Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ϛʹ 6. 1 αʹ. Περὶ τοῦ ἐπιθαλαττίου κλύδωνος τοῦ ἐνσκήψαντος Μαυρικίῳ τῷ αὐτοκράτορι. βʹ. Περὶ τοῦ τέρατος τοῦ τεχθέντος ἐν τοῖς Θρᾳκῴοις μέρεσιν. γʹ. Περὶ τῶν Σκλαυηνῶν τῶν ἐκ τῶν μερῶν τοῦ᾿ Ωκεανοῦ ἐληλυθότων. δʹ. Πρεσβεία Φράγγων πρὸς τὸν αὐτοκράτορα. εʹ. Στρατεία᾿ Αβάρων κατὰ῾ Ρωμαίων. ϛʹ. Πολιορκία Σιγγηδόνος τῆς πόλεως. ζʹ. Χειροτονία Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου ὁ αὐτοκράτωρ ἡγεμόνα προεστήσατο τοῦτον. ηʹ.῞ Οπως ὁ Χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν᾿ Αλεξάνδρου τοῦ μάρτυρος πυρὶ παραδέδωκεν. θʹ.῞ Οπως εἰς Τζουρουλὸν τὴν πόλιν῾ Ρωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ Χαγάνου πολιορκοῦνται. ιʹ.῞ Οπως δόλῳ φενακίζει τὸν βάρβαρον Μαυρίκιος καὶ τῆς πολιορκίας ἀποσχέσθαι ὑπέπεισεν. ιαʹ. Πρεσβεία᾿ Αβάρων πρὸς῾ Ρωμαίους. ιβʹ.῞ Οσα τῷ᾿ Αρδαγάστῳ ἐκ τῆς῾ Ρωμαίων ἀπήντησε δυνάμεως. ιγʹ. Τὰ κατὰ τὸν Τατίμερ. ιδʹ.᾿ Ανδραγαθία᾿ Αλεξάνδρου, τοῦ῾ Ρωμαίων ταξιάρχου. ιεʹ.᾿ Ανδραγαθία῾ Ρωμαίων, καὶ Σκλαυηνῶν ἀναίρεσις. ιϛʹ.῎ Εφοδος Σκλαυηνῶν κατὰ῾ Ρωμαίων. ιζʹ.῞ Αλωσις τοῦ δεδολοφονηκότος τὸν ὑπασπιστὴν τοῦ αὐτοκράτορος. ιηʹ.᾿ Αφήγησις πρεσβυτέρων διηγημάτων, καὶ ἐν παρεκβάσει τὰ κατὰ Κονιμοῦνδον ἐν Εὐρώπῃ πραχθέντα. ιθʹ. Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεος τῆς βασιλίδος τῶν πόλεων. κʹ.῞ Οπως Πέτρος στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης χειροτονεῖται. καʹ. Περὶ Θεοδώρου τοῦ πρέσβεως καὶ τῆς περὶ αὐτὸν παιδείας δεξιότητος. Ινδεχ
6.1.2
τ. 1 ΙΣΤΟΡΙΑ ϛʹ 6. 1. 1 Προσπελάσας τοιγαροῦν ὁ αὐτοκράτωρ τῇ Σηλυμβρίᾳ ἐπὶ τὴν Πείρινθον, ἣν῾ Ηράκλειαν εἴθισται τοῖς νεωτέροις ἀποκαλεῖν, διὰ ναυτιλίας τὰς ὁρμὰς ἐποιεῖτο. τοίνυν ταχυναυτοῦσαι νῆες παρῆσαν τῆς περὶ αὐτὰς ἀρτίας κατασκευῆς 6. 1. 2 μηδὲν πρὸς βασίλειον ἐκπομπὴν ἀποδέουσαι. τοῦ ἀπόπλου τοιγαροῦν ἀπαρχομένου τοῦ αὐτοκράτορος, κατηνέχθη ὕδωρ ἐξαίσιον, ἀνέμων τε ἀκαθέκτων ἐπηκολούθει κινήματα, ὡς τοὺς ἐρέτας τούς τε προσκώπους χαίρειν φράσαντας τῇ κώπῃ ἐρέττειν παύεσθαι, τύχῃ δὲ ἐπιτρέψαι τὰ σκάφη, τὸν δὲ αὐτοκράτορα ἅμα τῇ περὶ αὐτὸν πεντηκοντόρῳ παραδόξῳ σωτηρίᾳ ἐν τῷ Δαονίῳ διασωθῆναι τὴν ναυαγίαν ἐκκλίναντα. 6. 1. 3 ἐν τούτῳ δῆτα τῷ χωρίῳ καταπαννυχιζόμενος ὁ αὐτοκράτωρ, ἐξ ἑωθινοῦ αἰθρίας γενομένης, ἀναβὰς ἐπὶ τὸν βασίλειον ἵππον ἐς῾ Ηράκλειαν γίνεται. ἐπὶ τὸν τοίνυν Γλυκερίας, τῆς μάρτυρος νεὼν ἐντεμενίζεται, ὡς οἷόν τε ἦν τιμήσας τὸ τέμενος χρήματά τε ἐπιδούς, ἐφ' ᾧ τὰ πυρὶ καταπεπτωκότα τοῦ ναοῦ ὑπὸ τῶν᾿ Αβάρων πρὸς νεώτερον κάλλος μεταχωρεῖν, τὰς 6. 1. 4 δυνάμεις ἐκτάξας ἀπεφοίτα τοῦ ἄστεος. ποιήσας τοίνυν παρασάγγας τέσσαρας, ἡλίου κεκλικότος στρατοπεδεύεται ἐπί τι ὕπτιον χωρίον τὴν θέσιν, πολύανδρόν τε καὶ ἀφθονίᾳ τῶν εἰς ἐπισιτισμὸν περιρρεόμενον. κατὰ τοῦτον δὴ τὸν χῶρον 6. 1. 5 τάφρον ὁ βασιλεὺς διεγράψατο. τῶν δὲ περιπόλων τοῦ αὐτοκράτορος τὰς αὐλαίας τῇ βασιλικῇ σκηνῇ περιβαλλομένων δορυφορίας πρὸς κοσμιότητα, ἐκεκράγει γύναιον, ἡ δὲ βοὴ διήχει καὶ ἐς τὸ πυκνότερον κατεφέρετο· ὠδῖνες γὰρ. 6 λύπουν τὸ γύναιον. τῶν μὲν οὖν περὶ τὸν αὐτοκράτορά τις ὑπασπιστὴς ἐξεχώρει κωλύσων τῆς δυσφωνίας τὴν ἄνθρωπον. ἐπεὶ δὲ ἐν τῷ οἰκίσκῳ ἐγίγνετο τήν τε τῆς βοῆς αἰτίαν διεπυνθάνετο, τίκτει τὸ γύναιον. ὁ δὲ τόκος πλημμέλημα 6. 1. 7 φύσεως ἐτύγχανεν ὄν. παιδίον γὰρ ἦν ὀφθαλμῶν τε καὶ βλεφαρίδων καὶ ὀφρύων ἀμέτοχον, χειρῶν τε καὶ βραχιόνων ἀλλότριόν τε καὶ ἀδιατύπωτον· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος αὐτῷ οὔραιον ἦν προσφυές. ἀτὰρ τούτου δῆτα τοῦ θεάματος ὁ ὑπασπιστὴς ἱστορήσας τὸν τρόπον ὡς τὸν βασιλέα τόν τε 6. 1. 8 πατέρα καὶ τὴν μητέρα καὶ τὸ παιδίον καθείλκυσεν. ὁ μὲν οὖν αὐτοκράτωρ ἐς θέαν τοῦ τέρατος γεγονώς, καὶ ὅπως τοῦτο ἐπηκολουθήκει τοὺς γονεῖς τοῦ τέρατος ἐξετάσας, μηδέν τι διαγνοὺς ὑπὸ τῶν τεκόντων καταλύει τὸ θέατρον, τὸ δὲ τέρας ἀναιρεῖσθαι κελεύει. ἡ μὲν οὖν τερατοτόκος ἀφέθη, τὸ δὲ παιδίον τὸ ξίφος ἠσπάζετο. 6. 2. 1 Δευτέρᾳ δὲ ἡμέρᾳ μετεφοίτησεν ὁ βασιλεὺς καὶ πρὸς τὸ λεγόμενον῎ Ενατον στρατοπεδεύεται, ὁδοιπορήσας τε παρασάγγας δύο τάφρον ἐδείματο. κατὰ τοῦτον δῆτα τὸν χῶρον ἐκ τῶν βασιλείων ἵππων ὁ ἐπισημότερος, τῷ χρυσέῳ κόσμῳ 6. 2. 2 καταλαμπόμενος, πεσὼν ἀπέσκλη ἀθρόον διαρραγείς. ὁ δὲ βασιλεὺς οἰωνισάμενος ἐπὶ τούτοις πᾶσι τοῖς συμβόλοις ἀπαισίων καὶ λίαν δεινῶν ἐσομένων πραγμάτων αὐτῷ περίλυπος ἦν, δέει τοῦ μέλλοντος ἐπὶ τοῖς παροῦσι προταραττόμενος. τῇ δὲ ὑστεραίᾳ παροδευομένῳ τῷ βασιλεῖ ἐντυγχάνει αὐτῷ 6. 2. 3 ἐλάφων πληθύς. οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα τόξοις καὶ βέλεσι τῶν ζώων ἐπετοξάζοντο. πλήττεται γοῦν τὸ μέγιστον τῶν ἀγελαζομένων ἐλάφων, καὶ εἰκότως ἐπιδίωξις καρτερὰ 6. 2. 4 ὑπὸ τῶν κυνηγετούντων ἐγίνετο. ἡλίου τε δυομένου, καὶ τῆς ἐλάφου ἐξαλλομένης καὶ τῷ τάχει τῶν ποδῶν ἀποκλινούσης τὴν θήραν, οἱ μὲν ἄλλοι ἐπαύοντο, τῶν δὲ τῷ βασιλεῖ τις δορυφόρων καὶ Γήπαις τὸ γένος ἀνὴρ εἴχοντο 6. 2. 5 τῆς διώξεως. ἐπί τινα τοίνυν δρυμὸν χωρησάσης ἐκείνης αὐτῆς τῆς ἐλάφου τῇ τοῦ δρόμου ὠκύτητι ἐγκρυπτομένης τε τῷ κατακόμῳ τῆς λόχμης, καὶ οἱ ἄνδρες ἐς τὸ πρόσω ἐχώρουν τῷ φιλονίκῳ τῆς θήρας παροτρυνόμενοι μᾶλλον πρὸς τὴν 6. 2. 6 ἐπίτευξιν. ὁ μὲν οὖν Γήπαις τὸν νεανίαν ὁρῶν ἐσθῆτα περιβεβλημένον λαμπρὰν ζώνην τε χρυσῆν ἐμπορπησάμενον οὐκ ἄκομψον, τόν τε ἵππον αὐτοῦ χρυσοχάλινον, ἀνεῖλε τὸν 6. 2. 7 δείλαιον δολοφονήσας αὐτὸν ὑπό τινα φάραγγα. ὁ μὲν οὖν δορυφόρος ἀντὶ τῆς ἐλάφου κακὸν κακίστης ἐφέσεως γέγονε θήραμα οἴκοθεν καὶ ἀφ' ἑαυτοῦ τὴν ἐπιβουλὴν ἐνεγκάμενος· λίνα γὰρ αὐτῷ καὶ ἄρκυς καὶ δίκτυα ὁ χρύσεος κόσμος ἐγίγνετο, συνέκδημος κατάκοσμος καὶ συνοδοιπόρος ἐπίβουλος. 6. 2. 8 πρώτης δὲ φυλακῆς τῆς νυκτὸς γενομένης, ὁ μὲν ἐργάτης τοῦ φόνου ἐς τὸν χάρακα ἐπανῆκεν, ὁ δὲ βασιλεὺς οἵ τε ἀμφ' αὐτὸν τὸν δορυφόρον μηδαμῇ που θεώμενοι ἐπὶ τῇ 6. 2. ἀδηλίᾳ τὰς ψυχὰς κατεπλήττοντο. τοῦ ἵππου τοίνυν τηνάλλως πλανωμένου, γηπόνος ἀνὴρ τούτου περιτυγχάνει καὶ ἐς τὴν τάφρον αὐτὸν ἀπεκόμιζεν. ὑποτοπήσας γοῦν ὁ βασιλεὺς τοῦτον αὐτὸν κύριον καθεστάναι τοῦ φόνου ἐς βάσανον ἐξεδίδου κολάσεων. 6. 2. 10 Τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυηνοὶ τὸ γένος μηδέν τι σιδήρου περιβαλλόμενοι ἢ ὀργάνων πολεμικῶν ἑάλωσαν ὑπὸ τῶν τοῦ βασιλέως ὑπασπιστῶν· κιθάραι δὲ αὐτοῖς τὰ 6. 2. 11 φορτία, καὶ ἄλλο τι οὐδὲν ἐπεφέροντο. ὁ μὲν οὖν βασιλεὺς διηρώτα τί τὸ ἔθνος αὐτῶν, καὶ ποῖ τὰς διατριβὰς ἐκληρώσαντο, τήν τε αἰτίαν τῆς περὶ τοὺς῾ Ρωμαϊκοὺς τόπους. 12 στροφῆς. οἱ δὲ τὸ μὲν ἔθνος ἔφασαν πεφυκέναι Σκλαυηνοὶ πρὸς τῷ τέρματί τε τοῦ δυτικοῦ ᾠκηκέναι᾿ Ωκεανοῦ, τὸν δὲ Χαγάνον μέχρι τῶν αὐτόθι πρέσβεις ἐκπέμψασθαι ἐπὶ συλλογῇ μαχίμου δυνάμεως δῶρά τε πολλὰ τοῖς ἐθνάρχαις 6. 2. 13 φιλοτιμήσασθαι. τοὺς μὲν οὖν δεξαμένους τὰ δῶρα τὴν συμμαχίαν αὐτῷ ἀπανήνασθαι, ἀποκναίειν τε αὐτοὺς τὰ μήκη τῆς ὁδοιπορίας διισχυριζομένων, ὡς δὲ τὸν Χαγάνον ἐπαποστείλασθαι αὐτοὺς ἐκείνους τοὺς ἑαλωκότας ἀπολογίας ὑπόθεσιν ἔχοντας· πεντεκαίδεκά τε μησὶ τὴν ὁδὸν διανύσαι. τὸν δὲ Χαγάνον ἐπιλαθόμενον τοῦ νόμου τῶν πρέσβεων 6. 2. 14 δογματίσαι κωλύμην αὐτοῖς τῆς ἀναζεύξεως. αὐτούς τε τῶν῾ Ρωμαίων ἔθνος ἀκηκοότας ἐπί τε πλούτῳ καὶ φιλανθρωπίᾳ λίαν, ὡς ἔστιν εἰπεῖν, εὐκλεέστατον, ἐμπορευσαμένους τὴν 6. 2. 15 εὐκαιρίαν πρὸς τῇ Θρᾴκῃ ἀναχωρῆσαι. κιθάρας τε ἐπιφέρεσθαι διὰ τὸ μὴ ἐξησκῆσθαι ὅπλα τοῖς σώμασι περιβάλλεσθαι, τῆς χώρας αὐτοῖς ἀγνοούσης τὸν σίδηρον κἀντεῦθεν τὸν εἰρηναῖον καὶ ἀστασίαστον παρεχομένης τὸν βίον αὐτοῖς, λύραις τε καταψάλλεσθαι περιλαλεῖν οὐκ εἰδότας ταῖς σάλπιγξιν· οἷς γὰρ ὁ πόλεμος ἦν ἀνιστόρητος, εἰκότως ἂν ἔφασκον 6. 2. 16 ἀγρότερά πως ὑπεῖναι τὰ τῆς μουσικῆς μελετήματα. ὁ μὲν οὖν αὐτοκράτωρ ἐπὶ τοῖς ῥηθεῖσι τὸ φῦλον ἀγάμενος φιλοξενίας ἠξίου ἐκείνους αὐτοὺς τοὺς ἀπὸ τῶν βαρβάρων ἐντετυχηκότας αὐτῷ, θαυμάσας τούτων τῶν σωμάτων τὸ μέγεθος τό τε μεγαλοφυὲς τῶν μελῶν ἐς τὴν῾ Ηράκλειαν τούτους παρεπέμπετο. 6. 3. 1 Τρίτη δὲ ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ μὲν οὖν αὐτοκράτωρ μηδέν τι προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς 6. 3. 2 πρέσβεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ἐς τὸ πρόσω ὁ αὐτοκράτωρ μετωχετεύετο. στενῆς δὲ γεφύρας ἱκανοῖς στρατεύμασιν ὁμιλούσης, τεναγώδους τε δυσχωρίας συγκυρησάσης αὐτοῖς, δυσδιέξοδος ἦν ἡ διάβασις. ὑπῆσαν δὲ πλησίον πηγαὶ ποταμοῦ ὃν Ξηρόγυψον προσκαλοῦσιν οἱ πλησιόχωροι. 6. 3. 3 ἀκοσμούσης τε τῆς δυνάμεως περὶ τὴν διάβασιν, θρύλου τε περὶ τὴν γέφυραν ἀναθορήσαντος, ἀνυπονοήτου τε βοῆς προσγενομένης τῷ πλήθει, καί τινων κατακρημνισθέντων ὑπὸ τῆς περὶ τὸν ὄχλον ἐκθλίψεως, τοῦ ἵππου ἀποβὰς ὁ βασιλεὺς καὶ βακτηρίας ἑλόμενος αὐτουργὸς ἐγίγνετο κοσμιότητος, καὶ τῆς ἐπιθέσεως ἀπέχεσθαι τὰ πλήθη προστάξας ἐδίδου τῇ βαδίσει τὴν εὔροιαν, τῇ ἀναβολῇ τῆς συγχύσεως 6. 3. 4 τὸ κατὰ μικρὸν δεικνὺς ἀσφαλὲς τοῖς στρατεύμασιν. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἄσιτος διημερεύσας περὶ τὴν γέφυραν παρεῖχε τῇ δυσχωρίᾳ διέξοδον. ἡλίου δὲ πρὸς δυσμὰς ἀποκλίναντος 6. 3. 5 ἀπὸ σημείων δύο τῆς γεφύρας ἐστρατοπέδευεν. τῇ δὲ ὑστεραίᾳ πρὸς τῇ᾿ Αγχιάλῳ διαγράφει τὸν χάρακα, ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὶ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν 6. 3. 6 βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς᾿ Ιβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίγνονται ἄστυ· (Φράγγοι δὲ ἄρα οὗτοι τῇ νεωτέρᾳ γλώττῃ κατονομάζονται) αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος. 6. 3. 7 τούτους ὁ τοῦ ἔθνους δυνάστης (ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ῾ Ρωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι πρὸς τὸν Χαγάνον 6. 3. 8 τὸν πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευσε Φράγγοις παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ῾ Ρωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος. 6. 3.῾ Ο δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν Καίσαρα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. καὶ οὖν ὁ Χαγάνος τοῖς Σκλαυηνοῖς προστάττει ἀκατίων πλήθη τεκταίνεσθαι, ὅπως πρὸς διάβασιν σχοίη τὸν῎ Ιστρον πειθήνιον. 6. 4. 1 οἱ μὲν τῆς Σιγγηδόνος οἰκήτορες ἀθρόαις ἐφόδοις τισὶ τῶν Σκλαυηνῶν τοὺς πόνους ληΐζονται καὶ 6. 4. 2 πυρὶ παρεδίδοσαν τὰ πρὸς ναυτιλίαν τούτων ἐπίχειρα. διά τοι τοῦτο πολιορκοῦσι τὴν Σιγγηδόνα οἱ βάρβαροι, ἡ δὲ πόλις ἐς τοὔσχατον ἀφικομένη κακοῦ ἰσχνὰς ἐπεφέρετο. 3 ρίας ἐλπίδας. ἑβδόμη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος τοῖς βαρβάροις προσέταττε τῆς πολιορκίας ἀπέχεσθαι γενέσθαι τε ὡς αὐτόν. ἐπεὶ δὲ τὸ βάρβαρον τούτων αὐτήκοον γέγονεν, ἀπολιμπάνει τὸ πόλισμα χρυσῶν δαρεικῶν χιλιάδας. 4 μενον δύο τράπεζάν τε χρυσόπαστον καὶ στολήν. καὶ οὖν ὁ Χαγάνος παρασάγγας ποιησάμενος πέντε στρατοπεδεύεται ἀνὰ τὸ Σίρμιον πλήθη τε Σκλαυηνῶν ξυλουργεῖν παρεσκεύαζεν, ὅπως 6. 4. 5 τὸν ποταμὸν τὸν λεγόμενον Σάον ναυτιλλόμενος διανήξηται. ὁ μὲν οὖν πρὸς τὴν ἐπιστρατείαν ἠπείγετο, οἱ δὲ σύνδρομον τῷ προστάγματι τὴν ναυτιλίαν παρείχοντο· τοιαῦτα γὰρ οἶδε τῶν ταττομένων ὁ φόβος ταξιαρχῶν ἀπεργάζεσθαι. ἐπακτρίδων γοῦν ἄρτι που τῷ βαρβάρῳ γενομένων τε καὶ προκειμένων, 6. 4. 6 τὸν ἀγχίθυρον ποταμὸν διαπεραιοῦται τὸ βάρβαρον. ὁ μὲν οὖν Χαγάνος δυνάμεως συντάξας ἀποδασμὸν προθέειν ἐκέλευε καὶ φοβερὰν τὴν ἐντυχίαν τῆς ἐπιστασίας῾ Ρωμαίοις παρέχεσθαι. 6. 4. 7 πέμπτη δὲ ἡμέρα, καὶ τῇ Βονωνίᾳ προσομιλεῖ. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν χειροτονεῖ τῆς Εὐρώπης τὸν Πρίσκον αὐτοσχεδίῳ δυνάμει συμφράξας αὐτόν. ὁ μὲν οὖν Πρίσκος ὑποστράτηγον Σαλβιανὸν ποιησάμενος χιλίοις τε καθοπλίσας ἱππεῦσιν ἐκέλευε προκατασχεῖν τῶν ἐχυρωμάτων τὸ ἄσυλον. 6. 4. 8 ὁ μὲν οὖν τῆς Προκλιανῆς τὰς διαβάσεις ἀγκαλισάμενος, χάρακα θέμενος ἐναυλίζεται, πεμπταῖός τε περαιτέρω τῶν ἐχυρωμάτων γενόμενος συντυγχάνει τοῖς προθέουσι τῶν βαρβάρων. διαγνοὺς τοιγαροῦν οὐκ ἀξιόμαχον ἐπιφέρεσθαι δύναμιν πρὸς παράταξιν πρὸς τὴν τῶν ἐχυρωμάτων αὖθις ἀσφάλειαν 6. 4. τὴν καταφυγὴν ἐποιήσατο. οἱ δὲ βάρβαροι προσβαλόντες ταῖς διαβάσεσιν ἐς τὸ πρόσω χωρεῖν τὴν ἐγκοπὴν ἀπελάμβανον, τῆς ἀντιθέτου θυραυλούσης τῶν῾ Ρωμαίων δυνάμεως κωλύμην παρεχομένης τοῖς τῶν βαρβάρων κινήμασιν. καὶ γοῦν ἐντεῦθεν περιίσταται῾ Ρωμαίοις τε καὶ βαρβάροις ἐς τὸ καρτερὸν συμπλοκή. 6. 4. 10 διημερεύσας τοίνυν ὁ πόλεμος, καὶ πολλῶν ὑπὸ τῶν βαρβάρων ἀναιρεθέντων, τὴν κρείττονα ὁ τοῦ῾ Ρωμαϊκοῦ ὑποστράτηγος ῥοπὴν ἀπελάμβανεν. πρώτη τε φυλακὴ τῆς νυκτός, καὶ ὡς τὸν Χαγάνον τὸ βάρβαρον γίνεται ἀφηγεῖταί τε τῶν 6. 4. 11 συγκυρησάντων τὴν ἔκβασιν. ἐξ ἑωθινοῦ τοιγαροῦν χιλιάσιν ὀκτὼ τὸν Σαμοὺρ ὁ Χαγάνος συμφράξας ἀπέστελλεν.῾ Ρωμαῖοι δὲ τὴν ἐπιγεγονυῖαν πληθὺν μὴ θαυμάσαντες ἀπρὶξ τῆς παρατάξεως εἴχοντο. ἡττηθέντων δὲ τῶν βαρβάρων,. 12 λαβὼν ὁ Χαγάνος τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς καταπλαγεὶς τὴν ψυχὴν ἐπὶ τῷ πλήθει τῶν ἀπείρων δυνάμεων, δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τὰς διαβάσεις ἀπολιπὼν ὡς τὸν Πρίσκον ἐπάνεισιν. 6. 5. 1 ὁ δὲ Χαγάνος ἡμέρας τρεῖς ἀνὰ τὸν χῶρον τὸν πρὸ τῶν ἐχυρωμάτων ἐνδιατρίψας τεταρταῖος διέγνω τὸ῾ Ρωμαϊκὸν ἀποδρᾶσαν. πέμπτῃ δὲ ἡμέρᾳ ὑπὸ πρώτην ἕω τῆς πορείας ἀπήρχετο καὶ διαπεραιοῦται τὰς δυσχωρίας τῶν διαβάσεων. γίνεται γοῦν ἡμέρᾳ 6. 5. 2 τρίτῃ εἰς τὸ λεγόμενον Σαβουλέντε Κανάλιν. εἶτα τῇ᾿ Αγχιάλῳ προσέμιξεν. ἀπάρας τε ἐντεῦθεν καὶ πρὸς τῷ νεῷ᾿ Αλεξάνδρου τοῦ μάρτυρος γεγονὼς ἐδίδου τοῦτον τῷ παμφάγῳ πυρὶ παρανάλωμα, τρία τε σημεῖα μεταβὰς τοῖς ἐπὶ κατασκοπῇ παρὰ τοῦ῾ Ρωμαίων στρατηγοῦ παραπεμφθεῖσι συνετύγχανεν. 6. 5. 3 ὁ μὲν οὖν βάρβαρος αἰκισμοῖς διηρευνᾶτο τίς ἂν εἴη ὁ τῶν ἑαλωκότων σκοπός, τήν τε αἰτίαν τῆς πορείας αὐτοῖς ἐρεβοδιφούμενος ἤσχαλλεν οὐκ ἔχων μαθεῖν τὸ τῆς ἀληθείας ἀκίβδηλον· 6. 5. 4 νόθοις γὰρ αὐτὸν ἐξεκρούσαντο λόγοις. πέμπτης δὲ παρῳχηκυίας ἡμέρας πρὸς τὰ Δριζίπερα μετοχετεύει τὸν χάρακα τήν τε πόλιν ἐνεχείρει πως παραστήσασθαι. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐς τὸ καρτερὸν παρετάττοντο, τὰς ἑλεπόλεις ἑβδόμῃ ἡμέρᾳ ὁ 6. 5. 5 βάρβαρος ἐτεκταίνετο. θρύλου γοῦν ἐξαισίου προσπεσόντος τῇ πόλει, ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γινομένων αὐτοῖς, εἰς ἐπίπλαστον θράσος ἐφοίτησαν· τὰς γὰρ πύλας ἀναπετάσαντες τοῦ πολίσματος ἠπείλουν τοῦ ἕρκους καταφρονεῖν ἰσοστάσιόν τε πρὸς τοὺς βαρβάρους ἀναλαμβάνειν 6. 5. 6 τὸν πόλεμον. οἱ μὲν οὖν μέχρι φωνῆς καὶ τοῦ σχήματος τὴν παράταξιν ποιησάμενοι, ὑπὸ τῆς δειλίας καταπληττόμενοι οὐκ ἐξεχώρουν τοῦ ἄστεος· θείᾳ δὲ φροντίδι τινὶ ἀπείργετο 6. 5. 7 τὸ βάρβαρον ἐπιτίθεσθαι. ἔδοξε γὰρ ἡμέρας μεσούσης ὁρᾶν῾ Ρωμαϊκὰς ἀπείρους συμφράττεσθαι φάλαγγας ἀποχωρεῖν τε τοῦ ἄστεος καὶ ἀνὰ τὸ πεδίον ἐπείγεσθαι ὀργώσας πολεμεῖν καὶ θανατᾶν πρὸς παράταξιν. ἀσπάζεται τοίνυν αὐτοσχέδιον ὁ Χαγάνος ἀπόδρασιν. καὶ δόκησις ἦν τὸ ἀντίμαχον,. 8 κεῖον ὄψεως καὶ διανοίας κατάπληξις. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος ἐπὶ τὴν Πείρινθον γίγνεται·῾ Ηράκλειαν δὲ ταύτην῾ Ρωμαῖοι προσαγορεύουσιν. ἐπεὶ δὲ Πρίσκος ἐξαπιναίως εἶδε τὸ βάρβαρον, τῇ ἐπιβολῇ ἀναβολὴν οὐ παρείχετο. 6. 5. συμπλακεὶς τοιγαροῦν τοῖς ἀνὰ τὸν Χαγάνον πρὸς πόλεμον αὐθωρὸν τοῖς πολεμίοις τὰ νῶτα ὑπέδειξεν, τῇ ἀφθονίᾳ τῆς ἀντιθέτου δυνάμεως φέρειν οὐκ ἔχων τῆς μάχης τὴν ἔνστασιν. ἀτὰρ εἰς Διδυμότειχον ἅμα τῷ πεζικῷ ὁ τῶν῾ Ρωμαίων. 10 τηγὸς ὑπεχώρησεν. μετὰ τοῦτο εἰς Τζουρουλλὸν ἀφικόμενος ἀσυλίαν ταῖς δυνάμεσι τὴν πόλιν περιεβάλετο. τὸ δὲ βάρβαρον τὸ ἄστυ περικαθήμενον γεννικῶς ἐπολιόρκει τὸν Πρίσκον. 6. 5. 11 τούτων γοῦν ὁ αὐτοκράτωρ ἀκηκοὼς ἠδημόνει τε καὶ ἐδεδίει τὴν ἔκβασιν, καὶ μέγιστον τάραχον ἔσπασε τῇ ἀγγελίᾳ τοῦ συγκυρήσαντος. τετάρτη δὲ ἡμέρα, καὶ ἀγχινοίας ἀκόλουθον 6. 5. 12 βουλὴν προηνέγκατο· τῶν γὰρ σωματοφυλάκων τινὰ μετάκλητον ποιησάμενος ἑκοντὶ ἁλῶναι αὐτὸν ὑπὸ τῶν βαρβάρων ἐκέλευε φάσκειν τε αὐτοκρατορικὰς ὡς τὸν Πρίσκον ἐπιστολὰς ἐπιφέρεσθαι, ὅπως οἱ βάρβαροι καθά πού τι ἕρμαιον ταύτας ἀναλεξάμενοι τῆς τῶν ἐγγεγραμμένων δυνάμεως αὐτήκοοι γένοιντο κἀντεῦθεν ἐκδειματούμενοι τὴν πρὸς τὰ οἴκοι ἀνάζευξιν φενακισθέντες ποιήσωνται. τοιαῦτα δὲ ἄρα ἐνεκεχάρακτο γράμματα. 6. 5. 13" Πρίσκῳ τῷ ἐνδοξοτάτῳ στρατηγῷ τῆς περὶ τὴν Θρᾴκην ἑκατέρας δυνάμεως. ἡ τῶν ἀλιτηρίων βαρβάρων ἐγχείρησις θρῦλον τὸ παράπαν οὐκ ἐνεποίησε τῇ ἡμῶν εὐσεβείᾳ· τοὐναντίον μὲν οὖν καὶ ἐπιμελεστέρους πρὸς τὴν τούτων ἀπώλειαν 6. 5. 14 ἀπειργάσατο. καὶ τοῦτο γινωσκέτω ἡ σὴ ἐνδοξότης, ὅτι ἀπαισίως μετ' αἰσχύνης καὶ πολλοὺς ἀποβαλόμενος ἔχει ὁ Χαγάνος ἀποχωρῆσαι εἰς τὴν ὑπὸ῾ Ρωμαίων αὐτῷ ἀφιερω- θεῖσαν χώραν. διὰ τοῦτο ἅμα τῷ εὐτυχεστάτῳ στρατῷ καρτερήσει ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλλῷ τῇ πόλει καὶ δόξει 6. 5. 15 περιρρεμβεῖν τοὺς ἐπικαταράτους᾿ Αβάρους. ἐπέμψαμεν γὰρ 6. 5. 15 διὰ θαλάσσης πλοῖα καὶ στρατόν, ἵνα ἀνέλθωσιν εἰς τὰς φαμιλίας αὐτῶν καὶ πάσας αἰχμαλωτεύσωσιν, καὶ ἐντεῦθεν ἀναγκασθῇ μετὰ αἰσχύνης καὶ μεγάλης ζημίας ὁ ἐπικατάρατος τῶν᾿ Αβάρων ἡγούμενος εἰς τὴν ἑαυτοῦ γῆν ὑποστρέψαι ἀπὸ τῆς καθ' ἡμᾶς πολιτείας." 6. 5. 16῾ Ο μὲν οὖν ἐπίπλαστος ἄγγελος τὸ προστεταγμένον πέρατι παρεδίδου. ἑβδόμη ἡμέρα, καὶ ὑπὸ τῶν βαρβάρων ἁλοὺς τὰς βασιλείους δέλτους παρεδίδου ἑκών· ὁ δὲ Χαγάνος τὰ ἐμφερόμενα ἐν αὐταῖς ὑπὸ ἑρμηνέως τῇ πατρίῳ φωνῇ διαγνοὺς ὑπὸ τῶν λόγων ἀλωπεκίζεται, καὶ περιδεὴς γεγονώς, συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος ἐπ' ὀλιγίστῳ χρυσίῳ ἐς τὴν ἑαυτοῦ ὡς τάχιστα ἐπανέζευξεν. ἡ γὰρ τῆς φενάκης ἰσχὺς λίαν ἐγκρατῶς ἀπεβουκόλει τὸν βάρβαρον. 6. 6. 1῾ Ο μὲν οὖν στρατηγὸς μετοπώρου ἀρχομένου διαλύσας τὸν χάρακα ἐς Βυζάντιον ἧκεν,῾ Ρωμαῖοι δ' ἀπόμαχοι εἰς 6. 6. 2 τὴν Θρᾴκην ἐχέοντο ἀνὰ τὰς κώμας διατρεφόμενοι. ἦρος δὲ ἀρχομένου ὁ στρατηγὸς ὑπὸ τοῦ βασιλέως παρὰ τὸν῎ Ιστρον ἐπέμπετο, ὅπως τὰ τῶν Σκλαυηνῶν γένη διανήξασθαι τὸν ποταμὸν κωλυόμενα ἀφοβίαν ἄκοντα τῇ Θρᾴκῃ παράσχοιντο· ἔφασκε γὰρ ὁ αὐτοκράτωρ τῷ Πρίσκῳ, οὐκ ἂν ἠρεμοίη τὸ βάρβαρον, εἰ μὴ τὸν῎ Ιστρον ἐς τὰ μάλιστα τὸ῾ Ρωμαϊκὸν 6. 6. 3 περιφρουρήσοιτο. ὁ μὲν οὖν Πρίσκος τῆς ἱππικῆς δυνάμεως τὰς ἡνίας ἐλάμβανεν, Γέντζων δὲ τῆς πεζικῆς πληθύος ἐπιστατεῖν ὑπὸ τοῦ βασιλέως προστάττεται. τῇδε περὶ τὴν 6. 6. 4῾ Ηράκλειαν ἦρος μεσοῦντος τὸ῾ Ρωμαϊκὸν συναγείρεται. ἑβδο- μαῖος δὲ ὁ στρατηγὸς τὴν τάφρον μεταφοιτᾶν ἐγκελεύεται, βάσανόν τε τοῦ συμμαχικοῦ ποιησάμενος καὶ τὰς δυνάμεις διαριθμησάμενος, τὰς ἐγκυκλίους τῶν χρημάτων αὐτοῖς. 5 νομὰς ἐποιήσατο. ἀπάρας γοῦν ἐντεῦθεν καὶ τέσσαρας ποιησάμενος χάρακας ἐπὶ τὰ Δριζίπερα γίνεται. πέντε δὲ πρὸς ταῖς δέκα ἐνδιατρίψας ἡμέραις τῷ χώρῳ εἴκοσι χάραξι πρὸς τὴν 6. 6. 6 Δορόστολον παραγίνεται. ὁ μὲν οὖν Χαγάνος ἀκοῇ τὴν῾ Ρωμαϊκὴν ἐπιστρατείαν διέγνωκε κἀντεῦθεν πρέσβεις ὡς τὸν Πρίσκον ἐξέπεμπεν. ἀφικομένων γοῦν τῶν πρέσβεων ὡς τὸν Πρίσκον, ὁ Κὸχ (βάρβαρος δὲ οὗτος) τῶνδε τῆς πρεσβείας 6. 6. 7 [ῥημάτων] ἀπήρξατο." τί τοῦτο, θεοί; οἷς τὸ δεισιδαιμονεῖν ἐστιν ἁρμόδιον, ἄρτι που τὸ δυσσεβεῖν καθέστηκε πρόχειρον. εἰρήνην τὸ῾ Ρωμαϊκὸν παρελύσατο, συνθήκης θεσμὸς κιβδηλεύεται, ἅλες ὁμολογίας ἠθέτηνται, πίστεως αἰδὼς κατηνάλωται, 6. 6. 8 ὁ μεσίτης ὅρκος ἀπόλωλεν.῎ Ιστρος ὁρᾷ πολεμίαν ὄψιν καὶ χάρακα καὶ σιδηροφοροῦντα τὸν Πρίσκον τὸν πρὸ μικροῦ τὴν εἰρήνην᾿ Αβάροις τε καὶ῾ Ρωμαίοις νυμφαγωγήσαντα. ἀδικεῖς, ὦ Καῖσαρ, ἀνοσίως κλέπτων τὸν πόλεμον. οὐκ ἔστι βασιλικὸν τὸ ἐγχείρημα, οὐκ ἐξουσίας ἔτι τὸ φρόνημα, τὸ 6. 6. βούλευμα λῃστρικόν, τὸ δρᾶμα δημοκατάρατον. ἢ τῆς στεφάνης κατάθου τὸ κόσμιον, ἢ μὴ τῆς ἐξουσίας τὴν εὐσχημοσύνην διάφθειρε. ὑμεῖς τοῖς βαρβάροις ἐπολιτεύσατε τὴν φαυλότητα. τὸ παρασπονδεῖν οὐκ ἐγνώκαμεν, εἰ μὴ διδασκάλους ὑμᾶς τοῦ ψεύδους εὑρήκαμεν. οὓς ὁ πόλεμος ἠρεμοῦντας οὐκ ἔγνωκεν, οὐδὲ τὸ τῆς εἰρήνης ἀπομάχους. 10 ται ὄμμα. πολεμῶν ἀδικεῖς, σπενδόμενος ἀνιᾷ. καὶ πότε σοι πίστις ὑπολιμπάνεται τοῦ στέργειν τὴν ἡσυχίαν ἀπόλεμον; τὴν χθές, στρατηγέ, φιλανθρωπίαν αἰδέσθητι. φίλους ἐσομένους ὑμᾶς, οὐ πολεμίους ἐσώσαμεν. ὢ φιλανθρωπίας 6. 6. 11 ὠδινούσης λύπην καὶ κίνδυνον! οἱ σωτηρίαν παρ' ἡμῶν ἀρυσάμενοι νῦν τὴν ἀντίθετον ἀμοιβὴν ταλαντεύονται. καὶ πολεμούμεθα σὺν θεοῖς· πολιορκεῖται γὰρ ὅρκων ἀκρόπολις, καὶ τυραννεῖται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, καὶ δόλος παρρησιάζεται, καὶ τὸ ψεῦδος ἡγεμονίαν πιστεύεται, καὶ τὰ 6. 6. 12 τῆς ἐπηρείας ἀναφανδὸν ἐστρατεύσατο. εἰ μὲν οὖν, στρατηγέ, γνωσιμαχήσεις αἰδούμενος, μέχρι τῆς αἰσχύνης τὴν ζημίαν ἀποίσῃ· εἰ δὲ μή, τὴν ἀντίδοσιν ἕξεις διδάσκαλον μετὰ τῶν 6. 6. 13 ἀτυχημάτων τὸν μετάμελον ἀντεπάγουσαν." τούτων τοίνυν διαπερατωθέντων τῶν λόγων, καὶ τῆς δυνάμεως βαρυνομένης ὑπὸ τῆς διαλέξεως, ἐδίδου τῷ θράσει τὴν συγγνώμην ὁ 6. 6. 14 Πρίσκος καὶ βαρβάροις λόγοις συγχώρησιν. οὐκοῦν ἀνθυποφορὰν τῇ προπετείᾳ μὴ παρασχόμενος κατὰ τῶν Σκλαυηνῶν ἔφησεν ἄρασθαι πόλεμον· μὴ γὰρ οὖν ταῖς᾿ Αβαρικαῖς συνθήκαις τε καὶ σπονδαῖς καὶ τὸν Γετικὸν καταλύσασθαι πόλεμον. 6. 7. 1 δωδεκάτη δὲ ἡμέρα, καὶ ναῦς ὁ στρατηγὸς συμπηξάμενος τὸν ποταμὸν διενήξατο, ἀκηκοώς τε τὸν᾿ Αρδάγαστον ποιησάμενον τὰ τῶν Σκλαυηνῶν πλήθη ἀπόδημα, ὅπως λείας 6. 7. 2 ἐπικυρήσειεν, μεσούσης νυκτὸς τὴν ἔφοδον ἐμπορεύεται. ὁ μὲν οὖν᾿ Αρδάγαστος ταῖς ὄψεσι τῶν ὀνειράτων χαίρειν εἰπὼν τῇ τε τοῦ θρύλου ἐπιτάσει διανήψας τοῦ ὕπνου, ἵππου γυμνῆς ἐπιβὰς τὴν φυγὴν ἐπεποίητο. περιπίπτει γοῦν῾ Ρωμαίοις ὁ βάρβαρος καὶ ἀποβὰς τῆς ἵππου κατασυστάδην τὴν 6. 7. 3 μάχην ἀσπάζεται. ἐπεὶ δὲ φέρειν οὐκ εἶχε τὴν ἀντίθετον ῥύμην, διὰ δυσχωρίας τινὸς τὴν φυγὴν περιβάλλεται. ὅθεν οὖν᾿ Αρδάγαστος ἐπροτέρευε τοῖς κινήμασιν ἐθάδα πρὸς τοῦτο 6. 7. 4 κεκτημένος τὴν φύσιν. σκαιοτέρας τε τύχης συμπεσούσης αὐτῷ, πρέμνῳ μεγίστου δένδρου τινὸς περιπίπτει ὁ βάρβαρος. ἐντεῦθεν τοῖς διώκουσιν ἦν ἂν θήραμα καὶ μάλα εὐκτόν, εἰ μὴ ποταμὸς αὐτῷ σωτήριος γέγονεν· διανήξας γὰρ ἀποδιδράσκει 6. 7. 5 τὸν κίνδυνον. οἱ μὲν οὖν῾ Ρωμαῖοι πλήθη Σκλαυηνῶν μαχαίρας ποιησάμενοι δεῖπνον τὴν ἀμφὶ τὸν᾿ Αρδάγαστον διατέμνονται χώραν, ἐνέρσει τε ξύλων τοὺς ζωγρηθέντας 6. 7. 6 ποιήσαντες ἐς Βυζάντιον ἔπεμπον. ὁ δὲ Πρίσκος ἐγίνετο τοῖς στρατεύμασιν ἀκοσμίας ὑπόθεσις. ἐνεχείρει γὰρ τὴν πρώτην τῆς λείας ἀπόμοιραν τὸν βασιλέα κομίζεσθαι, τὴν δὲ δευτέραν τὸν τοῦ αὐτοκράτορος παῖδα τὸν μείζονα, εἶτα καὶ τὴν λοιπὴν τοῦ βασιλέως ἐπιγονὴν μερίδας ἀποκληρώσασθαι, τῷ ἀφθόνῳ τῆς βασιλικῆς εὐτεκνίας τὴν πλεονεξίαν 6. 7. 7 ἐμπορευόμενος. ἐπεὶ γοῦν ἐξιτήλοις σκύλοις τὸ῾ Ρωμαϊκὸν καθυβρίζετο, τυραννὶς ἐπεφοίτα καὶ τάραχος ἡγεμόνευεν. ὀρρωδήσας γοῦν ὁ στρατηγὸς τὸ πραχθὲν καὶ μεταμέλῳ τῶν προϋπηργμένων τὴν ἐπιβολὴν ὀβελίσας, ταῖς δευτέραις. 8 σιν ἐδίδου τὰ νικητήρια. τοίνυν ἐπὶ τὸ λυκόφως τοὺς ἡγεμόνας τῶν δυνάμεων μετεπέμπετο, καὶ πείθει τῇ τῶν ῥημάτων περιστροφῇ ὡς οὐδὲν τῶν μὴ καθηκόντων κατὰ τὴν προτεραίαν 6. 7. εἰργάσατο. ὅτε τοίνυν τὸ ἀραρὲν ὑπὸ τῆς τῶν λόγων πειθοῦς οἱ τῶν ταγμάτων ἐξάρχοντες συμφώνως ἀπεδογμάτισαν, ὡς τὸν στρατηγὸν τὰ πλήθη συρρέουσιν. καὶ γοῦν ὁ στρατηγὸς τῇ πατρίῳ φωνῇ τοῖς῾ Ρωμαίοις τῶνδε τῶν λόγων ἀπήρξατο. 6. 7. 10"῎ Ανδρες καὶ φίλοι καὶ στρατιῶται καὶ σύμμαχοι, οἱ πρὸς πόλεμον ἀριστεύοντες, ἐν δὲ ταῖς ἀκοσμίαις ἰδιωτεύοντες, εἰ τὴν ἀκοὴν εὐθετήσητε καὶ τὴν καρδίαν εὐθύνητε, κἀγὼ 6. 7. 11 τῶν νουθετημάτων ἀπάρξομαι. ἴσως δέ τι τοῖς λόγοις καὶ λυπήσω μικρὸν τὸ διάστροφον τῶν τρόπων ἐπανορθούμενος· κἀντεῦθεν γὰρ τῷ ταξιάρχῃ καλὸν μηδέν τι δεδοικέναι τῆς 6. 7. 12 διαλέξεως διὰ τὸν τῆς φιλίας κίνδυνον. τί καθ' ἡμῶν συστρατεύοντες ἐχθές τε καὶ τρίτην εἰκῇ τε καὶ λίαν ὡς ἔπος εἰπεῖν ἐφρυάξασθε; παρελύπουν τὰ ὑμέτερα λαφυραγωγῶν βασιλεῖ. ἠνιᾶσθε τοὺς θριάμβους ἐπιδεικνύμενοι. ἐνεκότει πᾶς τῷ στρατηγῷ τῇ πόλει καὶ βασιλεῦσι καὶ δήμοις κατακληροδοτοῦντι ἀριστείας καὶ τρόπαια. καὶ τίνας ἕξετε τῶν 6. 7. 13 ἀνδραγαθημάτων ἀποφήνασθαι μάρτυρας; τίς ὑμῖν θεατὴς τῶν πόνων γενήσεται; ποῦ τῆς εὐκλείας τοὺς πίνακας καθιδρύσωμεν; ὅπως τε καὶ ποῖ καὶ πότε καὶ τίσι τὴν ἀνδρείαν 6. 7. 14 κηρύξωμεν; εἰ γὰρ τῶν κατατιθεμένων ὑμεῖς ἔσεσθε μάρτυρες, ἄπιστος ὁ πόνος, ἀναπόδεκτον τὸ εὐτύχημα, μῦθος τὰ τρόπαια, ἀβέβαια τὰ τῶν διηγημάτων ἐπίκομψα ἐνέχυρα, τοῦ λόγου 6. 7. 15 χηρεύοντος καὶ τοῦ πιθανοῦ τὴν ἀπορίαν ἐπέχοντος. οἱ φιλοσοφοῦντες τὸν θάνατον καὶ πάντα καὶ πάσχειν καὶ πράττειν ἑλόμενοι οὐ καταφρονήσητε λαφύρων διὰ τὴν εὔνοιαν; οὐ φορολογεῖσθε τὰ λάφυρα, ἵνα τὸν κρότον μακρολογήσητε; τί τὰς ψυχὰς ὑπὸ φιλοχρηματίας ἀνδραποδίζεσθε οἱ δουλαγωγεῖν τὸ πολέμιον ὀρεγόμενοι καὶ κινδύνοις ψυχῆς τὰς νίκας 6. 7. 16 ὠνούμενοι; οὐκ ἴσασι τῶν κτημάτων οἱ ἔρωτες εὐδοξίας ὑπόθεσις γίνεσθαι, ἀλλ' οὐδὲ τῶν χρημάτων ἡ ὄρεξις διασώζειν τῶν ἐπαίνων τὴν ἔφεσιν. ἢ θάτερον οὖν ἀπολείπετε, ἢ τοὺς τῆς στρατείας νόμους μὴ κιβδηλεύετε." 6. 8. 1῎ Ετι γοῦν τοῦ στρατηγοῦ τοῖς λόγοις ἐπικυμαίνοντος καὶ τὰ Θεμιστοκλέους῾ Ρωμαϊκῶς ἀττικίζοντος, κρότος ὑπὸ τοῦ πλήθους ἀνέθορεν, καὶ πρὸς εὔνοιαν τὰ τῆς δυσμενείας μετήρχετο, ὁ δὲ ψόγος πρὸς ἔπαινον, πρὸς ἀποδοχὴν τὰ τοῦ 6. 8. 2 σκώμματος, καὶ πάντα μετεγίνετό τε καὶ μετετίθετο· οἶδε γὰρ γλώττης ἀλκὴ καὶ φύσεως ἄρχειν καὶ κατὰ τῆς ἀνάγκης νομοθετεῖν καὶ μετοχετεύειν γνώμης κινήματα ἀμείβειν τε τύχας καὶ πάντα μεταμορφοῦν καὶ πλάττειν καὶ δημιουργῆσαι 6. 8. 3 πειθήνιον. τοίνυν ὁ Πρίσκος κρατήσας τοῖς λόγοις ἐς βασιλέα ἀπέπεμπε τὰ τῶν πόνων ἐπίχειρα τριακοσίοις συμφράξας τὴν λείαν, πρόταγόν τε τούτων τὸν Τατίμερ. 4 στήσατο. ὁ μὲν οὖν Τατίμερ τῆς ἐς Βυζάντιον πορείας ἀπήρχετο, ἕκτῃ δὲ ἡμέρᾳ Σκλαυηνοῖς περιτυχὼν ἐς ἀδόκητον καταγίνεται κίνδυνον· μεσούσης γὰρ ἡμέρας ἐκλύτως καὶ φροντίδος ἐκτὸς στρατοπεδεύοντι, καὶ τὴν χλόην νεμομένης 6. 8. 5 τῆς ἵππου, τὸ βάρβαρον ἐπιτίθεται. βοῆς τοιγαροῦν γενομένης, τῶν τε῾ Ρωμαίων καθεστώτων ἀφίππων, προθέει μετ' ὀλίγων ὁ Τατίμερ, ἀγχίθυρός τε τῶν βαρβάρων γενόμενος ἐς μέγα ὀλέθρου κατέπιπτεν. φέρειν γὰρ οὐκ ἔχων τὴν ἀντιμέτωπον μάχην ἐτέτραπτο πρὸς φυγήν, βαλλόμενός τε 6. 8. 6 οὐ καιρίαις βολαῖς μόλις ἀπέδρα τὸν κίνδυνον. τῶν οὖν῾ Ρωμαίων ἐπιγινομένων πεζῶν καὶ διασωσάντων τὸν Τατίμερ, πρὸς τοὺς Σκλαυηνοὺς λοιπὸν ἐχειρούργουν τὸν πόλεμον. 6. 8. 7 τῆς τοίνυν μάχης ἐς τὸ καρτερὸν γενομένης, κρατοῦσι τῶν Σκλαυηνῶν῾ Ρωμαῖοι, φόνον τε πολὺν ἀπεργασάμενοι, πεντή- κοντα βαρβάρους ζωγρήσαντες ἐπανῄεσαν πρὸς τὸν χάρακα, 6. 8. 8 λείαν῾ Ρωμαϊκὴν ὑπὸ τῶν Σκλαυηνῶν διασωσάμενοι. ὁ μὲν οὖν Τατίμερ τὸ σῶμά πως ἀκεσάμενος ἐς Βυζάντιον ἧκεν ἀξιολογωτάτην προνομὴν ἐπιφερόμενος. ἡσθεὶς τοιγαροῦν ὁ αὐτοκράτωρ ἐπὶ τοῖς συγκυρήσασιν ἐπὶ τὸ τοῦ θεοῦ μέγιστον ἀνὰ τὴν πόλιν ἐπαννύχιζε τέμενος, εἶτα μετὰ τοῦ λεῶ τὰς ἱκετηρίας εὐχὰς ποιησάμενος ἠξίου τὸ θεῖον ἐπισημότερα δοῦναι τὰ τρόπαια.῾ Ο δὲ πολέμαρχος Πρίσκος ἐπὶ κατασκοπῇ προθέειν 6. 8. ἀνδράσιν ἐκέλευεν. ἡμέρα δὲ δευτέρα, καὶ οὐ διέγνω ἀνὰ τοὺς χώρους πολέμιον. οὐκοῦν εἰς τὰ πρόσω τοῦ῾ Ηλιβακία ποταμοῦ ἐξ ἑωθινοῦ ποιεῖσθαι τὴν βάδισιν τῷ᾿ Αλεξάνδρῳ 6. 8. 10 προστέταχεν. ὁ μὲν οὖν᾿ Αλέξανδρος τὸν γείτονα διανηξάμενος ποταμὸν ἐντυγχάνει Σκλαυηνοῖς. οἱ δὲ βάρβαροι πολεμίαν θεασάμενοι ὄψιν πρὸς τὰ πλησίον τενάγη ἐπί τε τὴν ὕλην τὴν βάρβαρον τὴν ἀποφυγὴν ἐποιοῦντο. οἱ δὲ 6. 8. 11῾ Ρωμαῖοι τούτους ἐνεχείρουν ἑλεῖν. ἐπεὶ δὲ τῇ ἰλύϊ συγγίνονται, περιπίπτουσι δυσκαταγωνίστῳ κακῷ· καὶ ἂν διόλωλεν ἅπαν τὸ σύνταγμα, εἰ μὴ θᾶττον ὁ᾿ Αλέξανδρος ὑπεξήγαγε 6. 8. 12 τοὺς῾ Ρωμαίους τοῦ τέλματος. ὁ μὲν οὖν᾿ Αλέξανδρος ὁ ταξίαρχος περιστοιχίσας τὸν χῶρον παραδιδόναι τούτους ἐπειρᾶτο πυρί· ἡ δὲ φλὸξ νοσηλευομένη ὑπὸ τῆς ὑγρᾶς κατεμαλθακεύετο φύσεως, καὶ ἦν τῷ᾿ Αλεξάνδρῳ τὰ τῆς 6. 8. 13 ἐπιβολῆς οὐκ εὐδόκιμα. τοίνυν Γήπαις ἀνήρ, ἐκ τῶν Χριστιανῶν θρησκείας πάλαι ποτὲ πεφυκώς, μετὰ τῶν βαρβάρων ὑπῆν. οὗτος πρὸς τοὺς῾ Ρωμαίους αὐτομολῶν δακτυλοδεικτεῖ καὶ τὴν εἴσοδον. οἱ μὲν οὖν῾ Ρωμαῖοι τῶν εἰσόδων γενόμενοι κύριοι κρατοῦσι τῶν βαρβάρων. ὁ δὲ᾿ Αλέξανδρος 6. 8. 14 ἀνετάζων κατεπυνθάνετο πόθεν τοῖς ἑαλωκόσι τὸ γένος. οἱ δὲ βάρβαροι ἐς ἀπόνοιαν καταπεπτωκότες θανάτου χαίρειν ἔφραζον ταῖς κολάσεσιν, ὡς περὶ ἀλλοτρίου τοῦ σώματος τὰς ἐκ τῶν μαστίγων ἀλγηδόνας διατιθέμενοι. 6.. 1 ὁ δὲ Γήπαις διεξῄει τε ἅπαντα καὶ διήλεγχεν ἐξ ἐπιλέπτου τὰ πράγματα, φάσκων ὑπὸ Μουσώκιον τὸν λεγόμενον ῥῆγα τῇ τῶν βαρβάρων φωνῇ τοὺς ἐζωγρημένους ὑπεῖναι, τοῦτον δὲ τὸν Μουσώκιον ἐναυλίζεσθαι μετὰ παρασάγγας τριάκοντα, τοὺς δὲ ἁλόντας ἐκπέμψαι ἐπὶ κατασκοπῇ τῆς῾ Ρωμαίων δυνάμεως, ἀκηκοέναι τε καὶ τὰ περὶ τὸν᾿ Αρδάγαστον γεγο6.. 2 νότα πρὸ μικροῦ δυστυχήματα. παρῄνει τε῾ Ρωμαίοις ἀθρόαν τὴν ἐπιστασίαν ποιήσασθαι τόν τε βάρβαρον ἑλεῖν τῷ ἀδοκήτῳ τῆς ἐπιθέσεως. ὁ μὲν οὖν᾿ Αλέξανδρος παρὰ τὸν Πρίσκον γενόμενος τοὺς βαρβάρους ἠνέγκατο, ὁ δὲ πολέμαρχος ἀναι6.. 3 ρέσει τούτους παρέδοτο. γίνεται γοῦν πρὸς τὸν στρατηγὸν ὁ Γήπαις ἐκεῖνος ὁ βάρβαρος καὶ διέξεισι Πρίσκῳ τὰ τῶν βαρβάρων διανοήματα, εἰσηγεῖτό τε ἐπιστῆναι τῷ βαρβάρῳ τὸν Πρίσκον, καὶ πίστιν τῆς ἐπιτεύξεως ἐδίδου φενακίζειν 6.. 4 ὁ Γήπαις τὸν βάρβαρον. ἐπιχαρῶς τοίνυν ὁ Πρίσκος τοὺς λόγους ἀράμενος δώροις τε λαμπροῖς τὸν ηὐτομοληκότα λιπάνας ἐπαγγελίαις τε περιδόξοις ἐχυρωσάμενος, ἐξαπατῆσαι 6.. 5 τοῦτον ἐπεπόμφει τὸν βάρβαρον. καὶ οὖν ὁ Γήπαις πρὸς Μουσώκιον γίνεται αἰτεῖ τε μονοξύλων πλήθη ἀπὸ τούτου ἑλεῖν, ὅπως τοὺς ἠτυχηκότας περὶ τὸν᾿ Αρδάγαστον περαιώ6.. 6 σηται. ὁ μὲν οὖν Μουσώκιος ἕρμαιόν τι δοκῶν τὰ ὑπὸ τῆς ἀπάτης αὐτῷ καττυόμενα ἐδίδου μονόξυλα, ὅπως ὁ Γήπαις τοὺς περὶ τὸν᾿ Αρδάγαστον διασώσηται. ἑκατὸν τοίνυν πρὸς τοῖς πεντήκοντα ἀκατίοις λαβών, καὶ προσκώπους τριάκοντα, εἰς τὸ ἀντιπέραν τοῦ ποταμοῦ παραγίνεται, ὃν οἱ ἐγχώριοι 6.. 7 Πασπίριον ὀνομάζουσιν. ὁ δὲ Πρίσκος κατὰ τὸ σύνθημα ἐξ ἑωθινοῦ ἀπήρχετο τῆς βαδίσεως. ἀτὰρ ὁ Γήπαις ἀνὴρ τῶν συνεληλυθότων κλέψας τὴν αἴσθησιν μεσούσης τῆς νυκτὸς πρὸς τὸν τῶν῾ Ρωμαίων πολέμαρχον γίνεται, καὶ ἠξίου ἑκατὸν ὁπλίτας ἀποίσεσθαι, ὅπως στόματι μαχαίρας
6.1.3
. 8 τοὺς πρὸς τῇ σκοπῇ βαρβάρους ὀλέσειεν. τοίνυν ὁ στρατηγὸς ἄνδρας διακοσίους συμφράξας τῷ ταξιάρχῳ δίδωσιν᾿ Αλεξάνδρῳ. ἐπεὶ δὲ τὸ῾ Ρωμαϊκὸν τῷ Πασπιρίῳ ἐπλησίαζε ποταμῷ, 6.. εἰς ἐνέδραν τὸν᾿ Αλέξανδρον ὁ Γήπαις ἐκάθισεν. νυκτὸς τοιγαροῦν γεγονυίας οἱ μὲν βάρβαροι κατωφερεῖς περὶ τὸν ὕπνον ὄντες ἐτύγχανον ἔξοινοί τε γεγονότες λίαν τῶν ἐνυπνίων ἀντείχοντο. ὁ δὲ Γήπαις τοὺς βαρβάρους διαφθείρειν 6.. 10 κατειρωνεύετο. τρίτη δὲ φυλακή, καί τι μικρὸν μεταστὰς καὶ πρὸς τὴν ἐνέδραν γενόμενος ὑπεξάγει τοῦ λόχου᾿ Αλέξανδρον. καὶ οὖν διιθύνας῾ Ρωμαίους ἐπὶ τὸν Πασπίριον ποταμὸν καὶ σύνθημα λαβών τε καὶ δοὺς ἐπὶ τοὺς βαρβάρους ἐχώρησεν. ἔτι τοίνυν τῶν βαρβάρων προσομιλούντων τῷ ὕπνῳ, δι'᾿ Αβαρικῶν ᾀσμάτων ἐδίδου ὁ Γήπαις τῷ᾿ Αλεξάν- 6.. 11 δρῳ τὸ σύνθημα. ὁ δὲ᾿ Αλέξανδρος ἐπιστὰς τοῖς βαρβάροις ὕπνου καὶ ζωῆς τὴν ζημίαν παρείχετο. ἐπεὶ δὲ τῶν ἀκατίων γέγονεν ἐγκρατής, πρὸς τὸν στρατηγὸν ἀγγέλους ἐξέπεμπε τῆς 6.. 12 ἐπιβολῆς τὰς ὁρμὰς ἐπιτείνων. ὁ δὲ Πρίσκος τρισχιλίους ἀράμενος καὶ διανείμας εἰς τὰ ἀκάτια τὸν Πασπίριον ποταμὸν διενήξατο. καὶ δῆτα μεσούσης νυκτὸς τῇ ἐφόδῳ παρεῖχον τὴν ἔναρξιν. ὁ μὲν οὖν βάρβαρος κάτοινος ὢν τῇ μέθῃ διέφθαρτο· ἦν γὰρ αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιτάφιος 6.. 13 ἑορτὴ ἐπὶ ἀδελφῷ κατοιχομένῳ, ὡς ἔθος αὐτοῖς. ὁ μὲν οὖν φόβος μέγας ἐγίνετο. ζωγρηθεὶς τοίνυν ἥλω ὁ βάρβαρος. οἱ δὲ῾ Ρωμαῖοι κατεπαννυχίζοντο ἐν τοῖς αἵμασιν. ἡμέρας δὲ λαμπούσης ἐλάμβανεν ὁ φόνος ἀπὸ τοῦ στρατηγοῦ τὴν ἀνάπαυλαν. ὑπὸ δὲ τρίτην ἕω τὴν ἀποσκευὴν τάς τε δυνάμεις 6.. 14 ὁ στρατηγὸς διεπορθμεύσατο. τοίνυν οἱ῾ Ρωμαῖοι φρονηματισθέντες ἐπὶ τοῖς συγκυρήσασι πρὸς τρυφὴν κατεκλίνοντο, εἶτα τῇ μέθῃ συρράπτονται, καὶ τῇ παροινίᾳ τὰς εὐπραξίας νοθεύσαντες τῆς διαφρουρᾶς κατημέλησαν, ἣν σκούλκαν
6.1.4
. 15 σύνηθες τῇ πατρίῳ φωνῇ῾ Ρωμαίοις ἀποκαλεῖν. τὸ μὲν οὖν νενικημένον συναθροισθὲν ἀντιταλαντεύει῾ Ρωμαίοις τὴν ἔφοδον· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς ἐπιτεύξεως, εἰ μὴ ὁ Γέντζων τὰς δυνάμεις τὰς πεζικὰς περιστησάμενος τῆς μάχης ἐκράτησεν. ἐξ ἑωθινοῦ δὲ ὁ Πρίσκος τοὺς φρουράρχας ἀνεσκολόπισεν, ναὶ δὴ καί τινας τοῦ ὁπλιτικοῦ πικρῶς ἐμαστίγωσεν. 6. 10. 1῾ Ο δὲ αὐτοκράτωρ Τατίμερα ἀντιπέμπει πρὸς τὸν πολέμαρχον βασιλείους δέλτους ἐπιφερόμενον· ἦν δὲ ἡ τῶν δέλτων ἀξίωσις τὴν χειμέριον ὥραν αὐτόθι τοὺς῾ Ρωμαίους ποιήσασθαι. παραγεγονότος τοίνυν τοῦ Τατίμερ, καὶ τῶν βασιλικῶν γνωρισθέντων λογίων, θρῦλος ὑφάπτεται τῷ. 2 τεύματι. καταστασιάζει τοίνυν ἡ τῶν῾ Ρωμαίων πληθὺς παρωσαμένη τοὺς λόγους τοῦ αὐτοκράτορος, οἴκοι τε τὴν τοῦ ψύχους ὥραν ἐνεχείρει ποιήσασθαι· οὐ γὰρ ἐπὶ βαρβάρου γῆς ἐναυλίζεσθαι· ἔφασκον γὰρ ψύχη ὑπεῖναι δυσυπομόνητα, τά τε 6. 10. 3 τῶν βαρβάρων πλήθη ἀκαταγώνιστα. ὁ δὲ στρατηγὸς πειθοῖ τινι τακτικῇ τῆς στρατιᾶς τὸ δυσήνιον ὑπεμάλαττεν. ἐπεὶ δὲ γίνονται αἱ δυνάμεις πειθήνιοι, ἐπὶ βαρβάρου γῆς ὁ τῶν῾ Ρωμαίων πολέμαρχος διαλύει τὸν χάρακα. 6. 10. 4᾿ Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις θείᾳ φροντίδι τινὶ ὁ τὸν φόνον ἐπὶ τὴν᾿ Αγχίαλον ποιησάμενος, ὅτε τῆς ἐλάφου πολλῶν περὶ τὸν αὐτοκράτορα δίωξις ἐγεγόνει· (οὐκ ἀπὸ δὲ τρόπου καὶ τὴν αἰτίαν διεξελθεῖν τῆς δραστικῆς προνοίας, τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι ἀκαμάτῳ τε ὀφθαλμῷ ἐπισκοπούσης τὰ τῇδε τάς τε ἀντιδόσεις τῶν βεβιωμένων πρὸς τοῖς ἀνθρώποις πρυτανευούσης ἀεί.) ἥλω τῷ 6. 10. 5 δικτύῳ τῆς δίκης ὁ τοῦ φόνου πατήρ. μετὰ χρόνον γὰρ ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος τὰ τῆς χρυσῆς ζώνης ἐπίσημα χρυσουργῷ τεχνίτῃ τινὶ διαχωνεῦσαι παρείχετο. ὁ μὲν οὖν τεχνίτης τὰ μέλη τῆς ζώνης κατανοήσας λίαν ἐπίδοξα τό τε σχῆμα τῆς ἀφηλώσεως βίαιον τήν τε τοῦ προσώπου ποιότητα βάρβαρον κλοπὴν δρασθῆναί τινα ὑπὸ τοῦ ἀνδρὸς ὑπειλήφει. 6. 10. 6 παραπεμψάμενος τοίνυν ἐκ τοῦ λεγομένου πραίτωρος τῶν δήμων ἄνδρας ἑπτὰ παρεδίδου τῷ δικαστηρίῳ τὸν βάρβαρον. οἱ μὲν οὖν ὑψαυχενιζόμενον καὶ λίαν καταστασιάζοντα ἐν τῷ οἴκῳ τῶν ἐγκλημάτων τὸν βάρβαρον διεκόμιζον ἑρμηνέα τε προστησάμενοι κατεπυνθάνοντο πόθεν αὐτῷ ζώνης. 7 βλέπτου καὶ λίαν μεγαλοπρεποῦς ὕπεστι λείψανα. ὁ μὲν οὖν φονευτὴς (Γήπαις δὲ οὗτος ἄρα ἐτύγχανεν ὤν) λίαν σοφιστικῶς τὴν ἀπολογίαν παρείχετο· ἃ δὲ εἶπεν, ταῦτα ἐκεῖνά ἐστιν. τοῦ Λαγοβάρδου ἔθνους᾿ Αλβοῦϊς τὴν ἡγεμονίαν 6. 10. 8 ἐκέκτητο. οὗτος εἰς ἔρωτα καταπίπτει νεάνιδός τινος· ἡ δὲ νεᾶνις θυγάτριον ἐτύγχανεν ὂν Κονιμούνδου, τοῦ τῶν Γηπαίδων ἡγεμονεύοντος. ἐπεὶ δὲ τοῖς λόγοις πείθειν οὐχ οἷός τε ἦν, βίᾳ πρὸς τὴν πρᾶξιν ἐχώρησεν. ἐνέδραν τοιγαροῦν συστησάμενος ἀδοκήτως τε ἐπιθέμενος ἀφαρπάζει τὴν παρθένον ὁ ἐραστής. ἐντεῦθεν ὁ πόλεμος λαμβάνει τὰ 6. 10. σπέρματα. οἱ μὲν οὖν Λαγόβαρδοι κατὰ τὸν πόλεμον ἐπροτέρησαν. διά τοι τοῦτο ὁ Κονιμοῦνδος πρέσβεις ἀπέστειλε πρὸς τὸν νεώτερον᾿ Ιουστῖνον τὸν αὐτοκράτορα συμμαχεῖν αὐτῷ ποτνιώμενος. ὅπως δὲ τῷ αὐτοκράτορι αἰδέσιμα τὰ περὶ τὴν πρεσβείαν προσγένοιτο, δῶρα ὁ ἠδικημένος. 10 πρεπῶς ἐπεπόμφει παρὰ τὸν Καίσαρα. ὁ δὲ αὐτοκράτωρ τὸ φιλότιμον θαυμάσας τοῦ ἱκετεύσαντος πρὸς ἔλεον ἐπικλίνεται, ἐπιστολήν τε συντάξας προστάττει Βαδουαρίῳ στρατηγῷ τὰς περὶ τὴν Σκυθίαν καὶ Μυσίαν δυνάμεις ἀθροίσαντι βοηθεῖν 6. 10. 11 Κονιμούνδῳ. ἠγγέλθη τοίνυν ταῦτα τῷ᾿ Αλβοῦϊ, καὶ τὰς῾ Ρωμαίων ὀρρωδήσας δυνάμεις συνθήκαις ἠξίου καὶ δώροις λαμπροῖς πρὸς τὸν ἠδικημένον ὡς ἔπος εἰπεῖν διαλύσασθαι, ἐξῄτει τε καὶ τὴν ἐπιγαμβρίαν γαμηλίοις νόμοις ποιήσασθαι. 6. 10. 12 ὁ δὲ Κονιμοῦνδος τὸ δριμὺ μὴ φέρων τῆς ὕβρεως πολέμοις ἠξίου τὰς ὕβρεις τῶν ἐκβάσεων γίνεσθαι. γεγονυίας τοίνυν τῆς παρατάξεως, νικῶσι῾ Ρωμαῖοι, καὶ κύριοι τῶν σκύλων οἱ νενικηκότες καθίστανται." ἐντεῦθεν" φησὶν" ἡ τῆς λαμπρᾶς 6. 10. 13 ταύτης ζώνης ἐπίκτησις." εἶτα ἀνακρίνεται ὑπὸ τῆς περιπόλου τάξεως τοῦ δικαστηρίου," καὶ τίς οὗτος, ὃς τὴν ἐπιφανῆ ταύτην περιέκειτο ζώνην;" ὁ μὲν οὖν ἐπισυνάπτει πλάσμα τῷ πλάσματι καί φησιν" υἱὸς ἐκ παλλακῆς τοῦ λεγομένου τῶν Λογγιβάρδων ῥηγὸς ἐτύγχανεν ὤν, ὃς τὴν ἐπιφανῆ ζώνην περιεβάλλετο. τοῦτον ἀνελὼν καὶ λαφυραγωγήσας τὸν τεθνεῶτα μισθὸν τῶν κινδύνων ἀνειλόμην τὴν 6. 10. 14 ζώνην." οὕτω μὲν οὖν ὁ βάρβαρος λίαν σοφιστικεύει δεινῶς καὶ γίνεται πιθανὸς τῷ διηγήματι, καὶ τέως μικρὸν ἀποκρύπτει τὸν φόνον. ἀνέθη τοιγαροῦν τοῦ ἐγκλήματος. ἐπεὶ δὲ ἀφέθη, εἷς τις ἀνὴρ τῶν παρεστηκότων τῷ πραίτωρι συνετῶς ἀνακρίνει τοὺς λόγους καὶ πυθέσθαι διεγχειρεῖ τὸν 6. 10. 15 χρόνον τῶν ἱστορηθέντων ὑπὸ τοῦ Γήπαιδος. διά τοι τοῦτο οἱ τοῦ δικαστηρίου ἐπιφθάνουσι δρόμῳ τὸν βάρβαρον καὶ ἐπανήκειν αὖθις εἰς τὸ δικαστήριον ἀναγκάζουσιν. εἰσεληλυθότος γοῦν τοῦ βαρβάρου, ἠρώτα ὁ ἡγεμὼν τὸν χρόνον τῶν 6. 10. 16 ἀφηγηθέντων αὐτῷ. ἐπεὶ τοίνυν πρεσβυτέρων πραγμάτων ἔκθεσις ἦν, τριάκοντά τε ἔτεσι προτερεύειν τὴν ἱστορίαν διέγνωστο τοῦτον δὲ τῶν διηγηθέντων πεφυκέναι νεώτερον, πρὸς στρεβλώσεις ὁ προεστὼς τοῦ δικαστηρίου τὸν βάρβαρον 6. 10. 17 ἔφερεν. τῆς τοίνυν γλώττης ἀντιθέτους ποιούσης τοὺς λόγους, τῶν τε κολάσεων κατεπειγουσῶν πρὸς τὰ εἰκότα τὸν βάρβαρον, ὁ φονευτὴς αὐτοκατάθετος γίνεται, καὶ παραγυμνοῦνται τὰ 6. 10. 18 σφάλματα ἐξαγορευθέντος τοῦ ἐγχειρήματος. ὁ μὲν οὖν παλαμναῖος ἐκεῖνος καὶ βάρβαρος δίκας τῆς ὠμότητος εἰσπραττόμενος ὀδοῦσι θηρίων παρεδίδοτο ψήφοις, εἶτα τῷ παμφάγῳ πυρὶ παρείχετο παρανάλωμα. 6. 11. 1᾿ Εν τούτῳ δὴ τῷ ἐνιαυτῷ εἰς τὰ πρὸ τοῦ ἄστεος τίκτονται παράδοξα τέρατα, παιδίον τετράπουν, ἄλλο δὲ δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας μετ' ἐπιμελείας συγγράψαντες μὴ εἶναι εἰς ἀγαθὸν τὴν τῶν τεράτων ταῖς πόλεσιν 6. 11. 2 ἐπιφάνειαν. τὰ μὲν οὖν τέρατα ἐπιδεδειγμένα Μαυρικίῳ τῷ αὐτοκράτορι παρεδόθη τῷ φόνῳ. ὁ δὲ βασιλεὺς ἀποχειροτονεῖ τὸν πολέμαρχον, καὶ τὸν ἀδελφὸν (Πέτρος δὲ ὄνομα 6. 11. 3 αὐτῷ) ἡγεμόνα τῶν῾ Ρωμαίων ποιεῖται δυνάμεων. ὁ μὲν οὖν Πρίσκος τούτων οὔπω ἐπέπυστο. καὶ οὖν τὰς δυνάμεις ἀράμενος διαπεραιοῦται τὸν ποταμόν. δυσανασχετεῖ γὰρ τὰ πλήθη τὴν τριβὴν πρὸς βάρβαρον χώραν ποιήσασθαι· ἐδεδίει γὰρ μή πως ἐξαπιναίως ἐφεστηκότες οἱ βάρβαροι τὴν λείαν 6. 11. 4 ἀποίσονται. ὁ δὲ Χαγάνος ἀκηκοὼς τοῦ῾ Ρωμαϊκοῦ τὴν ἀπόβασιν λίαν ἐθαύμαζεν· εἶτα ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμψε τῆς ἀναζεύξεως τὴν αἰτίαν πυθέσθαι γλιχόμενος. ὁ μὲν οὖν Πρίσκος ἀπεβουκόλησεν ὡς οἷόν τε τοῖς λόγοις 6. 11. 5 πιθανῶς τὸν Χαγάνον. ἡμέραι δὲ τρεῖς, καὶ ἠγγέλθη τῷ Πρίσκῳ μέλλειν διεγχειρεῖν τὸν Χαγάνον ταῖς῾ Ρωμαϊκαῖς δυνάμεσιν ἐπιτίθεσθαι, τὰ δὲ τῶν Σκλαυηνῶν πλήθη προστάττειν διαπεραιοῦσθαι τὸν῎ Ιστρον· τῷ ὄντι γὰρ ἐχαλέπαινεν ἐνεκότει τε λίαν ἐνευδοκιμηθείσαις ταῖς῾ Ρωμαίων 6. 11. 6 δυνάμεσιν. ὁ μὲν οὖν Ταργίτιος οἵ τε τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ 6. 11. 7 μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν῾ Ρωμαίοις. μεγαλοφρόνως τοίνυν ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς 6. 11. 8 πρὸς τὸν Χαγάνον ἐγίνετο. ὁ μὲν οὖν βάρβαρος φρονηματισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσεῖναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι. σόμενον. διά τοι τοῦτο ὁ πρέσβις ἱστορίας πολλῆς γενόμενος κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὕπεστιν. ἔφησε γάρ" ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ διηγήματος." ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν [ἐν] εποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς 6. 11. 10 ἱστορίας ἀφήγησις." Σέσωστρίν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον." τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ 6. 11. 11 δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον ὡς ἔπος εἰπεῖν κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ ταῖς μὲν ἵπποις καὶ ταῖς ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ [τοὺς] αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τοῦ. 12 στριδος ὄχημα. τοῦ τοίνυν Αἰγυπτίων βασιλέως μὴ μετριοπαθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευσάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω συστρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν 6. 11. 13 διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιήσασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς·" ἄνθρωπε, τί πρὸς τοὐπίσω τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς; ποῖ διεξιέναι 6. 11. 14 κέχηνας;" τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς τὸν Σέσωστριν·" τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο 6. 11. 15 ἀπαιωρίζεται." τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι." ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν 6. 11. 16 ἀπιστότερον εὐπραγίας." ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον· 6. 11. 17" οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ' ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκεν, περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς. 18 γίας κοινά." ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς τὸν Πρίσκον τὸν Θεόδωρον πέπομφεν. ὁ μὲν οὖν Θεόδωρος γεγονὼς πρὸς τὸν Πρίσκον διεξῆλθεν αὐτῷ τοῦ βαρβάρου τοὺς λόγους, ὁ δὲ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισε παρῄνει τε῾ Ρωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν. 1 βαρον. οἱ δὲ῾ Ρωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημήσαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς. μεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν῾ Ρωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος τὴν τῶν. 21 βάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ῾ Ρωμαῖοι πέντε χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ Δριζίπερα γίνονται. ὁ δὲ στρατηγὸς ἀφίκετο ἐς Βυζάντιον. τοιγαροῦν ὁ Μαυρίκιος τῷ Πρίσκῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν.