπισήμων 5. 12. 3 ἐκδίδωσιν. συνεστιωμένη δέ ποτε τῷ ἀνδρὶ ἔδοξεν ἐξαπιναίως γεγονέναι πάρετος, εἶτα ἀκίνητος διαμένειν τῷ σώματι, καὶ τὰς αἰσθήσεις πολλῷ ὕστερον ἐπανήκειν πως ἐς αὐτήν. ἐπεὶ δὲ οἱ θεαταὶ τοῦ πάθους, εἴγε καὶ πάθος δεῖ τήνδε τὴν θείαν ἀποφαίνεσθαι ἔκστασιν, διεπυνθάνοντο τί ἂν εἴη 5. 12. 4 τὸ συμβεβηκὸς τῇ νεάνιδι, ἔλεξε τάδε." μεγάλας που ἐν οὔδει τεθέαμαι ἐναποκειμένας ποινάς, μεγάλων τε ἀγαθῶν πρεσβευομένην τρυφὴν τοῖς τὸν μέγιστον προσκυνοῦσι θεόν, ὃν δὴ Χριστιανοὶ θρησκεύοντες καθεστήκασι Πέρσαις. 5 θεσις γέλωτος." ὁ μὲν οὖν ἐκείνης γαμέτης ἐξεμυκτήριξε τοῦ γυναίου τὰ ῥήματα, ὅτε δέ που ἑδραίαν αὐτῆς τὴν διάνοιαν πρὸς τὴν τῆς θρησκείας μετάθεσιν κατενόησεν, σωφρονίζειν ἐδόκει ῥαπίζων· ἠπείλει δὲ καὶ θάνατον εἶναι ζημίαν αὐτῇ, ὡς θέμις Πέρσαις ποιεῖν τοῖς τὰ μάγων. 6 σασι δόγματα. ἡ μὲν οὖν τῷ θείῳ ἔρωτι πτερωθεῖσα τὸν νοῦν, τὰ ὦτά που καταβύουσα, ταῖς αὔραις διαχεῖσθαι τοὺς λόγους παρείχετο. γίνεται τοίνυν τῷ γυναίῳ καὶ ἑτέρας 5. 12. 7 θείας κρείττονος ἐπιφοιτήσεως ἔλλαμψις· ἄγγελος γὰρ ἐφεστήκει αὐτῇ τήν τε μορφὴν καὶ τὴν ἐσθῆτα λαμπηδόνος φαιδρότερος, καὶ πάλιν αὐτῇ τὴν τῶν φθασάντων θέαν ἐδείκνυε προηγόρευέ τε καὶ τὸν ὅσον οὔπω τοῦ συνευνέτου 5. 12. 8 θάνατον. ὁ μὲν οὖν τοῦ γυναίου γαμέτης καταλύει τὸν βίον κατὰ τὴν τοῦ ἀγγέλου προαναγόρευσιν, τὸ δὲ γύναιον τὴν Βαβυλωνίαν καταλιπὸν πρὸς τὴν Νίσιβιν γίνεται, τοῖς τε τῶν Χριστιανῶν ἱερεῦσι περιτυχὸν ἀνθωμολογεῖτο τὰ 5. 12. μεγαλεῖα τοῦ πνεύματος. μυεῖται γοῦν παρ' αὐτῶν ταῦτα δὴ τὰ τῶν Χριστιανῶν θεῖα ὄντως καὶ ἀπόρρητα δόγματα. ἐπεὶ δὲ τοῖς μάγοις τοῦτο κατάδηλον γέγονεν, ἐς ἀναζήτησιν 5. 12. 10 γίνονται τοῦ γυναίου. ἧκον γοῦν εἰς τὴν Νίσιβιν, καὶ τὰ μὲν πρεσβύτερα τῆς ἀξιώσεως ἐν κολακείαις αὐτοῖς παρεσκεύαστο ἐντεῦθεν ἀποβουκολῆσαι πειρωμένοις τὴν ἄνθρωπον· ἐπεὶ δὲ νικῶνται, καὶ ὁ λόγος αὐτοῖς ἀδρανής, ἐν 5. 12. 11 εἱρκτῇ σκληρᾷ τὸ γύναιον χρόνῳ πολλῷ κατακλείουσιν. τοῦ 5. 12. 11 τοίνυν πάντα θεοῦ περισκοποῦντος καὶ ἀμάρτυρον ἑαυτὸν ἐν οὐδενὶ χρόνῳ καταλιμπάνοντος, ἐπικουρίᾳ τοῦ ἐπιστατοῦντος ἀγγέλου αὕτη τῆς φυλακῆς ἐξεχώρησε καὶ ἐς τὴν 5. 12. 12῾ Ρωμαίων ἀφίκετο γῆν. ἡ μὲν οὖν ἄχρι τῶν῾ Ιεροσολύμων ἐπελθοῦσα διεκήρυττε τὴν ἐπιφανῆ τοῦ θεοῦ καὶ ἀδιήγητον μεγαλειότητα, εὐχάς τε ἀποδομένη ἐν τῷ παναγεῖ μνημείῳ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν᾿ Ιησοῦ Χριστοῦ, τόν τε σταυρὸν τῶν παθημάτων κατασεβασθεῖσα τῷ. 13 ματι ἐς τὴν῾ Ιερὰν ἐπανέδραμε πόλιν. πολλά τε περὶ τῶν ἐσομένων τῷ Χοσρόῃ προαναγορεύσασα τήν τε προσχώρησιν αὐτοῦ῾ Ρωμαίοις πρὸ τῆς τῶν πραγμάτων ἐνάρξεως καταμηνύσασα, βίον τε ἰσάγγελον πολιτευσαμένη, καὶ ὡς πρέπει ἁγίοις τὰ εἰς ψυχὴν καὶ τὸ σῶμα ὁρῶντα, ἀπέστη τῶν τῇδε τὸν τῆς καρτερίας στέφανον ἀκηράτοις ἀναδησομένη τροπαίοις. 5. 13. 1῾ Ο δὲ τοῦ῾ Ρωμαϊκοῦ βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. ἐς νοῦν τοίνυν βαλόμενος ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἄνωθεν αὐτῷ τῆς ἐπικουρίας γεγονυῖαν ῥοπήν, τῷ ἐν μάρτυσιν ἐπιφανεστάτῳ Σεργίῳ σταυρὸν 5. 13. 2 ἐκ χρυσοῦ πεποιημένον λιθοκόλλητον δῶρον ἐξέπεμπεν, ὃν δῆτα Χοσρόης ὁ Καβάδου τὸ ἄστυ παραστησάμενος, λαφυραγωγήσας ἐν τοῖς τῶν Περσῶν ἀνακτόροις ἀπέθετο, ἔτι τῶν῾ Ρωμαϊκῶν σκήπτρων᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος ἐπι- βαίνοντος. ἐν τούτῳ γοῦν τῷ σταυρῷ ἕτερον Χοσρόης ἐπὶ τῆς κεφαλῆς ἐξ ἀπέφθου χρυσοῦ σταυρὸν ἐτεκτήνατο τὴν 5. 13. 3 αἰτίαν ἐντυπώσας ἐν αὐτῷ τοῦ ἀναθήματος. ἐπιστολὴν δὲ δὴ῾ Ελληνικοῖς γράμμασιν ἅμα τῷ κειμηλίῳ ἐς τὸ λεγόμενον Βαρβαρικὸν παρεπέμπετο. ὑπεγέγραπτο δὲ τῇ ἐπιστολῇ καὶ βασιλικὴ ὑποτύπωσις. τὰ δὲ τῆς ἐπιστολῆς ἐν τούτοις δῆτα ἐτύγχανεν ὄντα· οὐκ ἀμείψω γὰρ τῆς λέξεως τὸ ἀρχέτυπον. 5. 13. 4" Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαράμ, υἱοῦ Βαργουσνᾶς, καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς῾ Ρωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπράτην ἐκ τοῦ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τῷ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ 5. 13. 5 ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χαρχάς, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ᾿ Ιανουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα, ὡς, ἐὰν οἱ καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα. 5. 13. 6 καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπράτου ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς αἰτήσεως ἡμῶν, διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τὸν σταυρὸν τὸν παρ' ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ᾿ Ιουστινιανοῦ βασιλέως῾ Ρωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρόου, βασιλέως βασιλέων, υἱοῦ Κοάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ πανσέπτου Σεργίου." 5. 13. 7῾ Ο μὲν οὖν σατράπης κατὰ τὸ διατεταγμένον αὐτῷ ἀπέδοτο τὸν σταυρὸν τά τε γράμματα τοῦ βασιλέως. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ ὁ τοῦ Περσικοῦ βασιλεὺς ἀναγορεύει βασίλειαν Σειρέμ, γένους῾ Ρωμαϊκοῦ, (ἦν δὲ θρησκείας Χριστιανῶν), εἰς ὥραν ἀνθοῦσαν γάμῳ ταύτῃ κατευνασθεὶς κἀντεῦθεν παραχαράττων τῶν Βαβυλωνίων τὰ νόμιμα. 5. 14. 1 τρίτῳ δὲ ἔτει καὶ ἠντιβόλει τὸν δραστικώτατον ἐν Περσίδι Σέργιον παῖδα ἐκ τῆς Σειρὲμ δοθῆναι αὐτῷ. μετ' οὐ πολὺ δὲ τούτου γεγονότος αὐτῷ, δώροις καὶ αὖθις γεραίρει τὸν εὐεργέτην εἰκότως. ἐπιστολὴν δὲ ἐξέπμεψεν῾ Ελληνικῇ συμφράσει χρησάμενος. εἶχε δὲ ἡ ἐπιστολὴ ἐπὶ λέξεως οὕτως. 5. 14. 2" Τῷ μεγαλομάρτυρι Σεργίῳ Χοσρόης, βασιλεὺς βασιλέων. ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ δῶρα τὰ μετὰ τοῦ δίσκου ἐξέπεμψα οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου σου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὸ γνωσθῆναι τὴν ἀλήθειαν τῶν γενομένων καὶ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστιν, ἵνα τὸ ἐμὸν ὄνομα 5. 14. 3 ἐμφέρηται τοῖς ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σειρέμ. καὶ ἐπειδὴ ἡ Σειρὲμ Χριστιανή ἐστι κἀγὼ῞ Ελλην, ὁ ἡμέτερος νόμος ἄδειαν ἡμῖν 5. 14. 4 οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ οὖν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην διὰ τοῦτο τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἔχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς. 5 θότητος ἐν γαστρὶ συλλαβεῖν αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σειρέμ, τὸν σταυρὸν τὸν φορούμενον παρ' αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. καὶ τούτου ἕνεκεν κἀγὼ καὶ ἡ Σειρὲμ τὸν σκοπὸν τοῦτον ἔχομεν, ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον 5. 14. 6 τὸν σταυρὸν κρατῶμεν. καὶ συνείδομεν ἀντ' αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τριακοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας 5. 14. 7 ἐκπέμψαι. καὶ ἐξ οὗ τὴν τοιαύτην ἐν ἐμαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν εἰς τὸ῾ Ρησωνχοσρών, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπές μοι ὅτι ἡ 5. 14. 8 Σειρὲμ ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων, καλῶς, καλῶς. καὶ διὰ τὴν σὴν ἁγιωσύνην καὶ ἐλεημοσύνην, καὶ διὰ τὸ πάνσεπτόν σου ὄνομα, καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σειρὲμ τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ 5. 14. εἶδεν. ἐγὼ δὲ οὐκ ἐδίστασα εἰς τοῦτο, ἀλλὰ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ ἀληθινὸς δοτὴρ τῶν αἰτήσεων. μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων 5. 14. 10 ἀλήθειαν. παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν [γενέσθαι καὶ] πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν 5. 14. 11 κεκοσμημένον χρυσίῳ. τὰ δὲ λοιπὰ μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν αἴτησιν ταύτην εἰσέλθῃς εἰς βοήθειάν μου καὶ Σειρέμ. καὶ ὃ διὰ τῆς πρεσβείας σου γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος, καὶ τῷ θελήματί μου καὶ Σειρὲμ εἰς τέλεον προέλθοι, ἵνα κἀγὼ καὶ ἡ Σειρὲμ καὶ πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν καὶ εἰς σὲ ἔτι πιστεύωμεν." 5. 14. 12᾿ Ες τάχος τοιγαροῦν ὡς τὸ τέμενος ὁ ἀποσταλεὶς ἀφικνεῖται, τὰ δὲ δῶρα τὰ τοῦ βασιλέως ἅμα τοῖς γράμμασιν ἐν τῇ ἱερᾷ περιέθετο τραπέζῃ. 5. 15. 1῾ Ο δὲ Βαρὰμ μὴ χειρωθεὶς ὑπὸ Χοσρόου ἐξαίσιον ὑπεκρούσατο κίνδυνον. τοιγάρτοι τῶν Περσῶν βασιλεὺς πάντας τοὺς κεκοινωνηκότας τῇ τυραννίδι ὀλέθρῳ παρέδοτο, αὐτόν τε Βινδόην τοῖς τοῦ Τίγριδος ἐγκάτοις κατέθετο ὡς 5. 15. 2 οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ῾ Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος῾ Ρωμαίοις κατεπέπαυτο πόλεμος. 5. 15. 3 Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον 5. 15. 2 οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ῾ Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος῾ Ρωμαίοις κατεπέπαυτο πόλεμος. 5. 15. 3 Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον ματαιότητα προαναγορεῦσαι κατὰ τὴν τοῦ πολέμου ἀκμήν. 5. 15. 4 τοῦ γὰρ στρατηγοῦ᾿ Ιωάννου τῆς τῶν᾿ Αρμενίων δυνάμεως εὐδοκίμου αὐτὸν ἀκοσμίας ἕνεκα, καὶ ὡς οὐ δεῖ βασιλέα σκαιὸν πεφυκέναι τοὺς τρόπους τάς τε τῆς ψυχῆς ὁρμὰς ὑπεῖναι ἀλλόκοτον, φασὶ πρὸς τὸν. 5 γὸν λέξαι τὸν βάρβαρον·" εἰ μή περ ὑπὸ τοῦ καιροῦ ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώποις βασιλέα βάλλειν τοῖς σκώμμασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον. 6 τηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς῾ Ρωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς῾ Ρωμαϊκῆς πολιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐνιαυτῶν῾ Ρωμαῖοι Πέρσας 5. 15. 7 δουλαγωγήσητε. τούτων δὴ διηνυσμένων, τὴν ἀνέσπερον ἡμέραν ἐνδημεῖν τοῖς ἀνθρώποις καὶ τὴν προσδοκωμένην λῆξιν ἐπιβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδίδοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται." 5. 15. 8 οὐ μετὰ πολὺ δὲ καὶ ὁ Πρόβος τῆς Χαλκηδονέων πόλεως τὴν ἀρχιερατικὴν φροντίδα περιεβάλετο, καὶ ἤκουσέ που παρὰ 5. 15. Χοσρόου παράδοξα. τοῦ γὰρ αὐτοκράτορος Μαυρικίου τοῦτον ἐς Κτησιφῶντα πρὸς Χοσρόην ἐπαποστείλαντος, ἐν σταθηρᾷ μεσημβρίᾳ τινὶ μετάκλητον εἰς τὰ ἀνάκτορα τοῦτον εἰσποιησάμενος, ἱδρῶτι περιρρεόμενος τῆς θεομήτορος εἰκόνα 5. 15. 10 ἠξίου παρὰ τοῦ ἱερέως θεάσασθαι. ἐπιφερόμενος οὖν ὁ ἱερεὺς τὸ ταύτης ἴνδαλμα ἐν πυκτίῳ ἐδίδου ἐς θέαν ἐλθεῖν τῷ Περσῶν βασιλεῖ. ὁ δὲ προσκυνήσας τὸν πίνακα ἔφασκε παρεστάναι αὐτῷ τὸ τούτου ἀρχέτυπον φῆσαί τε πρὸς αὐτὸν τὰς᾿ Αλεξάνδρου νίκας αὐτῷ τοῦ Μακεδόνος χαρίσασθαι· καίτοι ἤδη που ἀπολαβόντος Χοσρόου τὴν ἐς τὰ βασίλεια κάθοδον τῶν τε τυράννων ἐπικεκρατηκότος ῥύμῃ τε καὶ 5. 15. 11 δυνάμει τοῦ αὐτοκράτορος. διεξῄει ὁ Πρόβος καὶ περὶ τὴν Νινευί τινά που λείψανα τῆς ἐπὶ τῆς Βαβυλῶνος ἐγχειρηθείσης τοῖς ἀνθρώποις πυργοποιΐας ὑπεῖναι, τήν τε πλίνθευσιν, καθὰ τῷ ἱεροφάντῃ Μωσῇ διηγόρευται, εἶναι λίαν ἐπιμελῶς ἐξοπτηθεῖσαν πυρί. 5. 15. 12᾿ Αλλ' ἐπεὶ τοῦ Περσικοῦ πολέμου τῇ συνθήκῃ τῆς ἀφηγήσεως ὡς οἷόν τε ἦν ἀπετερματίσαμεν τὴν ὑπόθεσιν, πρὸς τὰ τῇ Εὐρώπῃ πραχθέντα χωρείτω αὖθις ὁ κάλαμος τὰς βίβλους ναυτιλλόμενος μέλανι, ὅπως ἐπὶ τὸν λιμένα τοῦ σκοποῦ καθορμιζόμενος καὶ τὰς ἐπιφανεῖς τῶν πράξεων φόρτον φερόμενος τὰ τῶν ἀξιαφηγήτων ἀκουσμάτων πληρώσειεν. 5. 16. 1῎ Αρτι γε ἄρα που τοῖς περὶ τὴν ἕω γελώσης ἡμέρας τοῖς πράγμασιν, καὶ τὴν πρόοδον οὐκ ἐκ κλίνης βαρβαρικῆς μυθικῶς ποιουμένης῾ Ομηρικώτερον, ῥοδοδάκτυλός τε ἀπανηναμένης ἀκούειν, ἐπεὶ τὸ ξίφος τοῖς αἵμασιν αὐτοῖς οὐ φοινίσσεται, τὰς δυνάμεις ὁ αὐτοκράτωρ ἐς τὴν Εὐρώπην ὡς τάχιστα μετεβίβαζεν ἐπί τε τὴν᾿ Αγχίαλον τὴν ἐκδημίαν παρασκευάζεται· διεγνώκει γὰρ τὸ᾿ Αβαρικὸν αὖθις ἐθέλειν 5. 16. 2 φοιτᾶν. προσδοκίμου τοιγαροῦν τοῦ βαρβαρικοῦ τυγχάνοντος, ἐς παρασκευὴν συνετέτακτο. οἱ μὲν οὖν ἐντιμότεροι τῶν ἐς συγκλήτου βουλὴν κατελιπάρουν τὸν Καίσαρα χειροτονῆσαι στρατηγὸν τῷ πολέμῳ καὶ ἀναβολὴν τὰ τῆς βασιλικῆς. 3 βολῆς ἀποφέρεσθαι. ἐπεὶ δὲ οὐκ ἔπειθον, ὁ τῶν ἱερατικῶν ταγμάτων ἡγούμενος ἐδεῖτο τὸν βασιλέα ἀποστράτηγον εἶναι, ἑτέρῳ δὲ τὰ τῆς ἀγωνίας περιβαλεῖν. ἐπεὶ δὲ οὐδὲ οὗτος αἰδέσιμος ἦν ἐξαιτούμενος, ἡ βασίλεια ἅμα τοῖς παισὶ ποτνιωμένη ἠντιβόλει τὸν γαμέτην τὸν Καίσαρα ἐπὶ δευτέρας. 4 σθαι φροντίδας. ὡς δὲ καὶ ταύτης ἡ ἀξίωσις πρόσωπον οὐκ ἔσχεν αἰσχυντηλὸν ἢ μέλος πειθήνιον, ἐξεχώρει τῶν βασιλείων ὁ αὐτοκράτωρ Μαυρίκιος παρασάγγην ἕνα καὶ ἡμιόλιον· 5. 16. 5῞ Εβδομον δὲ ἄρα τοῦτο τοῖς Βυζαντίοις ὠνόμασται. κατ' ἐκείνην γοῦν τὴν ἡμέραν ἡλίου μεγίστη γέγονεν ἔκλειψις. ἔνατον δὲ ἄρα τοῦτο ἔτος ἐτύγχανεν ὂν Μαυρικίου τοῦ αὐτοκράτορος. ἐπεγένοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος τε βίαιος, ὡς μονονουχὶ καὶ τὴν ἐπιβύθιον ψηφῖδα 5. 16. 6 ἀναρρίπτειν τῷ θόλῳ τοῦ σάλου. ὁ μὲν οὖν αὐτοκράτωρ ἀκηκοὼς Δαλαυζὰν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας. 7 χετο. τυχεῖν δὲ γλιχόμενος καὶ θείας τινὸς ἐποπτίας συστρατευσομένης αὐτῷ ἐπὶ τὸ μέγα τῆς θρησκείας κατεπαννυχίζετο τέμενος τὸ ὑπὸ᾿ Ιουστινιανοῦ ᾠκοδομημένον τοῦ αὐτοκράτορος· ἐς προσηγορίαν δὲ τῆς τοῦ θεοῦ σοφίας τὸ ἱερὸν. 8 θειται. μηδεμιᾶς τοιγαροῦν ὄψεως ἐνυπνίων ἐπιφανείσης αὐτῷ, λιταζόμενος ἅμα τῷ λαῷ εἰς τὴν πρὸ τοῦ ἄστεος τῆς θεομήτορος οἰκίαν διημέρευε μυσταγωγούμενος, καὶ τῆς θεανδρικῆς μετελάγχανε πανδαισίας· ὁ δὲ νεὼς πρὸς τῆς Πηγῇ 5. 16. καταλέγεται. τῇ δὲ ὑστεραίᾳ ὁ βασιλεὺς ἀπάρας ἐντεῦθεν ἐπὶ τὸ λεγόμενον῞ Εβδομον γίνεται· ἑκταῖος δὲ τῷ῾ Ρηγίῳ προσέβαλλεν. ἐνταῦθα πλῆθος ἄπειρον τῶν μεταιτούντων 5. 16. 10 συνήθροιστο καὶ ἠξίου τι παρὰ τοῦ βασιλέως ἑλέσθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ συρρεύσαντα πλήθη τοῖς ἐκεῖσε βασιλείοις ἐναποκλείσας φιλανθρωπίας ἠξίου, ἱκανά τε κατακερματίσας ἀργύρια ἐψυχαγώγει τῆς ἀθροισθείσης πληθύος τὸ τῆς πενίας κατώδυνον, ὄρθριός τε γενόμενος ἐγκελεύσας 5. 16. 11 τε τὰς σάλπιγγας τῆς πορείας ἀπήρχετο· ἐπί τε τοίνυν῾ Ράμφος γενόμενος ὑπὸ τῶν σωματοφυλάκων προεπομπεύετο. ἡ δὲ ἔκταξις εἰς μῆκος διέτεινεν. ὁ δὲ αὐτοκράτωρ περιεγάνυτο τῷ σχήματι τῆς ἐκτάξεως τῆς προπομπούσης δυνάμεως. τὸ δὲ μάχιμον κατόπιν ἐβάδιζεν, τό τε ξύλον τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐς ὕψος ἐπὶ δόρατος χρυσοῦ ἀπῃώρητο καὶ 5. 16. 12 προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. ὑπὸ δὲ δευτέραν ἕω θηρίον παμμέγεθες (ὗς δὲ τοῦτο ἐτύγχανεν ὂν) ἐχώρει κατὰ τοῦ Καίσαρος. τοῦ τοίνυν βασιλείου ἵππου ὑποταραχθέντος τῇ ἀθρόᾳ τοῦ θηρίου ἀφίξει, τῆς καθέδρας 5. 16. 13 ἀποβαλεῖν τὸν βασιλέα τὸν ἐπιβάτην κατεστασίαζεν. τοῦ δὲ βασιλέως λίαν ἐπόχως ἐχομένου τοῦ χαλινοῦ, γίνεται ἄκων ὁ ἵππος πειθήνιος, τά τε τῆς ὄψεως ἀποβαλόμενος δείματα καὶ τὴν γνώμην μετέβαλλεν αὖθις ταῖς ἡνίαις. 14 μενος. τὸ μὲν οὖν θηρίον ὑπὸ μηδενὸς πολεμούμενον ἀνανταγωνίστῳ ἀλκῇ τὴν πάροδον εἶχεν ἀζήμιον. ὁ δὲ αὐτοκράτωρ τοῦ θηρίου ἀφανοῦς γενομένου ἐπὶ τὸ μέτωπον τοῦ σταυροῦ διατυπώσας τὰ σήμαντρα, ὡς ἔθος ἐπὶ τῶν παραδόξων Χριστιανοῖς ἀπεργάζεσθαι, εἴχετο τῆς βαδίσεως ταῦτά που θαυμάζων τὰ τῶν ἐπηκολουθηκότων παράλογα.

Intertext edge

Open linked passage

Note