Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ζʹ 7. 1 αʹ. Περὶ τῆς γενομένης ἀταξίας ταῖς῾ Ρωμαίων δυνάμεσιν. βʹ.᾿ Αριστεία῾ Ρωμαίων κατὰ Σκλαυηνῶν. γʹ. Περὶ τῶν ἐν᾿ Ασίμῳ τῇ πόλει συμβεβηκότων. δʹ. Περὶ τοῦ Πιραγάστου, τοῦ φυλάρχου τῆς Σκλαυηνῶν δυνάμεως, καὶ ἀνδραγαθία῾ Ρωμαίων. εʹ. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς῾ Ρωμαίων δυνάμεσιν. ϛʹ.῞ Οπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ τῶν Σκλαυηνῶν, Πρίσκος αὖθις γίνεται στρατηγός.
7.2.1
Θάνατος᾿ Ιωάννου τοῦ Νηστευτοῦ, τοῦ τὴν ἀρχιερατικὴν Κωνσταντινουπόλεως περιβαλλομένου ἀξίαν. ηʹ. Περὶ τῶν ἐκδανεισθέντων χρημάτων᾿ Ιωάννῃ τῷ Νηστευτῇ ὑπὸ τοῦ αὐτοκράτορος. θʹ. Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχηδόνος τῆς πόλεως. ιʹ. Περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. ιαʹ. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρκοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας. ιβʹ. Πόθεν τὸ τῶν᾿ Αβάρων φῦλον κατάγεται· καὶ περὶ τῆς ἀποφοιτήσεως αὐτῶν τῆς ἐκ τῆς ἕω. ιγʹ. Περὶ τοῦ Χρυσοῦ λεγομένου ὄρους. ιδʹ. Περὶ τῆς Ταυγάστ. ιεʹ. Περὶ τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν σηρικήν. ιϛʹ. Περὶ τῆς λεγομένης Χουμαδάν. ιζʹ. Περὶ τῶν᾿ Ινδῶν τῶν λευκῶν τὸ σῶμα. ιηʹ. Διάλεξις πρὸς τὸν Πρίσκον Χαγάνου. ιθʹ.᾿ Αντιλογία Πρίσκου πρὸς Χαγάνον τὸν βάρβαρον. κʹ.῞ Οπως ὁ Πρίσκος Σιγγηδόνα διασώζει τὴν πόλιν. καʹ.῞ Οσα κατὰ τὴν λεγομένην Δαλματίαν οἱ βάρβαροι διεπράξαντο. κβʹ. Τὰ κατὰ Γώδουιν, καὶ ἀριστεία῾ Ρωμαίων. κγʹ. Προαγόρευσις τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτοκράτορος. κδʹ. Φυγὴ῾ Ρωμαίων καὶ Κομεντιόλου τοῦ στρατηγοῦ. κεʹ.῞ Οπως ὁ Χαγάνος τὰς δυνάμεις τοῖς Μακροῖς τείχεσι προσομιλεῖν παρεσκεύασεν. κϛʹ. Περὶ τῆς παραδόξου γενομένης τιμωρίας ὑπὸ᾿ Αλεξάνδρου τοῦ μάρτυρος τῇ τῶν᾿ Αβάρων πληθύϊ. κζʹ. Πρεσβεία῾ Ρωμαίων πρὸς Χαγάνον. κηʹ. Περὶ τῶν ἐπιφανέντων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασιν. κθʹ.῎ Εκθεσις τῆς φύσεως τοῦ Αἰγυπτίου ποταμοῦ καὶ συναγωγὴ πλείστων ἀρχαίων δογμάτων περὶ αὐτοῦ. ινδεχ.
7.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Ζʹ 7. 1. 1 Οὕτω μὲν οὖν Πρίσκος ἀπεχειροτονεῖτο, πολέμαρχος δὲ ὑπὸ τοῦ αὐτοκράτορος ὁ Πέτρος ἀναγορεύεται, ὃς καὶ αὐτάδελφος Μαυρικίου ἐτύγχανεν ὤν. ἐγχαράττει τοίνυν βασιλικὰς ἐπιστολὰς ὁ Μαυρίκιος, ταύτας τε τῷ στρατηγῷ ἐπιδοὺς τοῦτον ἀπεκδημεῖν τοῦ ἄστεος παρεσκεύαζε καὶ πρὸς 7. 1. 2 τὸ στρατόπεδον ἀφικέσθαι παρεκελεύετο. ἡ μία τοιγαροῦν τῶν βασιλικῶν ἐπιστολῶν στρατιωτικῆς ἐπιδόσεως τύπος ἐτύγχανεν· ὁ δὲ τύπος ἠβούλετο τριτταῖς μοίραις συντάττεσθαι τὴν ἐπίδοσιν, δι' ἐσθῆτος καὶ ὅπλων καὶ χαράγματος 7. 1. 3 χρυσίου. ἀποφοιτήσας τοίνυν τῆς Πειρίνθου ὁ στρατηγὸς ἐπὶ τὰ Δριζίπερα γίνεται, καὶ καταλιπὼν τὰ Δριζίπερα τῇ᾿ Οδησσῷ προσομιλεῖ. τὸ μὲν οὖν στρατόπεδον ἐπιβεβηκότα τῆς᾿ Οδησσοῦ τὸν πολέμαρχον ἐπισήμως ὑπεδέχετο λίαν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ πολέμαρχος στηλιτεῦσαι τῷ πλήθει τὰς. 4 λικὰς συλλαβὰς ἐνεχείρει. ἡ μὲν οὖν πληθὺς ἑώρα πρὸς τάραχον· προηκηκόει γὰρ τὸ βασιλικὸν πρόσταγμα. τοῦ τοίνυν στρατηγοῦ εἰς συνάθροισιν μίαν ἐπειγομένου τὰς δυνάμεις ποιήσασθαι, εἰς ὑπήκοον δὲ τῶν συνεληλυθότων τὰ τοῦ βασιλέως ποιήσασθαι λόγια, ἀποσκιρτᾷ τὸ στρατόπεδον, καὶ τὸν στρατηγὸν καταλιμπάνον ἀγέραστον ἀπὸ σημείων τεττάρων 7. 1. 5 μετὰ ταράχου στρατοπεδεύεται. ὁ δὲ Πέτρος καταστασιαζόμενος ἀποκρύπτει τῶν βασιλικῶν προσταγμάτων τὰ λυπηρότερα. ἔχων δὲ ἀνὰ χεῖρα καί τινα βασιλικῶν θεσπισμάτων τοῖς πολεμίοις ὄχλοις συνοίσοντα, ἠξίου ταῦτα ἐμφανῆ τῇ. 6 μαϊκῇ δημοσιεῦσαι πληθύϊ. οἱ μὲν οὖν῾ Ρωμαῖοι ἐκκλησίαν ποιήσαντες ἐς Μαυρίκιον ἐβλασφήμουν, ὁ δὲ πολέμαρχος συνέσει καὶ πειθοῖ τὴν τῶν στρατοπέδων κατευνάσας ὀργὴν τὰς ἱλαρωτέρας τῶν τοῦ βασιλέως ἐπιστολῶν τοῖς ἐνόπλοις 7. 1. 7 ἐστηλίτευσε δήμοις. ἦν δὲ τὰ φιλοτίμως ἐν αὐταῖς περιεχόμενα τάδε, τοὺς ἀριστεύοντας τῶν῾ Ρωμαίων καὶ ἐκ τῆς τῶν κινδύνων μεγαλοψυχίας περιπεπτωκότας τισὶ συμφοραῖς ἔχειν ἀπὸ τοῦ λοιποῦ τὴν ἀνάπαυλαν, τούτους δὲ ἐν ταῖς πόλεσιν ἀπομάχους πεφυκότας σιτίζεσθαι δαπάναις βασιλικαῖς, τοὺς δὲ παῖδας τῶν στρατευσαμένων καὶ ἐν πολέμοις ἀποβαλόντας τοὺς φύσαντας ἀντὶ τῶν τεκόντων ἐγγράφεσθαι πρὸς τὸν 7. 1. 8 πόλεμον. ταῦτα τοιγαροῦν ἐπὶ βημάτων τινῶν ὑψηλῶν τὸ ὁπλιτικὸν ἐκκλησιάσας ἐπέστρεφε πιθανῶς τε κατεδούλου. ἔνθεν καὶ μεταβολὴν τὰ τῆς ἀνίας ἐλάμβανεν, καὶ πρὸς τὴν ἐς Μαυρίκιον εὔνοιαν τὸν αὐτοκράτορα ἅπας ἐτέτραπτο. 7. 1. τοιγαροῦν κατευφημεῖτο ὁ Καῖσαρ τῶν πρὸ μικροῦ ἀπολελυμένος διαβολῶν· τὸ γὰρ πλῆθος ἀβέβαιον ὂν σταθμῶν οὐδαμῶς ἐπιβέβηκεν, ταῖς ἐκ τοῦ παρήκοντος ἐκφοραῖς μεταμορφούμενον εἰκῇ καὶ ὡς ἔτυχεν. 7. 2. 1 οὕτω μὲν οὖν ὁ στρατηγὸς ἐπὶ τοῖς λυπηροῖς πρὸς τὸ στρατόπεδον διελύσατο· τετάρτη δὲ ἡμέρα, καὶ τῷ αὐτοκράτορι τὰ περὶ τῆς στάσεως τῶν δυνάμεων κατεμήνυεν, ἀπολιπών τε τὴν᾿ Οδησσὸν ἐπὶ τὰ εὐώνυμα τῶν χώρων μεταφοιτᾷ, τῇ τε Μαρκιανοῦ συγγενόμενος πόλει χιλίους προθέειν τοῦ στρατοπέδου προσέταξεν. καὶ οὖν ἐντυγχάνουσιν οὗτοι ἑξακοσίοις Σκλαυηνοῖς λείαν 7. 2. 2 ἐπαγομένοις῾ Ρωμαίων πολλήν· τὰ γὰρ Ζαλδαπὰ καὶ῎ Ακυς καὶ Σκόπις καταπρονομεύσαντες αὖθις ἐλαφυραγώγουν τοὺς ἀτυχήσαντας, ἦν δὲ αὐτοῖς ἐπὶ πλήθους πολλοῦ ἁμαξῶν ἡ 7. 2. 3 ἀποσκευὴ τῶν λαφύρων. ὡς δὲ ἐπιόντας ἔβλεψαν τοὺς῾ Ρωμαίους οἱ βάρβαροι, εἶτα καὶ ἀντεβλέφθησαν, ἐπὶ τὸν φόνον τῶν αἰχμαλώτων ἐτράποντο. ἀναιρεῖται τοίνυν ἡ τῶν ἀρρένων 7. 2. 4 αἰχμαλώτων ἡβηδὸν ἡλικία. ἐπεὶ δὲ δύσφευκτος τοῖς βαρβάροις ὑπῆν ἡ συνάντησις, τὰς ἁμάξας συνθέντες περιεβάλοντο χάρακα, ἅμα τοῖς μειρακίοις τὰ γύναια εἰς τὸ. 5 τατον τῆς τάφρου ἐναποθέμενοι. οἱ δὲ῾ Ρωμαῖοι πεπλησιακότες τοῖς Γέταις (τοῦτο γὰρ τοῖς βαρβάροις τὸ πρεσβύτερον ὄνομα) οὐκ ἐθάρρουν εἰς χεῖρας ἐλθεῖν· ἐδεδίεσαν γὰρ τὰ ἐκ τοῦ χάρακος κατὰ τῶν ἵππων ὑπὸ τῶν βαρβάρων ἀκόντια. 6 μενα. ὁ τοίνυν τούτων ἐπιστατῶν (᾿ Αλέξανδρος ὄνομα αὐτῷ) τῇ πατρίῳ τῶν῾ Ρωμαίων φωνῇ τοῖς῾ Ρωμαίοις ἐνεκελεύετο ἀποβῆναι τῶν ἵππων καὶ κατασυστάδην τῶν πολεμικῶν 7. 2. 7 κινδύνων ἐφάπτεσθαι. ἀτὰρ οἱ῾ Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσομιλοῦσι τῷ χάρακι ἐδίδοσάν τε καὶ ἀντελάμβανον 7. 2. 8 τὰς ἐκπομπὰς τῶν βελῶν. τῆς μάχης τοιγαροῦν διαρκούσης ἑκατέρᾳ δυνάμει,῾ Ρωμαῖός τις εἰσεπήδησε καὶ ἀνεὶς ἐπὶ μιᾶς ἐπιβαίνει ἁμάξης συνηνωμένης τῷ χάρακι καὶ περιφρουρούσης τὸ βάρβαρον, εἶτα στὰς ἐπὶ ταύτης τῷ ξίφει τοὺς. ζοντας ἔπαιεν. γίνεται τοίνυν τοῖς βαρβάροις ἀμεθόδευτον τὸ κακόν· λύουσι γὰρ ἐντεῦθεν οἱ῾ Ρωμαῖοι τῶν βαρβάρων τὸν χάρακα. οἱ δὲ βάρβαροι ἀπειρηκότες τοῦ σώζεσθαι τὴν ἐπίλοιπον τῆς αἰχμαλωσίας μοῖραν ἀπέσφαττον. οἱ δὲ῾ Ρωμαῖοι ἐγκρατῶς ἐπιθέμενοι ὀψέ που καὶ μόλις τοὺς περὶ τὸν 7. 2. 10 χάρακα βαρβάρους ἀπέκτειναν. δευτέρα δὲ ἡμέρα, καὶ οἱ νενικηκότες τῷ στρατηγῷ τὰ συγκυρήσαντα διεξῄεσαν. πεμπταῖος δὲ ὁ στρατηγὸς κατὰ τοῦτον τὸν χῶρον γενόμενος καὶ δὴ τὰ ἐπίχειρα τῶν προθεόντων ἰδὼν ἠμείψατο τοὺς 7. 2. 11 ἀνδραγαθήσαντας δώροις. τῇ δὲ ὑστεραίᾳ κυνηγετεῖν ὁ Πέτρος πειρώμενος γίνεται πρὸς ἄλσος βαθύ. συὸς τοίνυν μεγίστου ἐν τούτῳ τῷ τέμπει κατεμφωλεύοντος, καὶ τῆς ὑλακῆς τῶν κυνῶν γενομένης μεγάλης, τὸ θηρίον τοῦ ἑδράσματος. 12 ται καὶ κατὰ τοῦ Πέτρου χωρεῖ. ὁ δὲ στρατηγὸς πρὸς φυγὴν ἀναστρέψας τὸν ἵππον τὸν εὐώνυμον πόδα ἐξέθλιψεν, δένδρῳ ὑψιτενεῖ προσραγείς. ὀδύναις τοιγαροῦν ὁ Πέτρος ἀφορήτοις σφακελιζόμενος ἐνδιατρίβει τῷ χώρῳ, ἐπὶ τῷ σφάλματι. 13 ταιῶς λίαν νοσηλευόμενος. ὁ δὲ Καῖσαρ ἀσχάλλων ἐπὶ τῇ τριβῇ τοῦ στρατηγοῦ τήν τε περὶ τὸν πόλεμον ἀπραξίαν 7. 2. 14 θαυμάσας τὸν στρατηγὸν ἐλογογράφει ταῖς ὕβρεσιν. ὁ τοίνυν Πέτρος τὴν ἐν γράμμασι δυσφημίαν μὴ φέρων τοῦ αὐτοκράτορος, ἔτι πικρῶς ὑπὸ τῆς νόσου κατατρυχόμενος μεταποιεῖται τὸν χάρακα, καὶ τάφρους τέτταρας ἐναλλάξας ἐπὶ 7. 2. 15 τὰς τῶν Σκλαυηνῶν ἐνεφοίτα διατριβάς. δεκάτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ Μαυρίκιος βασίλειον ἐπιστολὴν τῷ αὐταδέλφῳ ἐξέπεμπεν ἐνδημῆσαι τῇ Θρᾴκῃ· ἠκηκόει γὰρ ὁ Μαυρίκιος τῶν Σκλαυηνῶν τὰ πλήθη ἐς Βυζάντιον τὰς ὁρμὰς 7. 2. 16 ἐπιφέρειν. ὁ δὲ στρατηγὸς ἐκ τούτου ἐπὶ τὸ Πιστοῦ γίνεται φρούριον, μετὰ τοῦτο πρὸς τὰ Ζαλδαπὰ ἀφικνεῖται. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς τὴν᾿ Ιατρὸν τὴν πόλιν φοιτᾷ, καὶ δῆτα τὸ Λαταρκίου φρούριον παραμείψας εἰς Νόβας στρατοπεδεύεται. 7. 2. 17 οἱ τοίνυν ἐγχώριοι ἀκηκοότες τὸν στρατηγὸν ἐλευσόμενον τοῦ ἄστεος ἐξεχώρησαν καὶ συνάντησιν αὐτῷ λίαν ἐπίδοξον ἐποιήσαντο καὶ τὸν Πέτρον καθικετεύουσι συνθιασώτην τῆς Λούππου γενέσθαι τοῦ μάρτυρος πανηγύρεως· κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἦν ἡ προεόρτιος ἑορτὴ Λούππου 7. 2. 18 τοῦ μάρτυρος. ὁ μὲν οὖν στρατηγὸς διημερεῦσαι περὶ τὸν χῶρον διὰ τὴν ἐκ τῆς ἀνάγκης ὁδοιπορίαν μὴ δύνασθαι ἔφασκεν· οἱ δὲ τοῦ ἄστεος παχύναντες τὴν ἀξίωσιν τῇ ὑπεροχῇ τῶν δεήσεων τὸν στρατηγὸν ἐβιάσαντο μέτοχον γενέσθαι τῆς 7. 2. 1 πανηγύρεως. ὁ μὲν οὖν Πέτρος ἡμέρας δύο ἀνὰ τὸ πόλισμα γεγονὼς ἀπαίρει ἐντεῦθεν καὶ ἐπὶ τὴν Θεοδώρου πόλιν τάφρον ἐχάραξεν, ὑπὸ πρώτην δὲ ἕω ἐν τῇ λεγομένῃ Κουρίσκᾳ φοιτᾷ. 7. 3. 1 τρίτη δὲ ἡμέρα, καὶ ἐν᾿ Ασήμῳ τῇ πόλει τὰς ἐπαύλεις ποιεῖται. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐμεμαθήκεσαν προσδόκιμον ὄντα τὸν στρατηγόν, ἔξω γεγονότες τοῦ ἄστεος συναντῶσι τῷ Πέτρῳ καὶ περιφανῆ τὴν περὶ τὸ ἄστυ τούτῳ 7. 3. 2 ἐπεποίηντο εἴσοδον. ἐν τῷ πολίσματι τούτῳ ἀπὸ πρεσβυτέρων χρόνων τινῶν ὁπλιτικὸν συνετέτακτο ἐπὶ διαφρουρᾷ τῶν τῆς πόλεως· πυκνότερον γὰρ περὶ ταύτην τὴν πόλιν οἷα. 3 τοντες οἱ βάρβαροι κατεσπίλαζον. πυθόμενοι τοιγαροῦν τὸ ἐν ταύτῃ τῇ πόλει ὁπλιτικὸν καθεστὸς μέλλειν ἥκειν τὸν στρατηγόν, τὰ σημεῖα ἀράμενον, ἃ βάνδα῾ Ρωμαῖοι κατονομάζουσιν, ἀποχωροῦσι τῆς πόλεως, εἶτα τοῖς ὅπλοις. 4 μενοι λίαν εὐκλεῶς τὸν στρατηγὸν ὑπεδέχοντο. ὁ μὲν οὖν Πέτρος τὸ μεγαλοπρεπὲς τῶν περὶ τὴν πόλιν στρατιωτῶν θεασάμενος ἐνεχείρει τούτους ἀπὸ τῆς πόλεως ἀφαιρεῖν καὶ ταῖς περὶ αὐτὸν συναναμῖξαι δυνάμεσιν. οἱ μὲν οὖν ἀστοὶ τό τε περὶ τὴν πόλιν ὁπλιτικὸν᾿ Ιουστίνου τοῦ αὐτοκράτορος ὑπεδείκνυον νόμον χαριζόμενον τῇ πόλει τὴν ἔνοπλον ταύτην 7. 3. 5 διάδοχον πρόνοιαν. τῇ δὲ ἐπαύριον ὁ πολέμαρχος ἔνστασιν ποιησάμενος ἀφαιρεῖσθαι τῆς πολίχνης τοὺς συντεταγμένους ἐπὶ τῇ ταύτης φρουρᾷ κατηπείγετο. διὰ τοῦτο ἐπὶ τὸ τῆς πόλεως ἱερὸν οἱ περὶ τὴν πόλιν στρατιῶται τὴν καταφυγὴν 7. 3. 6 ἐποιοῦντο. τούτων ὁ στρατηγὸς ἀκηκοὼς τῷ ἐπισκοποῦντι ἐδήλου τῶν ἱερῶν ὑπεξαγαγεῖν αὐτούς. δυσανασχετοῦντος δὲ τοῦ ἱερέως, ἀποστέλλει ὁ στρατηγὸς Γέντζωνα τὸν ταξίαρχον μετὰ πλήθους στρατιωτῶν ἐξωθῆσαι πρὸς βίαν τοὺς ἐπὶ 7. 3. 7 τῷ νεῷ τὴν καταφυγὴν ποιουμένους. τούτων δὴ ἀκηκοότες οἱ ἐν τοῖς ἱεροῖς ἑδράσμασι καταφεύγοντες, ὅπλοις φραξάμενοι τὰς θύρας τοῦ ἱεροῦ ἐναποκλείουσι πάντοθεν. ὁ μὲν οὖν Γέντζων τὴν ἔνστασιν τὴν ἐν τῷ ἱερῷ περιβόλῳ θεασάμενος τήν τε ἀτοπίαν τοῦ πράγματος διαγνούς, ἅμα δὲ 7. 3. 8 καὶ τὴν αἰδῶ τοῦ ναοῦ σεβασθείς, ἄπρακτος ἀπεφοίτα. ὁ δὲ στρατηγὸς καταθυμωθεὶς ἐπὶ τούτοις ἀποχειροτονεῖ τῆς στρατηγίας τὸν Γέντζωνα· ἦν δὲ ὁ Γέντζων τῆς πεζικῆς δυνάμεως ἡγεμών. τῇ δὲ ὑστεραίᾳ ἕνα τινὰ τῶν τοῦ βασιλέως σωματοφυλάκων, ὃν σκρίβωνα῾ Ρωμαῖοι κατονομάζουσιν, εἰς τὴν ἑαυτοῦ σκηνὴν μετάκλητον ποιησάμενος ἀναιδῆ τινα διεγχείρησιν τούτῳ προσέταττεν· ἡ δὲ ἀξίωσις ἦν τὸν ἐπισκοποῦντα τὴν πόλιν ἠτιμωμένως ἕλκειν ἐπὶ τὸν χάρακα. 7. 3. τούτων οἱ τῆς πόλεως μάρτυρες γεγονότες ἅπαντες συναθροίζονται καὶ τὸν ὑπὸ τοῦ στρατηγοῦ ἀποσταλέντα κατὰ τοῦ ἱερέως ἐξωθοῦσι βίᾳ τῆς πόλεως, τάς τε πύλας τοῦ τείχους συγκλείσαντες καθύμνουν ταῖς εὐφημίαις τὸν αὐτοκράτορα, 7. 3. 10 τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον. ὁ δὲ Πέτρος περιστοιχίσας ἀπὸ σημείου τῆς πόλεως ἐνηυλίζετο. ἐπεὶ δὲ τὰ τῆς ἐγχειρήσεως ἦν αὐτῷ κατονείδιστα, καταλιμπάνει τὸ πόλισμα, καὶ ἐς τὸ πρόσω βαδίσεως ἔναρξιν ἐποιεῖτο μεγάλαις βλασφημίαις προπεμπόμενος ἐκ τῆς πόλεως. 7. 4. 1῞ Εκτη δὲ ἡμέρα, καὶ πρὸς τὸ σκοπῆσαι τοὺς πολεμίους ἄνδρας χιλίους συνέταξεν. οὗτοι ἑκατοντάσι δέκα. 2 γάροις προσπίπτουσιν. οἱ μὲν οὖν βάρβαροι, ἅτε δὴ εἰρήνης῾ Ρωμαίοις καὶ Χαγάνῳ ὑπούσης, ἀπεριμερίμνως ἐποιοῦντο τὴν βάδισιν· οἱ δὲ῾ Ρωμαῖοι γνώμῃ τοῦ στρατηγοῦ κατὰ τῶν βαρβάρων τοῖς ἀκοντίοις ἐκέχρηντο. οἱ δὲ Βούλγαροι πρέσβεις ἐξέπεμπον τήν τε μάχην ἀπεκηρυκεύοντο καὶ. 3 νουν῾ Ρωμαίοις τὴν εἰρήνην μὴ διαφθείρειν. ὁ δὲ τοῦ συντάγματος ἔξαρχος πρὸς τὸν στρατηγὸν τοὺς πρέσβεις ἐξέπεμπεν ἀπὸ σημείων ὀκτὼ πεφυκότα τοῦ χωρίου. καὶ οὖν ὁ Πέτρος τοὺς εἰρηναίους λόγους ἀποσεισάμενος τοῖς προθέουσιν ἐδήλου φόνῳ μαχαίρας τοὺς βαρβάρους. 4 χρῆμα ὀλλύναι. οἱ μὲν οὖν Βούλγαροι πρὸς μάχην ὡς οἷόν τε ἦν συμφραξάμενοι [πρὸς τὴν μάχην] χεῖρας ἐνέμιξαν, καὶ λίαν ἡρωϊκῶς συνταξάμενοι εἰς φυγὴν ἀποκλῖναι῾ Ρωμαίους 7. 4. 5 ἠνάγκασαν. τούτου δῆτα γεγονότος ὑπαναχωροῦσι κατὰ μικρὸν καὶ οἱ βάρβαροι ἐντροπαλιζόμενοι, ὀλίγον γόνυ γουνὸς ἐπαμείβοντες, ἵνα καί τι τῆς῾ Ομηρικῆς δέλτου τοῖς διηγήμασιν ἀναμίξωμεν· ἐδεδίεσαν γὰρ μή πως ἐπίθετος δύναμις τοῖς 7. 4. 6 ἡττηθεῖσι προσομιλήσασα αὖθις συσταίη πρὸς πόλεμον. ὁ μὲν οὖν Πέτρος διητυχηκὼς τοῦ βουλήματος τὸν ταξίαρχον τῶν προθεόντων τῆς ἐσθῆτος γυμνώσας δουλοπρεπῶς ἐμαστίγωσεν. παραγίνονται τοίνυν ἐπὶ τὸν Χαγάνον οἱ βάρβαροι καὶ τὰ παρηκολουθηκότα παραγυμνοῦσιν αὐτῷ. ὁ μὲν οὖν βάρβαρος ὡς τὸν Πέτρον πρέσβεις ἐξέπεμπε καὶ. 7 σπονδοῦντί πως αὐτῷ κατωνείδιζεν. ὁ δὲ Πέτρος τοὺς πρέσβεις πιθανοῖς λόγοις ἀπεβουκόλησε καὶ ἄγνοιαν τοῦ σφάλματος προεφέρετο. δώροις τοίνυν λαμπροῖς καὶ λαφύρων ζημίαις μετατίθησι τὸν βάρβαρον πρὸς εὐμένειαν. 7. 4. 8 Τετάρτη δὲ ἡμέρα, καὶ πλησίον γίνεται τοῦ γείτονος ποταμοῦ, καὶ εἴκοσι συλλεξάμενος ἄνδρας ἐπεπόμφει διαπεραιοῦσθαι τὸν ποταμὸν καὶ διανοῆσαι τὰ τῶν πολεμίων 7. 4. κινήματα. οἱ μὲν οὖν τὸν ποταμὸν διαπορθμευσάμενοι ἥλωσαν ἅπαντες. ὁ δὲ τρόπος τῆς ἁλώσεως οὗτος. εἴθισται τοῖς ἐπὶ κατασκοπῇ συνταττομένοις ἀεὶ τὰς νύκτας ποιεῖσθαι τὴν 7. 4. 10 βάδισιν, ἡμέρας δὲ λαμπούσης ὕπνοις προσομιλεῖν. οὗτοι πολλὴν τῇ προτεραίᾳ διαπεποιηκότες πορείαν, εἶτα κεκοπιακότες ἐπὶ τοῖς σώμασιν, ὑπὸ τὸ λυκόφως εἰς ἀνάπαυλαν 7. 4. 11 τρέπονται περί τινα πλησίον λόχμην. περὶ δὲ τρίτην ἕω πάντων καθευδόντων, καὶ μὴ ὑπόντος τοῦ διαφρουροῦντός τινος, γίνονται περὶ τὴν λόχμην οἱ βάρβαροι. ἀποβάντες τοίνυν οἱ Σκλαυηνοὶ τῶν ἵππων ἐνεχείρουν ψυχάζειν τοῖς 7. 4. 12 τε ἵπποις ἀνακωχῆς μεταδιδόναι τινός. τοιγαροῦν ἐκ τοῦ παρήκοντος γίνονται οἱ῾ Ρωμαῖοι κατάφωροι. καὶ ζωγρηθέντες οἱ δείλαιοι ἀνητάζοντο διεξελθεῖν, ὅσα τοῖς῾ Ρωμαίοις βεβούληται. οἱ μὲν οὖν ἀπογνόντες τὴν σωτηρίαν. 13 σαν ἅπαντα. ὁ δὲ Πειράγαστος (φύλαρχος δὲ οὗτος τῆς πληθύος ἐκείνης τῶν βαρβάρων) τὰς δυνάμεις ἀναλαβὼν ἐπὶ τὰς τοῦ ποταμοῦ διαβάσεις στρατοπεδεύεται καὶ ταῖς ὕλαις ἐγκρύπτεται οἷά τις ἐπιφυλλὶς ἀθεώρητος. 7. 5. 1 ὁ δὲ στρατηγός, ὁ τοῦ αὐτοκράτορος ἀδελφός, ἀπευδοκιμήσας ἐντεῦθεν πολεμίους ὑπεῖναι κελεύει τὸν ποταμὸν διαπεραιοῦσθαι τὸ στράτευμα. χιλίων τοίνυν διανηξαμένων τὸν ποταμόν, 7. 5. 2 ἅπαντας ἀναιροῦσιν οἱ βάρβαροι. τοῦτο διεγνωκὼς ὁ στρατηγὸς κατεπείγει τὰ πλήθη μὴ ἀνακερμάτιστον [ἀλλὰ σύμφωνον] ποιήσασθαι τὴν διάβασιν, ἵνα μὴ κατ' ὀλίγον τὸν ποταμὸν περαιούμενοι παρανάλωμα τοῖς ἀντιπάλοις γενήσονται. οὕτω τοίνυν τῆς῾ Ρωμαϊκῆς κοσμηθείσης συντάξεως, περὶ τὴν ὄχθην τοῦ ποταμοῦ οἱ βάρβαροι παρατάττονται. 7. 5. 3 οἱ μὲν οὖν῾ Ρωμαῖοι ἀπὸ τῶν πορθμιδίων τοὺς βαρβάρους κατακοντίζονται, οἱ δὲ βάρβαροι τὰ πλήθη τῆς ἐκπομπῆς τῶν βελῶν φέρειν ἀδυνατήσαντες ὀρφανὰς τὰς ὄχθας. 4 πάνουσιν. ἀναιρεῖται τοίνυν ὁ τούτων ταξίαρχος, ὃν Πειράγαστον ὁ λόγος φθάσας ἐδίδαξεν· βέλους γὰρ ἐπὶ τῆς λαγόνος καταβληθέντος αὐτῷ, ἐν καιρίῳ τε τῆς πληγῆς γεγονυίας, θάνατος αὐτῷ πραγματεύεται. καὶ οὖν πεπτωκότος τοῦ 7. 5. 5 Πειραγάστου τρέπεται πρὸς ἀποφυγὴν τὸ πολέμιον. γίνονται τοίνυν οἱ῾ Ρωμαῖοι κύριοι τῆς ὄχθης τοῦ ποταμοῦ. εἶτα τὰ πλήθη τῶν βαρβάρων περιβαλόντες φόνῳ πολλῷ πρὸς ἀπόδρασιν χωρεῖν αὐτοὺς κατηνάγκαζον. τὴν δὲ δίωξιν ἐς μακρὰν μὴ οἷοί τε ὄντες ποιήσασθαι διὰ τὸ τῆς ἵππου 7. 5. 6 χηρεύειν, πρὸς τὸν χάρακα ἐπανέζευξαν. γίνεται τοίνυν τῇ ὑστεραίᾳ μεγάλη πλάνη τοῖς ποδηγοῦσι τὸ στράτευμα, ὅθεν καὶ ἀνυδρία τῷ στρατοπέδῳ ἐνέσκηψεν, καὶ τὰ τῆς συμφορᾶς ἐπετείνετο. οὐ φέροντος τοίνυν τοῦ ὁπλιτικοῦ τὴν σπάνιν τοῦ ὕδατος οἴνῳ παρεμυθοῦντο τὸ δίψος. ἡμέρα δὲ τρίτη, καὶ τὸ κακὸν ἐμηκύνετο. καὶ ἂν ἡ στρατιὰ διόλωλεν ἅπασα, εἰ μὴ βάρβαρός τις ἁλοὺς τὸν῾ Ηλιβακίαν αὐτοῖς ἐξέλεξε 7. 5. 7 ποταμόν, τέτταρας παρασάγγας ἀπέχοντα. οὕτω μὲν οὖν οἱ῾ Ρωμαῖοι ἐξ ἑωθινοῦ περιτυγχάνουσιν ὕδατι. τοίνυν οἱ μὲν προκλίναντές πως τὰ γόνατα τοῖς χείλεσι τὸ ὕδωρ λαφύττουσιν, οἱ δὲ ἐπικεκυφότες ταῖς χερσὶν ἠρύοντο ὕδατα, ἄλλοι 7. 5. 8 ἀπήντλουν ταῖς ὑδρίαις τὸ νᾶμα. δασέος δὲ τέμπους ὑπόντος εἰς τὸ ἀντιπέρας τοῦ ποταμοῦ, καὶ βαρβάρων ἐγκρυπτομένων αὐτόθι, γίνεται μεγίστη τοῖς῾ Ρωμαίοις ἐπήρεια· ἀκοντίοις γὰρ ἔβαλλον τοὺς ὑδρευομένους οἱ βάρβαροι. οὐκοῦν ἐξ ἀπόπτου 7. 5. φόνος πολὺς ἐπεγίνετο. δυοῖν τοίνυν θάτερον ἦν ἑλέσθαι ἀνάγκη, τοῦ ὕδατος ἀπειπεῖν καὶ ἀπὸ τοῦ δίψους τὸν βίον ἀπολιπεῖν, ἢ μετὰ τοῦ ὕδατος ὑπαντλεῖν καὶ τὸν θάνατον. ἀτὰρ πορθμία οἱ῾ Ρωμαῖοι ναυπηγησάμενοι τὸν ποταμὸν διενήξαντο, 7. 5. 10 ὅπως κατάφωρον τὸ πολέμιον γένοιτο. ἐπεὶ δὲ πρὸς τὸ ἀντιπέρας τὸ ὁπλιτικὸν παρεγένετο, ἀθρόον οἱ βάρβαροι ἐπιθέμενοι τῶν῾ Ρωμαίων κρατοῦσιν. οἱ μὲν οὖν῾ Ρωμαῖοι νενικημένοι πρὸς φυγὴν ἀποκλίνουσιν. καταπολεμηθέντος τοίνυν ὑπὸ τῶν βαρβάρων τοῦ Πέτρου, Πρίσκος γίνεται στρατηγός, καὶ οὖν ἀποχειροτονηθεὶς τῆς ἡγεμονίας ὁ Πέτρος ἐς Βυζάντιον ἧκεν. 7. 6. 1 Πρὸ τεττάρων τοίνυν τούτων ἐνιαυτῶν (πρὸς γὰρ τὰ πρεσβύτερα τῆς ἱστορίας αὖθις γινόμεθα)᾿ Ιωάννης ὁ τὴν ἐς Βυζάντιον ἐκκλησίαν ἰθύνων τὸν τῇδε βίον ἀπέλιπεν, ὃς διὰ τὸ καταφιλοσοφῆσαι λίαν τῶν ἡδονῶν τυραννῆσαί τε τῶν παθῶν αὐτοκράτορά τε τῆς κοιλίας γενέσθαι Νηστευτὴς 7. 6. 2 ὑπὸ τῶν Βυζαντίων κατωνομάζετο. λέγεται δὲ καὶ ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος ἱκανὰ δανεισάμενον τάλαντα γραμματεῖον ἐκθέσθαι τήν τε οἰκείαν περιουσίαν ἐν ταῖς ὁμολογίαις 7. 6. 3 τοῦ δανείσματος ὑποθέσθαι. ἐπεὶ δὲ μετῆρεν ὁ ἱερεὺς τῶν τῇδε, ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν τοῦ ἱεράρχου οὐσίαν διερευνησάμενος εὑρίσκει τὸν ἄνδρα ἀχρηματίαν φιλοσοφήσαντα, καὶ λίαν ἀγασθεὶς τὴν ἐς ἄκρον τοῦ ἱερέως δικαιοσύνην διέρρηξε προῖκα τὸ μικροῦ συνταγὲν γραμματεῖον. 7. 6. 4 μηδὲν γὰρ τῷ ἱερεῖ ἕτερόν φασι τὸν βασιλέα εὑρεῖν ἢ σκίμποδα ξύλινον καὶ σισύραν ἐξ ἐρίου ἐς τὰ μάλιστα εὐτελῆ φαινόλην τε ἀκαλλῆ· δυσείμων γὰρ ἦν ὁ ἀνὴρ λιτότητι βίου καταλαμπόμενος. ταῦτα δήπου, ταῦτα ἀντὶ πολλῶν ἂν χρημάτων καὶ λίθων᾿ Ινδικῶν ὁ αὐτοκράτωρ Μαυρίκιος τιμησάμενος 7. 6. 5 εἰς τὰ βασίλεια μετηγάγετο. ταῖς ἐαριναῖς τοιγαροῦν τῶν Χριστιανῶν νηστείαις ἐναβρυνόμενος, χαίρειν φράσας ταῖς χρυσαῖς καὶ λιθοκολλήτοις κλίναις τοῖς τε νήμασι τῶν Σηρώων, ἐπὶ τοῦ ἱερέως ξυλίνην στιβάδα ὁ βασιλεὺς κατεπαννυχίζετο, θείας τινὸς ἐντεῦθεν ὥσπερ οἰόμενος μεταλήψεσθαι χάριτος. 7. 6. 6 Κατὰ τούτους τοὺς χρόνους οἱ περὶ τὴν Λιβύην Μαυρούσιοι διωμοσίαν κατὰ τῶν῾ Ρωμαίων ποιοῦνται. ἐπεὶ δὲ τὰ πλήθη συνέρρευσαν, ἐς μέγα φόβου οἱ Καρχηδόνιοι γίνονται. ὁ μὲν οὖν Γεννάδιος, τὸ τηνικαῦτα δὴ καιροῦ στρατηγὸς ἐτύγχανεν ὢν τῆς Λιβύης, τεθεαμένος ἀμυθήτῳ πλήθει τινὶ τὸν κατ' αὐτοῦ συστάντα πόλεμον, δόλῳ τοὺς βαρβάρους 7. 6. 7 κατεπολεμήσατο. ὑποκρινόμενος γὰρ πεποιῆσθαι ἅπαντα, ὅσα περ οἱ βάρβαροι βούλονται, καὶ εἰς ἄνεσιν περιτρέψας τὸ βάρβαρον εὐωχουμένοις αὐτοῖς ἐπιτίθεται. τοῦ φόνου τοιγαροῦν γεγονότος πολλοῦ τῆς τε λείας περιφανοῦς ὁ Καρχηδόνιος πόλεμος ἐλάμβανε τὴν διάλυσιν. οὕτω μὲν οὖν κατὰ τὴν Λιβύην εὖ καὶ μάλα καλῶς διετίθετο τοῖς῾ Ρωμαίοις. 7. 6. 8᾿ Εν ταύταις ταῖς ἡμέραις κομήτης ἐν τῷ ὑπεκκαύματι 7. 6. 8 φαίνεται. περὶ τούτων τοιγαροῦν τῶν δοκούντων συνεστάναι ἀστέρων οἱ μὲν φιλόσοφοι πρὸς μετεωρολογικὰς καταφεύγουσιν ἀφορμάς, ἃς Σταγειρῖται καὶ Πλάτωνες ἐν τῷ῾ Ελικῶνι τῆς 7. 6. μνήμης βίβλοις ἐναπεγράψαντο· ἀστρολόγοι δὲ καὶ ἱστοριογράφοι τινὲς προαγόρευσιν ἐσομένων τινῶν λυπηρῶν ἀπεφήναντο. ἀλλ' ἡμεῖς τοὺς περὶ τούτων λόγους τῇ ἀναβολῇ τῆς διηγήσεως χαρισάμενοι πρὸς τὸν σκοπὸν ἐπιτοξάζεσθαι τὴν ἱστορίαν καταναγκάσωμεν. 7. 7. 1῏ Ηρος ἀρχομένου καὶ ὁ Πρίσκος τοῦ Βυζαντίου ἀποφοιτᾷ. εἶτα πρὸς τῇ᾿ Αστικῇ τὰς δυνάμεις συνήθροισε τόν τε ἀριθμὸν τῆς δυνάμεως ἐξετάσας εὑρίσκει ὁ στρατηγὸς πολὺ 7. 7. 2 τῶν῾ Ρωμαίων πλῆθος διαφθαρέν. πειρᾶται τοιγαροῦν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα κατάδηλα τὰ τοῦ Πέτρου ποιήσασθαι σφάλματα. ὅμως ὑποπείθεται ὑπὸ συμβούλων τινῶν 7. 7. 3 κρύψαι τὰ πλημμελήματα. δέκα τοίνυν καὶ πέντε ποιησάμενος χάρακας τόν τε῎ Ιστρον διαπεραιωθεὶς ποταμόν, τετάρτη ἡμέρα, καὶ εἰς Νόβας τὰς ἄνω ὁ στρατηγὸς παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν῾ Ρωμαίων 7. 7. 4 ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν εὐύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ' ἀλλοτρίας γῆς ἐπιβαίνειν῾ Ρωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ' 7. 7. 5 αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος῾ Ρωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων῾ Ρωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. 7. 7. 6᾿ Αλλ' ἐπεὶ περὶ τῶν Σκυθῶν τῶν πρὸς τῷ Καυκάσῳ τῶν τε πρὸς βορρᾶν τετραμμένων μνήμην ἐποιησάμεθα, φέρε δή, φέρε τὰ παρηκολουθηκότα κατὰ τούτους τοὺς χρόνους τοῖς μεγίστοις ἔθνεσι τούτοις ὥσπερ ἐμβόλιμά τινα διηγήματα 7. 7. 7 τὴν ἱστορίαν μεσολαβήσαντες παραθώμεθα. θέρους ἐνεστῶτος κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ τῷ αὐτοκράτορι, ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐνεχάραττεν 7. 7. 8 ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ εἶχεν ἐπὶ λέξεως οὕτως" τῷ βασιλεῖ τῶν῾ Ρωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης ἑπτά." τῷ ὄντι γὰρ τὸν ἐθνάρχην τῶν᾿ Αβδελῶν (φημὶ δὴ τῶν λεγομένων᾿ Εφθαλιτῶν) καταπολεμήσας οὗτος αὐτὸς ὁ Χαγάνος 7. 7. ἐνίκησε τήν τε τοῦ ἔθνους ἀρχὴν περιεβάλετο. ἐπὶ τῇ νίκῃ τοίνυν εἰς μέγα ἀρθεὶς καὶ τὸν Στεμβισχάδαν σύμμαχον ποιησάμενος τὸ τῶν᾿ Αβάρων ἔθνος κατεδουλώσατο. ἀλλὰ μή τις οἰέσθω παριστορεῖν ἡμᾶς τὰ κατὰ τούτους τοὺς χρόνους᾿ Αβάρους εἶναι διανοούμενος τοὺς ἀνὰ τὴν Εὐρώπην καὶ τὴν Παννονίαν προσοικοῦντας βαρβάρους, καὶ τούτων τὴν ἄφιξιν πρεσβυτέραν γενέσθαι τῶν χρόνων Μαυρικίου τοῦ αὐτοκράτορος. 7. 7. 10 ψευδωνύμως γὰρ᾿ Αβάρων προσηγορίαν οἱ περὶ τὸν῎ Ιστρον περιεβάλοντο βάρβαροι· ὅθεν δὲ τὸ γένος αὐτοῖς, ὅσον οὔπω εἰρήσεται. ἡττηθέντων γοῦν τῶν᾿ Αβάρων, (πρὸς γὰρ τὸν λόγον ἐπάνιμεν) οἱ μὲν πρὸς τοὺς κατέχοντας τὴν Ταυγὰστ τὰς. 11 φυγὰς ἐποιήσαντο. ἡ δὲ Ταυγὰστ πόλις ἐπιφανής, τῶν τε λεγομένων Τούρκων ἀπῴκισται χιλίοις πρὸς τοῖς πεντακοσίοις σημείοις· αὐτὴ ὅμορος καθέστηκε τοῖς᾿ Ινδοῖς. οἱ δὲ περὶ τὴν Ταυγὰστ αὐλιζόμενοι βάρβαροι ἔθνος ἀλκιμώτατον καὶ πολυανθρωπότατον, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι διὰ τὸ μέγεθος 7. 7. 12 ἀπαράλληλον. ἕτεροι τῶν᾿ Αβάρων διὰ τὴν ἧτταν πρὸς ταπεινοτέραν ἀποκλίναντες τύχην παραγίνονται πρὸς τοὺς λεγομένους Μουκρί. τοῦτο δὲ τὸ ἔθνος πλησιέστατον πέφυκε τῶν Ταυγάστ, ἀλκὴ δὲ αὐτῷ πρὸς τὰς παρατάξεις πολλὴ διά τε τὰ ἐκ τῶν γυμνασίων ὁσημέραι μελετήματα διά τε 7. 7. 13 τὴν περὶ τοὺς κινδύνους τῆς ψυχῆς ἐγκαρτέρησιν. ἐπιβαίνει τοίνυν καὶ ἑτέρας ἐγχειρήσεως ὁ Χαγάνος, καὶ τοὺς᾿ Ογὼρ ἐχειρώσατο πάντας. ἔθνος δὲ τοῦτο τῶν ἰσχυροτάτων καθέστηκε διά τε τὴν πολυανδρίαν καὶ τὴν πρὸς τὸν πόλεμον ἔνοπλον ἄσκησιν. οὗτοι δὲ πρὸς ταῖς ἀνατολαῖς τὰς οἰκήσεις ποιοῦνται, ἔνθα ὁ Τὶλ διαρρεῖ ποταμός, ὃν Μέλανα. 14 κοις ἀποκαλεῖν. οἱ δὲ τούτου τοῦ ἔθνους παλαίτατοι ἔξαρχοι Οὐὰρ καὶ Χουννὶ ὠνομάζοντο· ἐκ τούτων καί τινα τῶν ἐθνῶν ἐκείνων τὴν ὀνομασίαν ἀπεκληρώσαντο Οὐὰρ καὶ Χουννὶ ὀνομαζόμενα. 7. 8. 1᾿ Ιουστινιανοῦ τοίνυν τοῦ αὐτοκράτορος τὸ βασίλειον κράτος ἐπέχοντος, ἐκ τούτων τῶν Οὐὰρ καὶ Χουννὶ ὀλίγη ἀποδράσασα μοῖρα τοῦ ἀρχεγόνου φύλου 7. 8. 2 ἐκείνου ἐνδημεῖ τῇ Εὐρώπῃ. οὗτοι᾿ Αβάρους ἑαυτοὺς ὀνομάσαντες τὸν ἡγεμόνα τῇ τοῦ Χαγάνου προσηγορίᾳ φαιδρύνουσιν. ὅθεν αὐτοῖς ὁ τρόπος πρὸς μετάθεσιν ὀνομάτων ἐχώρησεν, 7. 8. 3 λέξωμεν τῆς ἀληθείας κατὰ μηδὲν ἀφιστάμενοι. Βαρσὴλτ καὶ Οὐννουγοῦροι καὶ Σαβίροι Οὐννικά τε πρὸς τούτοις ἕτερα ἔθνη, ὁπηνίκα τῶν Οὐὰρ καὶ Χουννὶ ἔτι ἀπόμοιραν κατὰ τοὺς τόπους αὐτῶν ἀποδιδράσκουσαν ἐθεάσαντο, εἰς μέγιστον καταπίπτουσι φόβον, ὑποτοπήσαντες᾿ Αβάρους ὑπεῖναι τοὺς 7. 8. 4 ἐνδημήσαντας. διὰ τοῦτο δώροις λαμπροῖς τοὺς φυγάδας τιμήσαντες ἔδοξαν ἀντιλαμβάνειν παρ' αὐτῶν τὴν ἀβλάβειαν. οἱ τοίνυν Οὐὰρ καὶ Χουννὶ ὡς εἶδον τὴν τῆς ἀποφυγῆς ἐπιδέξιον ἔναρξιν, τὴν πλάνην τῶν πρεσβευσαμένων οἰκειωσάμενοι᾿ Αβάρους ἑαυτοὺς κατωνόμασαν· λέγεται γὰρ ἐν τοῖς ἔθνεσι τοῖς Σκυθικοῖς τὸ τῶν᾿ Αβάρων ὑπεῖναι ἐντρεχέστατον 7. 8. 5 φῦλον. ἀμέλει τοι καὶ μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς οἱ Ψευδάβαροι (λέγειν γὰρ οὕτως αὐτοὺς οἰκειότερον) ταῖς γενεαρχίαις διῄρηνται, καὶ οἱ μὲν Οὐὰρ ἀρχαιοπρεπῶς ὀνομάζονται, οἱ δὲ Χουννὶ προσαγορεύονται. ἐπεὶ δὲ τὰ περὶ τῶν 7. 8. 6 Ψευδαβάρων ὡς ἐν ἐπιτομῇ διεξήλθομεν, πρὸς τὰ συνεχῆ τῆς ἱστορίας τὴν ἔκθεσιν ποιησώμεθα. τοῦ τοίνυν᾿ Ογὼρ λίαν ἐγκρατῶς νενικημένου, τὸν τοῦ Κὸλχ ἐθνάρχην στόματι 7. 8. 7 ῥομφαίας ὁ Χαγάνος παρέδωκεν. ἀναιροῦνται τοίνυν ἐκ τούτου δῆτα τοῦ ἔθνους κατὰ τὸν πόλεμον μυριάδες τριάκοντα, ὡς ὁδὸν ἡμερῶν τεττάρων ἐπέχειν τὴν τῶν. 8 κότων σωμάτων συνέχειαν. οὕτω δῆτα τῆς νίκης τῷ Χαγάνῳ μειδιώσης ἐπιφανῶς, συγκροτεῖται τοῖς Τούρκοις ἐμφύλιος πόλεμος. ἀνήρ τις Τουροὺμ ὀνομαζόμενος, πρὸς γένος καθεστὼς τῷ Χαγάνῳ, νεωτερίσας δυνάμεις μεγάλας συνήθροισεν. 7. 8. ἐπεὶ δὲ κατὰ τὴν μάχην τὰ τοῦ τετυραννηκότος ἦν ἐγκρατέστερα, πρεσβεύεται ὁ Χαγάνος πρὸς ἑτέρους τρεῖς μεγάλους Χαγάνους· ταῦτα δὲ τούτοις ὀνόματα, Σπαρζευγοῦν καὶ 7. 8. 10 Κουναξολὰν καὶ Τουλδίχ. συναθροισθείσης τοίνυν τῆς ὅλης ἐκτάξεως εἰς τὸ᾿ Ικὰρ (χῶρος δὲ οὗτος πεδίοις ἐνειλημένος μεγάλοις), τῶν τε ἀντιθέτων κατὰ τοῦτον δῆτα τὸν τόπον ἀντιταξαμένων ἡρωϊκῶς, πίπτει ὁ τύραννος καὶ εἰς φυγὴν αἱ συμμαχοῦσαι δυνάμεις ἐξέκλιναν, καὶ πολλοῦ γενομένου τοῦ φόνου πάλιν κύριος τῆς ἑαυτοῦ ὁ Χαγάνος χώρας ἐγένετο. 7. 8. 11 τούτων τῶν ἐπινικίων τὴν μήνυσιν διὰ τῶν πρέσβεων ὁ Χαγάνος πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἐπεποίητο. τὸ δὲ᾿ Ικὰρ τοῦ ὄρους τοῦ λεγομένου Χρυσοῦ τετρακοσίοις σημείοις 7. 8. 12 ἀπῴκισται. τοῦτο δῆτα τὸ ὄρος ἐπὶ τὰς ἀνατολὰς ἔχει τὴν ἵδρυσιν, Χρυσοῦν δὲ παρὰ τῶν ἐγχωρίων κατονομάζεται τοῦτο μὲν διὰ τὴν δαψίλειαν τῶν ἐν αὐτῷ φυομένων καρπῶν, τοῦτο δὲ καὶ διὰ τὸ θρεμμάτων καὶ νωτοφόρων ζώων εἶναι κατάκομον. νόμος δὲ Τούρκοις τῷ ἐπικρατεστέρῳ Χαγάνῳ 7. 8. 13 τοῦ Χρυσοῦ ὄρους παραχωρεῖν. δυσὶ δὲ μεγίστοις τισὶ τὰ 7. 8. 13 Τούρκων ἔθνη μεγαλαυχεῖ· φασὶ γὰρ ἄνωθεν αὐτοὺς καὶ ἐξ ἀρχῆς μηδέποτε λοιμῶν ἐπιδημίαν θεάσασθαι, τῶν τε σεισμῶν σπάνιν εἶναι κατ' ἐκείνην τὴν χώραν. τὴν δὲ Βακὰθ ὑπὸ τῶν Οὐννουγούρων πάλαι ποτὲ πολισθεῖσαν καταπεσεῖν τοῖς σεισμοῖς, τὴν δὲ Σουγδαηνὴν καὶ λοιμῶν καὶ σεισμῶν 7. 8. 14 ἔμπειρον πεφυκέναι. τιμῶσι τοιγαροῦν οἱ Τοῦρκοι λίαν ἐκτόπως τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ γεραίρουσιν, ὑμνοῦσι τὴν γῆν· προσκυνοῦσι δὲ μόνως καὶ θεὸν ὀνομάζουσι τὸν 7. 8. 15 πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν. τούτῳ θύουσιν ἵππους καὶ βόας καὶ πρόβατα, ἱερεῖς κεκτημένοι, οἳ καὶ τὴν τῶν 7. 8. 16 μελλόντων αὐτοῖς δοκοῦσιν ἐκτίθεσθαι προαγόρευσιν. κατ' αὐτὸν τὸν χρόνον οἱ Ταρνιὰχ καὶ οἱ Κοτζαγηροὶ (καὶ οὗτοι δὲ ἐκ τῶν Οὐὰρ καὶ Χουννὶ) ἀπὸ τῶν Τούρκων ἀποδιδράσκουσι καὶ πρὸς τὴν Εὐρώπην γενόμενοι τοῖς περὶ τὸν 7. 8. 17 Χαγάνον τῶν᾿ Αβάρων συνάπτονται. λέγεται δὲ καὶ τοὺς Ζαβενδὲρ ἐκ τοῦ γένους πεφυκέναι τῶν Οὐὰρ καὶ Χουννί. ἡ δὲ γεγονυῖα ἐπίθετος δύναμις τοῖς᾿ Αβάροις εἰς δέκα χιλιάδας ἠκρίβωτο. 7.. 1 ὁ μὲν οὖν τῶν Τούρκων Χαγάνος τὸν ἐμφύλιον καταλυσάμενος πόλεμον εὐδαιμόνως ἐχειραγώγει τὰ πράγματα, ποιεῖται δὲ καὶ συνθήκας πρὸς τοὺς Ταυγάστ, ὅπως βαθεῖαν πάντοθεν τὴν γαλήνην ἐμπορευόμενος ἀστα7.. 2 σίαστον τὴν ἀρχὴν καταστήσηται. ὁ δὲ τῆς Ταυγὰστ κλιματάρχης Ταϊσὰν ὀνομάζεται, ὅπερ υἱὸς θεοῦ ταῖς῾ Ελληνικαῖς φωναῖς ἐνσημαίνεται. ἡ δὲ ἀρχὴ τῆς Ταυγὰστ οὐ στασιάζεται· γένος γὰρ αὐτοῖς τὴν χειροτονίαν τοῦ ἡγεμόνος παρέχεται. τούτῳ δὲ τῷ ἔθνει θρησκεία ἀγάλματα, νόμοι δὲ δίκαιοι, 7.. 3 καὶ σωφροσύνης ἔμπλεος ὁ βίος αὐτοῖς. ἔθος δὲ τούτοις νόμον μιμούμενον, μηδέποτε κόσμῳ χρυσῷ καλλωπίζεσθαι ἄρρενας, καίτοι ἀφθονίας πολλῆς ἀργύρου τε καὶ χρυσοῦ κύριοι καθεστῶτες διὰ τὰς μεγάλας καὶ ἐπωφελεῖς ἐμπορίας. 7.. 4 ταύτην τὴν Ταυγὰστ ποταμὸς διορίζει. πάλαι τοίνυν ποτὲ δύο μεγίστοις ἔθνεσιν ὁ ποταμὸς ἐμεσίτευεν ἀντιθέτοις ἀλλήλοις· 7.. 5 ἐσθὴς δὲ τῷ μὲν ἑνὶ μέλαινα, τῷ δὲ ἑτέρῳ κοκκόβαφος. ἐν τοῖς χρόνοις τοίνυν τοῖς καθ' ἡμᾶς, Μαυρικίου τὰ῾ Ρωμαίων σκῆπτρα ἐπέχοντος, καὶ τὸ ἔθνος τῶν μελαινοφόρων τοῖς τὴν ἐρυθρὰν περιβεβλημένοις ἐσθῆτα διαπεραιωσάμενον τὸν ποταμὸν συνίστησι πόλεμον, εἶτα νενικηκὸς τῆς ὅλης 7.. 6 ἡγεμονίας γίνεται κύριον. ταύτην δὴ τὴν Ταυγὰστ οἱ βάρβαροι λέγουσι κτίσαι τὸν Μακεδόνα᾿ Αλέξανδρον, ὁπηνίκα τούς τε Βακτριανοὺς καὶ τὴν Σογδοανὴν ἐδουλώσατο δέκα 7.. 7 καὶ δύο καταφλέξας μυριάδας βαρβάρων. ἐν ταύτῃ τῇ πόλει τὰ τοῦ βασιλεύοντος γύναια ἐκ χρυσοῦ πεποιημένας ἔχουσι τὰς ἁρμαμάξας, ἑλκομένην ἑκάστην ὑπὸ βοϊδίου ἑνὸς κεκοσμημένου πολυτελῶς ἐκ χρυσοῦ καὶ λίθου μεγατιμίου· εἰσὶ 7.. 8 δὲ καὶ χαλινοὶ τοῖς βουσὶ χρυσοκόλλητοι. ὁ μὲν οὖν τὴν ἡγεμονίαν τῆς Ταυγὰστ ἀνειληφὼς ἑπτακοσίαις γυναιξὶ κατεπαννυχίζετο. τὰ δὲ γύναια τῶν περιφανεστέρων τῆς Ταυγὰστ ἀργυραῖς κέχρηνται ταῖς ἁρμαμάξαις. λόγος δὲ καὶ ἑτέραν τὸν᾿ Αλέξανδρον δείμασθαι πόλιν ἀπὸ σημείων ὀλίγων· 7.. Χουβδὰν ὀνομάζουσι ταύτην οἱ βάρβαροι. τεθνηκότα δὲ τὸν ἡγεμόνα ὑπὸ τῶν γυναίων πενθεῖσθαι διὰ παντὸς ξυρομένων μὲν τὰς κεφαλὰς καὶ μέλαιναν περιβαλλομένων ἐσθῆτα· καὶ νόμος αὐταῖς μηδέποτε τὸν τάφον ἀπολιπεῖν. ἡ δὲ Χουβδὰν δύο μεγάλοις διείληπται ποταμοῖς, αἱ δὲ τούτων ὄχθαι ταῖς 7.. 10 κυπαρίττοις ὡς ἔπος εἰπεῖν κατανεύονται. ἐλέφαντες δὲ τῷ ἔθνει πολλοί. τοῖς δὲ᾿ Ινδοῖς κατὰ τὰς ἐμπορίας συναναμίγνυνται· τούτους δέ φασι τοὺς περὶ τὰ βόρεια τετραμ7.. 11 μένους᾿ Ινδοὺς καὶ λευκοὺς πεφυκέναι. οἱ δὲ σκώληκες, ἐξ ὧν τὰ Σηρώων καθέστηκε νήματα, πάνυ παρὰ τῷ τοιούτῳ ἔθνει πολλοὶ ἐναλλὰξ καὶ ποικίλην τὴν χροιὰν κεκτημένοι, τήν τε περὶ τὰ τοιαῦτα ζῶα φιλοτεχνίαν φιλοτίμως ἀσκοῦσιν 7.. 12 οἱ βάρβαροι. ἵνα δὲ μὴ ἔξω τῆς νύσσης τὴν ἱστορίαν παροδηγήσωμεν, μέχρι τούτων περὶ τῶν Σκυθῶν τῶν πρὸς τῇ Βακτριανῇ καὶ Σογδοανῇ καὶ τῷ Μέλανι ποταμῷ. 7. 10. 1 Δεκάτη δὲ ἡμέρα (πρὸς γὰρ τὰ περὶ Πρίσκον παλινδρομήσομεν), καὶ ἄγγελοι εἰς τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον γίνονται. ἠκηκόει τοίνυν ὁ Πρίσκος τὰ τείχη καταβαλεῖν τῆς Σιγγηδόνος τὸν βάρβαρον, καταναγκάζειν τε τοὺς λαοὺς τὰ οἴκοι καταλιπόντας εἰς τὴν πολεμίαν τὰς ἀποικίας. 2 σθαι. καὶ οὖν ὁ Πρίσκος μηδὲν τῇ ἀναβολῇ ἀναθείς, τὸν ποταμὸν ναυτιλλόμενος εἰς Σιγγὰν τὴν νῆσον ἐλλιμενίζεται· αὕτη δὲ ἐπὶ τὸ ῥεῖθρον τοῦ῎ Ιστρου ἔχει τὴν ἵδρυσιν, ἀπῴκισται δὲ 7. 10. 3 Σιγγηδόνος τῆς πόλεως σημεῖα τριάκοντα. ὁ μὲν οὖν Πρίσκος τῇ νήσῳ τὰς δυνάμεις περιβαλών, ταχυναυτούσας ὁλκάδας παραστησάμενος, ἃς δρόμωνας εἴωθεν ὀνομάζειν τὸ πλῆθος, ἐπὶ τὰ Κωνσταντίολα παραγίνεται. ἐν τούτοις δῆτα τοῖς χώροις ἐντετυχηκὼς τῷ Χαγάνῳ εἰς λόγους γίνεται περὶ τῆς 7. 10. 4 Σιγγηδόνος ὁ στρατηγὸς πρὸς τὸν βάρβαρον. καὶ δῆτα ὁ βάρβαρος ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ ἐφιζάνων τὰς ἀποκρίσεις παρείχετο, ὁ δὲ Πρίσκος ἐπιβεβηκὼς τῆς ὁλκάδος τῆς ἐντεύξεως εἴχετο. φασὶ τοιγαροῦν τῆς διαλέξεως τὸν 7. 10. 5 Χαγάνον ἀπάρξασθαι, εἰπεῖν δὲ τῷ Πρίσκῳ·" τί ὑμῖν, ὦ῾ Ρωμαῖοι, καὶ τῇ γῇ τῇ ἐμῇ; τί περαιτέρω τοῦ πρέποντος πόδας ἐκτείνετε; ξένος ὁ῎ Ιστρος ὑμῖν, τὸ ῥόθιον τούτου πολέμιον. ὅπλοις ἐκτησάμεθα τοῦτον· τῷ δόρατι τοῦτον ἐδουλωσάμεθα. ἄπαγε τῆς ἀτοπίας, ὦ Πρίσκε. μὴ διαλύσῃς ἡσυχίαν δώροις ὑμῖν πραγματευθεῖσαν πολλοῖς. αἰδέσθητι τὰς σπονδάς, δυσωπήθητι τὴν τῶν ὅρκων ἀσφάλειαν. 7. 10. 6 ἡγείσθω εὐβουλία τῆς ἐγχειρήσεως, τὸ συνοῖσον τῆς ἐπιβολῆς τῶν πραγμάτων μὴ μετὰ τὸ παθεῖν βουλευσώμεθα. πρὸ τῆς ἐπιβολῆς ἡ βουλή. ἀδικεῖς τῇ προπετείᾳ τὰ πράγματα. τὸν κακῶς βουλευσάμενον πρῶτον ἡ ἐγχείρησις ἔβλαψεν. 7. 10. 7 κλέπτεις τὸν πόλεμον, στρατηγέ. εἰρήνην ἐνόθευσας καὶ παράταξιν, ὡς φίλος σπενδόμενος καὶ ὡς ἐχθρὸς συμπλεκόμενος. ἢ θάτερον τοίνυν ἀπόλειπε, ἢ τὴν ἠρεμίαν μὴ 7. 10. 8 τάραττε." ἔφησε δὲ καὶ ταῦτα ὁ βάρβαρος ἐπὶ λέξεως·" κρίναι ὁ θεὸς ἀναμέσον Χαγάνου καὶ ἀναμέσον Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ παρὰ τοῦ θεοῦ ποτε ἐκζητήσοι ἀντίδοσις." 7. 11. 1 λόγος δὲ Πρίσκον ἐν ἀντιθέσεως μοίρᾳ ταῦτα προσειπεῖν τῷ Χαγάνῳ·" ἀδικεῖς Σιγγηδόνα τὴν πόλιν, ὦ ἄνθρωπε. τί τὰ τείχη καθελὼν πρὸς ἀποικίας αὐτὴν δυστυχεῖς ἐπιτείνεις; τυραννῶν ὡς ἀδικούμενος ἐγκαλεῖς.. 2 μενος ἐπηρεάζεσθαι ὑπὸ῾ Ρωμαίων περιθρυλεῖς. ἔασον ἠρεμεῖν λαὸν δυστυχήσαντα. ἀπόσχου πόλεως, ᾗ συμφορῶν περικυμαίνουσι κλύδωνες. ἐλέησον τὴν πολλάκις ὑπὸ σοῦ πορθηθεῖσαν. ἐπίθες τῇ πλεονεξίᾳ καὶ ὅρους· ποίησον αὐτῇ καὶ μεταίχμιον. δίδαξον αὐτὴν φιλοσοφῆσαι τὸ μέτρον· μέχρι τινὸς σταθήσεσθαι πρόσταξον. οἶμαι πολλοὺς κόσμους αὐτῇ 7. 11. 3 μὴ ἐξαρκεῖν πρὸς τὴν ἔφεσιν. ἀόριστον βούλημα οὐ λαμβάνει κράτος ἀσάλευτον. οὐδὲν ἀκόρεστον πάγιον. τὸ μὴ μέτρῳ ταλαντευόμενον οὐδὲ σφετερίζεσθαι πέφυκεν. ἀνεπίκτητόν 7. 11. 4 ἐστι τὸ ἄπειρον. καταστασιάζεται τὸ ἀσύμβατον. ἐπίθου κρηπῖδα τῷ ἔρωτι, μεθόδευσον τῷ κόρῳ τὸ ἄσχετον. ἄπληστος ὀφθαλμὸς ἀεί τι καινὸν νοσηλεύεται. ἀντιμετρεῖται τοῖς ἀνθρώποις τὰ πράγματα, τὰ τῆς τύχης ἀντηχεῖ ταῖς τροπαῖς. οὐδὲν εὐδαιμονίας καθέστηκε ῥευστικώτερον. ἡ νίκη κομᾷ τῷ πτερῷ, καὶ θριάμβων ὀλισθαίνουσι πόδες. οὐκ ἔστι 7. 11. 5 τροπαίων φύσις ἀθάνατος. σήμερον ἐπιγελῶσαν τὴν ἡμέραν ὁρᾷς ῥοδοειδῆ τε καὶ κροκινίζουσαν καὶ ὅλην ὡς ἔπος εἰπεῖν φωτεινὴν καὶ διαλάμπουσαν. αὔριον ὄψῃ ταύτην αὐτὴν σκυθρωπὸν ὁμοῦ καὶ δυσείμονα, ἀχλύϊ καταρδευομένην πολλῇ, καὶ ἀπὸ συστημάτων νεφῶν μελαινομένην συλλήβδην εἰπεῖν πρὸς ἀπρέπειαν." 7. 11. 6 Θυμῷ τοιγαροῦν διακόψας ὁ Χαγάνος τὰ ῥήματα πολλὰς καθαιρήσειν προσηπείλησε πόλεις. ὁ μὲν οὖν βάρβαρος τὴν καθέδραν ἀπολιπὼν πρὸς τὴν ἑαυτοῦ σκηνὴν ἐπανέζευξεν· ὁ δὲ Πρίσκος τὸν Γούδουϊν μετάκλητον ποιησάμενος καὶ῾ Ρωμαϊκῇ τοῦτον περιφράξας δυνάμει τῇ Σιγγηδόνι βοηθεῖν 7. 11. 7 ἐγκελεύεται. ἀτὰρ ὁ Γούδουϊς ἐπὶ τὴν Σιγγηδόνα ναυτίλλεται· τὴν γὰρ Σιγγηδόνα δύο ποταμοὶ ἀγκαλίζονται, ὅ τε Σάος καὶ Δράος. ἐπεὶ δὲ οἱ περὶ τὴν Σιγγηδόνα βάρβαροι῾ Ρωμαϊκὰς δυνάμεις ναυπηγησαμένας κατεῖδον, τὰς ἁμάξας πρὸ 7. 11. 8 τοῦ ἄστεος συστησάμενοι χαρακοῦσι τὴν πόλιν. τὴν τοίνυν τῶν῾ Ρωμαίων ὁρμὴν μὴ ὑπομεμενηκότες οἱ βάρβαροι, ἅμα δὲ καὶ τὸν λαὸν τῆς πόλεως ὀρρωδήσαντες, εἰς φυγὴν ἀποκλίνουσιν. οὕτω μὲν οὖν ὁ Πρίσκος ἀτυχοῦντα λαὸν διεσώσατο. δευτέρᾳ δὲ ἡμέρᾳ περιβάλλουσι τείχη῾ Ρωμαῖοι τῇ 7. 11. πόλει. ὁ δὲ Χαγάνος ἐπὶ τούτοις παρεδριμύττετο, τήν τε καρδίαν σφακελιζόμενος ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμπεν, ἐς τὸ φανερὸν τὰς σπονδὰς διαλύων. δεκάτη δὲ ἡμέρα, καὶ τὰς περὶ αὐτὸν δυνάμεις συναθροίσας ὁ βάρβαρος ἐπὶ τὸν᾿ Ιόνιον κόλπον στρατεύει τὴν σάλπιγγα. 7. 12. 1 περὶ τούτους τοὺς τόπους ἡ Δελματία χώρα καθέστηκεν. τοίνυν ἱκανοὺς χάρακας ὁ βάρβαρος ποιησάμενος εἰς τὰς λεγομένας Βόγκεις ἐχώρησεν, καὶ δὴ παραστησάμενος τὴν πόλιν τοῖς. 2 μασι τεσσαράκοντα ἐξεπόρθησε φρούρια. ὁ δὲ στρατηγὸς τούτων διακηκοὼς τῶν δεινῶν δισχιλίοις μαχίμοις ὁπλίζει τὸν Γούδουϊν ἐπὶ κατασκοπῇ τε τῶν πραττομένων τοῦτον ἐξέπεμπεν. ὁ μὲν οὖν Γούδουϊς ἀναλαβὼν τοῦ ὁπλιτικοῦ 7. 12. 3 τοὺς λογάδας τῆς ὁδοιπορίας ἀπήρχετο. ἐκκλίνει τοιγαροῦν τὰς λεωφόρους ὁ Γούδουϊς καὶ διὰ δυσχωρίας ἀγνώστων τε ἀτραπῶν τὴν βάδισιν ἐπεποίητο, ἵνα μή που πολεμίας ὄψεως ἐπιφανείσης αὐτῷ ἐπισυρομένης πλήθη βαρβάρων εἰς τοὔσχατον κακὸν παραγένηται. καὶ οὖν γενόμενος τῶν βαρβάρων πλησίον ὁρᾷ ἐξ ἀπόπτου τινὸς περισκοπῆς πλήθη λαῶν 7. 12. 4 παροδεύοντα. ἀποστείλας τοίνυν πεζοὺς ἄνδρας τριάκοντα παρακελεύεται ἰχνηλατεῖν τὸ πολέμιον. καὶ γοῦν οἱ῾ Ρωμαῖοι διά τινων παρεκτετραμμένων ὁδῶν ἐποιοῦντο τὴν βάδισιν. ὑπὸ δευτέραν τοιγαροῦν φυλακὴν τῆς νυκτὸς ἐλλοχῶσιν ὡς 7. 12. 5 ἐν παραβύστῳ τινὶ τὸ βάρβαρον ἀνιχνεύοντες. ἐν ταῖς ὕλαις τοιγαροῦν ἀποκρυπτόμενοι, καὶ τῆς νυκτὸς ἐπὶ τὰ μέσα παροδευούσης σημεῖα, ψυχῆς ἀρετῇ ἐφίστανται τοῖς βαρβάροις 7. 12. 6 οἱ῾ Ρωμαῖοι καθεύδουσιν. ἀπὸ σημείων δὲ δύο περιτυχόντες ἀνδράσι τρισὶ κραιπαλῶσι καὶ λίαν πεφυκόσιν ἐξοίνοις, τούτους ζωγρήσαντες, ὡς οἷόν τε ἦν ἀνετάσαντες τὰς τῶν πολεμίων ἐπιβολὰς ἁπάσας διέγνωσαν. οἱ μὲν οὖν῾ Ρωμαῖοι δεσμοῖς περιβαλόντες αὐτοὺς τῷ Γούδουϊ ζῶντας ἐξέπεμψαν. 7. 12. 7 Γούδουϊς δὲ ὁ ταξίαρχος μεμαθηκὼς ὑπ' αὐτῶν δισχιλίοις ἀνδράσιν ὁπλίταις ἐπὶ φρουρᾷ τῆς λείας τὸν Χαγάνον συμφράξασθαι, ἥσθη ἐπὶ τῇ ἀγγελίᾳ· καὶ οὖν ἀποκρύπτεται ἔν 7. 12. 8 τινι φάραγγι. οἱ μὲν οὖν βάρβαροι λαμπούσης ἡμέρας τὴν προνομὴν διεσώζοντο, ὁ δὲ Γούδουϊς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως τε ἐπιθέμενος τῷ δόρατι πάντας διέφθορεν, ἀνασωσάμενός τε τὴν λείαν πρὸς τὸν Πρίσκον μεγαλοψύχῳ 7. 12. φρονήματι διεκόμισεν. ὁ δὲ Χαγάνος ταῦτα δὴ τὰ τῆς ἀποτεύξεως μεμαθηκὼς ἀθυμίᾳ πολλῇ κατεβέβλητο. ἐπὶ μῆνας τοιγαροῦν ὀκτωκαίδεκα καὶ περαιτέρω῾ Ρωμαίοις τε καὶ βαρβάροις τοῖς ἀνὰ τὸν῎ Ιστρον αὐλιζομένοις οὐδὲν ἄξιον συγγραφῆς διαπέπρακται. 7. 12. 10῎ Ετους δὲ ἐννεακαιδεκάτου ἐπιστάντος τῷ αὐτοκράτορι, ἡ τῶν μελλόντων προαναγόρευσις γίνεται, τά τε κοινὰ τοῦ κόσμου ἐξομολογοῦνται παθήματα· ἀνὴρ γάρ τις πρὸς τὸν τῇδε κόσμον διαλυσάμενος καὶ ἐν ἀσκήσει θεωρίας τῶν ἀπορρήτων μετειληφὼς ἐπί τε τὸν μονήρη βίον κατακλιθείς, σπάθην γυμνώσας ἀπὸ τοῦ λεγομένου Φόρου (τῶν ἐπισήμων δὲ οὗτος τόπος τῆς πόλεως) μέχρι τῶν προαυλίων τῶν ἀνακτόρων ξιφήρης διαδραμών, ἅμα τὸν αὐτοκράτορα τοῖς 7. 12. 11 παισὶν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευεν. ὥρα δὲ θέρους, καὶ λόγος῾ Ηρωδιανὸν Μαυρικίῳ τῷ αὐτοκράτορι ἐς τὸ φανερὸν προαναγγεῖλαι τὰ ἀποτεύγματα· ὁ δὲ ἀνὴρ ἐκτὸς θείας ὀμφῆς κατισχυρίζετο τὰ τῆς προρρήσεως ἐπιφανῆναι αὐτῷ. 7. 13. 1 Καὶ γοῦν ἐν τούτῳ τῷ χρόνῳ ὁ παρὰ τοῖς᾿ Αβάροις Χαγάνος τιμώμενος τὰ περὶ ἑαυτὸν συλλεξάμενος πλήθη περὶ τὴν Θρᾳκικὴν Μυσίαν χωρεῖ, εἶτα Τομέᾳ τῇ πόλει ἐφίσταται. τούτων ὁ Πρίσκος πυθόμενος ἐπηρεαζομένῃ τῇ 7. 13. 2 πόλει προσομιλεῖ.῾ Ρωμαῖοι τοιγαροῦν καὶ οἱ βάρβαροι εἰς τὰ περὶ Τομέαν τὴν πόλιν στρατοπεδεύοντες ὥρας ἐπιγινομένης χειμῶνος οὐδαμῶς τὸν χάρακα διελύσαντο. τοῦ δὲ 7. 13. 3 ἦρος ἀνίσχοντος λιμὸς τοῖς῾ Ρωμαίοις ἐνέσκηψεν. μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς, καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς῾ Ρωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ τινὶ ὁ Χαγάνος πρὸς τοὺς῾ Ρωμαίους πρεσβεύεται. ἡ δὲ 7. 13. 4 ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις῾ Ρωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντελάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν ἐπραγματεύοντο. ἁμάξας τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμῶν 7. 13. 5 λιμώττουσι τοῖς῾ Ρωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς῾ Ρωμαϊκῆς δυνάμεως εὐθενούσης τοῖς πρὸς τὸ ζῆν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμπεν 7. 13. 6᾿ Ινδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν οὖν στρατηγὸς τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον᾿ Ινδικὸν κασίαν τε καὶ τὸν λεγόμενον κόστον. ὁ δὲ βάρβαρος τὰς῾ Ρωμαϊκὰς ἀπολαβὼν δωρεάς, καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται τοίνυν ἀπόμαχος μέχρις ὅτου῾ Ρωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ 7. 13. 7 μεγάλη πανήγυρις ἐπεπέραστο. συνηυλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμψε διακρίνεσθαι ἀπ' ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. οὕτω μὲν οὖν διαχωρίζεται ἀπὸ τῶν῾ Ρωμαίων ὁ βάρβαρος. 7. 13. 8῾ Εκταῖος δὲ ὁ Χαγάνος, ἐπεὶ ἠκηκόει Κομεντίολον δυνάμεις ἀναλαβόμενον μέλλειν τῇ Νικοπόλει προσομιλεῖν, τὸ ὁπλιτικὸν συλλεξάμενος κατὰ Κομεντιόλου στρατοπεδεύεται. Κομεντίολος δὲ ἥκειν τὸν Χαγάνον ἀκούσας ἐπὶ τὴν Μυσίαν 7. 13. χωρεῖ ἐπί τε Ζικίδιβα τὰς σκηνὰς συνεπήξατο. ἑβδομαῖος δὲ εἰς᾿ Ιατρὸν ἀφικνεῖται τὴν πόλιν. ὁ δὲ βάρβαρος εἴκοσι παρασάγγας ἀφεστήκει῾ Ρωμαίων. νυκτὸς δὲ μεσούσης ἐν ἀπορρήτῳ πρὸς τὸν Χαγάνον ὁ τῶν῾ Ρωμαίων στρατηγὸς ἐξέπεμψεν ἄγγελον. εἶτα τὸ῾ Ρωμαϊκὸν προσέταξεν ἐξοπλίσασθαι, ὡς ἐκ τοῦ παρήκοντος τὸν λόγον ποιούμενος· οὐ 7. 13. 10 γὰρ ἔφησε῾ Ρωμαίοις ἐξ ἑωθινοῦ ποιήσασθαι παράταξιν. οἱ μὲν οὖν῾ Ρωμαῖοι οὐ πολέμου χάριν ὑποτοπήσαντες ὁπλοφορεῖν προστάξαι τούτοις τὸν στρατηγόν, τοῖς σιδηρείοις χιτῶσι τὰ περιστέρνια φράττουσιν· ἐδόκει γὰρ αὐτοῖς ἐξέτασιν 7. 13. 11 τοῦ ὁπλιτικοῦ ποιήσασθαι ἐθέλειν τὸν στρατηγόν. τὰς ἀκτῖνας τοίνυν ἡλίου περιβαλόντος τῇ γῇ, ὁρῶσιν οἱ῾ Ρωμαῖοι μετ' εὐκοσμίας συντεταγμένον τὸν βάρβαρον, τήν τε ἔκταξιν κατ' αὐτῶν συντόνως ποιούμενον. αἱ μὲν οὖν δυνάμεις αἱ περὶ τὸν Κομεντίολον ἐβλασφήμουν εἰς τὸν πολέμαρχον αἴτιον αὐτὸν τῆς ἀπαρασκευάστου ταύτης ἀκοσμίας καταιτιώμεναι. θρύλου τοιγαροῦν γεγονότος μεγίστου, μένει ὁ βάρβαρος ἀπὸ σημείων δύο τῆς῾ Ρωμαίων πληθύος. 7. 14. 1῾ Ρωμαῖοι τοιγαροῦν θεασάμενοι ἀναβολὴν τῆς ἐπιβολῆς τοὺς βαρβάρους λαμβάνοντας σιδηροφοροῦσιν ἅπαντες λίαν ὁπλιτικῶς, καὶ ἦν αὐτοῖς 7. 14. 2 τὸ κακῶς παροφθὲν πρὸς διόρθωσιν εὔκαιρον. ὁ γὰρ Κομεντίολος τὰς τάξεις ἐτάραττεν, ποτὲ μὲν ἀπὸ τῆς μέσης φάλαγγος τὰς δυνάμεις μετατιθέμενος ἐπὶ τὸ εὐώνυμον κέρας, ποτὲ δὲ τοὺς ἀπὸ τῶν εὐωνύμων δυνάμεων ἐπὶ τὴν δεξιὰν μεταβάλλων σοφία. τῇ τοίνυν ἀλλοπροσάλλῳ μεταθέσει τῶν 7. 14. 3 τάξεων πολλῆς αἴτιοις γίνεται ἀκοσμίας. ἐντεῦθεν τάραχος ταῖς τάξεσι συνεκύρησεν. καὶ οὖν ὁ στρατηγὸς τῷ δεξιῷ τῆς παρατάξεως κέρατι ἐν παραβύστῳ ἐδήλου τὴν ἀποσκευὴν διασώσασθαι καὶ πρὸς φυγὴν παραυτίκα χωρῆσαι. ἀντὶ πολλοῦ τοίνυν τοῦτο οἱ προστεταγμένοι περιπτυξάμενοι. 4 κλίνουσι πρὸς φυγήν. ἐντεῦθεν αἱ λοιπαὶ τῶν῾ Ρωμαίων δυνάμεις τοῦτο θεώμεναι πρὸς τάραχον καταπίπτουσιν. δυομένου τοιγαροῦν τοῦ ἡλίου ἀπὸ σημείων δύο῾ Ρωμαίων ποιησαμένων χάρακα, ἐν τούτῳ δῆτα τῷ χώρῳ στρατοπεδεύονται. οἱ δὲ῎ Αβαροι οὐ μετεφοίτων τῶν τόπων, ἔνθα τῇ 7. 14. 5 προτεραίᾳ τὰς διατριβὰς ἐποιήσαντο. μεσούσης δὲ τῆς νυκτὸς ἐν προσχήματι προθεόντων τινῶν ἐπιλέκτους ὁ στρατηγὸς συμφραξάμενος ἐν ἀπορρήτῳ διαφυγεῖν αὐτοῖς ἐγκελεύεται. εἶτα ἐξ ἑωθινοῦ ὁ Κομεντίολος τῷ σιδήρῳ ὡς ἔπος εἰπεῖν ἐνοπλισάμενος κατειρωνεύετο ὡς ἀπὸ τεττάρων σημείων κυνηγετεῖν. διά τοι τοῦτο, ᾗ ποδῶν εἶχεν, τὴν ἀπόδρασιν ἐποιεῖτο. 7. 14. 6 ἡλίου τοίνυν μεσοῦντος εἰς ἔννοιαν τῆς Κομεντιόλου ἀνοίας τὰ στρατόπεδα γίνεται, καὶ τὸν στρατηγὸν κατανενοηκότα τὰς φροντίδας πρὸς φυγὴν μετατιθέντα τὸν γείτονα διεπεραιώσαντο ποταμόν, καὶ ἀποδιδράσκουσι μετά τινος ἀκοσμίας 7. 14. 7 μεγίστης τεσσαράκοντα σημεῖα τοῦ χάρακος. ἐπεὶ δὲ ἀνηγεμόνευτος ἡ ἀποφοίτησις ἦν, μεγίστοις περιπίπτουσι φόβοις. οἱ δὲ βάρβαροι κατόπιν βαδίζοντες τὸν λεγόμενον᾿ Ιατρὸν διενήξαντο ποταμόν. ἐπιτιθεμένων τοίνυν τῶν πολεμίων 7. 14. 8῾ Ρωμαίοις, τὸ ὁπλιτικὸν ἀπορία καὶ δέος μετήρχετο. γίνεται τοίνυν ἡ φυγὴ κραταιὰ τῆς῾ Ρωμαίων πληθύος. ἐντεῦθεν οἱ βάρβαροι τὰ ἐχυρώματα τῶν διαβάσεων περικάθηνται· κλεισούρας τῇ πατρίῳ῾ Ρωμαῖοι φωνῇ ἀποκαλεῖν ταῦτα. θασιν. ἀτὰρ ἀναιροῦνται τῶν῾ Ρωμαίων πολλοί. ἐπεὶ δὲ ὁ φόνος τοῖς῾ Ρωμαίοις ἦν διαρκής, τὸ ὁπλιτικὸν συστησάμενον φάλαγγα ἐξωθεῖται βίᾳ τὸν βάρβαρον. οἱ τοίνυν῎ Αβαροι τῇ 7. 14. 10 ῥύμῃ τῆς ἐπιθέσεως ἀποφοιτῶσι τῶν διαβάσεων. οὕτω μὲν οὖν οἱ῾ Ρωμαῖοι μεγάλοις κινδύνοις τῶν παρόδων ἀντιλαμβάνονται. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ πρὸς τὰ Δριζίπερα παραγίνεται καὶ ταῖς πύλαις προσομιλήσας τοῦ ἄστεος ἠξίου εἰσόδου τυχεῖν καὶ θερμοῖς ὕδασιν ἀπορρύψασθαι. οἱ δὲ ἀστοὶ ὕβρεσι καὶ λίθοις τὸν ἀπόμαχον στρατηγὸν ἀπεπέμποντο. ὁ δὲ Κομεντίολος ἐπὶ τὰ τείχη γίνεται τὰ Μακρά. 7. 14. 11 οἱ δὲ βάρβαροι κατὰ σμικρὸν τῶν῾ Ρωμαίων εἰς τοὐπίσω τραπέντων ἐπὶ τὰ Δριζίπερα παραγίνονται τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν᾿ Αλεξάνδρου ναὸν τοῦ περιφανοῦς ἐν 7. 14. 12 τοῖς μάρτυσι τῷ παμφάγῳ πυρὶ κατηνάλωσαν· τόν τε τάφον τοῦ μάρτυρος εὑρηκότες ἀργύρῳ περιρρεόμενον ἀνοσίως σκυλεύουσι καθυβρίζουσί τε τῇ ἐκβολῇ καὶ τὸ σῶμα τὸ ἐπὶ τῷ τύμβῳ ἐγκείμενον, καὶ λίαν ἐπὶ ταῖς νίκαις ὑψαυχενιζόμενοι ταῖς εὐωχίαις καταστιβαδεύονται. 7. 15. 1᾿ Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις τὸ κατὰ πάντων τῶν ἐθνῶν κράτος αὐτοῦ ὁ ἡμέτερος πιστούμενος᾿ Ιησοῦς, εἰς κληρονομίαν τε παρὰ τοῦ πατρὸς τὴν οἰκουμένην λαβὼν κατάσχεσίν τε τὰ πέρατα τῆς γῆς, οὐδαμῶς τῷ Χαγάνῳ 7. 15. 2 ἀμάρτυρον τὴν ἑαυτοῦ βασιλείαν παρῆκεν. ἀθρόᾳ γὰρ ἐπιφοιτήσει λοιμοῦ τὰ τῶν βαρβάρων περιπίπτουσι πλήθη, καὶ ἦν αὐτοῖς τὸ κακὸν ἀπαραίτητον καὶ σοφίσματος οὐκ ἀνεχόμενον. εἰσπράττεται τοιγαροῦν ὁ Χαγάνος, ἀνθ' ὧν᾿ Αλέξανδρον ἠτιμάκει τὸν μάρτυρα, ἀξιολόγους ποινάς· ἑπτὰ γὰρ παῖδες αὐτῷ βουβῶσι περιτυγχάνουσι θέρμῃ τε ῥαγδαίᾳ τινὶ καὶ φλογώδει, καὶ ἐν ἡμέρᾳ μιᾷ τὸν τῇδε καταλύουσι βίον. 7. 15. 3 οὕτω μὲν οὖν ὁ Χαγάνος δυστυχῶς εὐτυχεῖ τὰ ἐπινίκια· ἀντὶ γὰρ παιώνων καὶ ᾀσμάτων καὶ ὕμνων καὶ κρότων χειρῶν καὶ συμφωνίας χορῶν καὶ γέλωτος κυματίζοντος θρήνους εἶχε καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα καὶ ζημίαν ἀνυπομόνητον. ἐβάλλετο γὰρ ὑπὸ στρατευμάτων ἀγγέλων, καὶ φανερὰ μὲν ἦν ἡ πληγή, ἀόρατος δὲ ἡ παράταξις. 7. 15. 4 Κομεντιόλου τοίνυν εἰς τὸ βασίλειον ἐνδημήσαντος ἄστυ, συνενδημοῦσιν αὐτῷ καὶ οἱ θόρυβοι, καὶ τῷ θρύλῳ κλυδωνιζομένης τῆς πόλεως, ἐζωγραφοῦντο ταῖς ἐλπίσιν οἱ κίνδυνοι, τῇ τε φαντασίᾳ τὰς ἀπαισίους τύχας ἅπας ἐγρηγόρως. 5 ρατεύετο. ἐς τηλικοῦτο τοίνυν κακοῦ τὰ τῶν Βυζαντίων ἐχώρει, ὡς καὶ τὴν Εὐρώπην καταλιπεῖν ἂν δοκιμάζειν αὐτοὺς καὶ πρὸς τὴν᾿ Ασίαν μεταφοιτᾶν πρός τε Χαλκηδόνα. 6 σασθαι τὴν μετάστασιν. ἡ δὲ Χαλκηδὼν πόλις καθέστηκεν εἰς τὸ ἀντιπέρας τοῦ βασιλείου πολίσματος. ἐνομίζετο γὰρ ὁρμητήριον εὔθετον ὑπεῖναι τοῖς Βυζαντίοις ἡ Χαλκηδών. 7. 15. 7 ὁ δὲ αὐτοκράτωρ τοὺς σωματοφύλακας ἀναλαβών, οὓς ἐξκουβίτωρας῾ Ρωμαῖοι ἀναγορεύουσιν, καὶ τὸ ὁπλιτικὸν συλλεξάμενος τὰ Μακρὰ διεφρούρησε τείχη. ὑπῆν δὲ αὐτῷ καὶ ἐκ 7. 15. 8 [τῆς] τῶν δήμων τῶν ἐς Βυζάντιον πλείστη ἀπόμοιρα. ὀγδόη δὲ ἡμέρα, καὶ ἡ σύγκλητος παρῄνει τῷ Καίσαρι πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλεσάμενος τὸν῾ Αρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν 7. 15. Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν῾ Αρμάτων ἐς τὰ Δριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας κατοδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν 7. 15. 10 τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ 7. 15. 11 βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ Χαγάνος δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενος" ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα." καὶ γοῦν ὁ πρέσβις πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς 7. 15. 12 δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρβαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε·" κρίναι ὁ θεὸς ἀναμέσον Μαυρικίου καὶ ἀναμέσον Χαγάνου, ἀναμέσον᾿ Αβάρων καὶ 7. 15. 13 ἀναμέσον῾ Ρωμαίων." κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ῾ Ρωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν 7. 15. 14 ἀτυχήμασιν· τῶν γὰρ κακῶν ἐνάρξεων τὰ ἀποτελευτήματα χαλεπὰς τὰς ἐπιφανείας παρέχεται. διομολογεῖται δὲ῾ Ρωμαίοις καὶ᾿ Αβάροις ὁ῎ Ιστρος μεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα᾿ Αβάροις καὶ῾ Ρωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν. 7. 16. 1 Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν τὴν Αἰγυπτιακὴν ἐπαρχότητα Μηνᾶ διανύοντος, πρὸς τοῖς ῥείθροις τοῦ Νείλου παραδόξων τινῶν ἐπιφάνεια γίνεται. ἐδέησε γὰρ τὸν ἐπιβεβηκότα τῆς τῶν Αἰγυπτίων ἀρχῆς ἀφικέσθαι ἐπὶ τὸ λεγόμενον Δέλτα· τόπος δὲ οὗτος ἐκ τοῦ σχήματος τοῦ χώρου τὴν 7. 16. 2 ὀνομασίαν ἀπολαβών. τοίνυν περὶ πρώτην ἕω ἐπὶ τὰς ὄχθας τοῦ ποταμοῦ ποιουμένου τοῦ ἡγεμόνος τὴν πάροδον, ἄνεισιν ἐκ τῶν λαγόνων τοῦ ποταμοῦ ἀνὴρ κατάπληκτος τῷ μεγέθει, τὸ πρόσωπον γίγασιν ἐμφερής, τὸ βλέμμα δριμύς, τὴν κόμην ἐπίξανθος μεμιγμένῃ τινὶ πολιᾷ, τὴν παρειὰν τοῖς εὐσωματοῦσι καὶ πρὸς τὰς παλαίστρας γινομένοις παρεοικώς, τὴν ψύαν τοῖς ναυτικοῖς ἐμφερής, εὔστερνος, τὰ νῶτα ἡρωϊκός, 7. 16. 3 τοὺς βραχίονας ἰσχυρός. ἀλλὰ μέχρι τῆς κύστεως τὴν ἱστορίαν παρείχετο, τὰ δὲ λοιπὰ μέλη τοῦ σώματος ἡ τῶν ὑδάτων φύσις ἀπέκρυπτεν· ἐῴκει γὰρ αἰσχυνομένῳ ἀνδρὶ τὰ παιδουργὰ 7. 16. 4 τοῖς τοῦ θεάτρου ἐπιδείξασθαι μόρια. τοῦτον ὁ τῆς᾿ Αλεξανδρείας ἡγεμὼν θεασάμενος ἔβαλλε τοῖς ὅρκοις πυκνῶς. ἃ δὲ ἔλεγεν ἐκεῖνος, ταῦτά ἐστιν, εἰ μὲν δαιμονίων τινῶν καθέστηκεν ἐπιφοίτησις, ἀβλαβῶς καταλῦσαι τὸ θέατρον καὶ τὴν ἠρεμίαν ἀσπάσασθαι τὸ φαινόμενον· εἰ δὲ δημιουργικαὶ φροντίδες τινὲς τοῦτον δὴ τὸν ὁρώμενον προηνέγκαντο, τὰ τῆς θεωρίας μὴ λῦσαι πρὶν πάντας ἐμφορηθῆναι τῆς. 5 δόξου ταύτης ὁράσεως. λόγος δὲ ἐκεῖνον αὐτὸν πεφυκέναι τὸν Νεῖλον, ὃν εἰώθασι ποιητῶν ἀναπλάττεσθαι ῥήματα. τὸ μὲν οὖν Νειλῷον ζῶον ἐκεῖνο (εἰπεῖν γὰρ ἄνθρωπον οὔπω τεθάρρηκα) τοῖς ὅρκοις κατεπᾳδόμενον ἐς τὸ φανερὸν διήρκει 7. 16. 6 καὶ τὴν τοῦ σώματος ἐμφάνειαν τοῖς πᾶσι παρείχετο. τρίτῃ δὲ ἕῳ καὶ ἄνεισιν εὐθὺς ἐκ τῆς τῶν ὑδάτων κοιλίας καὶ θηλύμορφον ζῶον· τὴν γὰρ φύσιν ἐδήλου ἡ πρόσοψις οἵ τε μαζοὶ καὶ αἱ τοῦ προσώπου λειότητες ἥ τε κόμη καὶ ἅπασα ἡ τοῦ φαινομένου σώματος σύνταξις, αἵ τε περιπλοκαὶ 7. 16. 7 καὶ τὰ ἔκλυτα. ἔλαμπε δὲ τῇ ὥρᾳ τὸ γύναιον. ἡ δὲ κόμη τῷ θήλει λίαν μελάντερος. ἦν δὲ τὸ ζῶον τὸ πρόσωπον ἔκλευκον, εὔριν, τὴν χεῖρα εὐδάκτυλον, τοῖς χείλεσιν εὔκοσμον. ἐσφρίγα δὲ τῷ μαζῷ, καὶ τῇ φαντασίᾳ τὸ τιτθίον ἐδόκει 7. 16. 8 ἄρτι ὑπὸ τῆς ἥβης προκύψαι μικρόν. τὰ δὲ ἐγκόλπια τοῦ γυναίου ἀνιστόρητα ἡ τῶν ὑδάτων φύσις ἐφύλαττεν, τῆς εὐνῆς τὰ μυστήρια ὥσπερ ἀμυήτους τινὰς τῶν ἀπορρήτων τοὺς θεατὰς ἀποκρύπτουσα. ἡ μὲν οὖν περίπολος τάξις ὅ τε ἡγεμὼν μέχρι τοῦ κλῖναι τὸν ἥλιον ἐψυχαγώγει τὰ ὄμματα. 7. 16. ἡλίου δὲ κλίναντος κατέδυσαν τὰ ὁρώμενα εἰς τοὺς ἀπ' ἀρχῆς τῶν ὑδάτων πυθμένας, ἀφωνίᾳ τὴν ἐπίδειξιν συστησάμενα· ἀφθόγγῳ γὰρ σιωπῇ τὴν ἱστορίαν τοῖς ἐρασταῖς ἐπεδείξαντο. 7. 16. 10 Οὐκ ἂν δὲ περιοψόμεθα ταῦτα δὴ τὰ παράδοξα διηγήματα, ἃ περὶ τούτου δὴ τοῦ ποταμοῦ καὶ τοῖς πρὸ ἡμῶν πεφιλοσόφηται ἄριστα· ἕλκοντες γὰρ τὸ γένος ἐντεῦθεν εἰκότως τοῖς περὶ τοῦ Νείλου διηγήμασιν οὐκ ἀπροσφόρως 7. 16. 11 φιλοχωρήσωμεν. περὶ μὲν τοῦ῎ Απιδος῾ Ηροδότῳ παραχωρη- τέον τῷ πολυπράγμονι, περὶ δὲ τῶν ἀνθρωπομόρφων καὶ 7. 16. 12 Νειλῴων ζώων καὶ τοῖς πάλαι ἱστόρηται. τίνος δὲ σημαντικὸν ἡ τούτων ἐνδημία καθέστηκεν, εἰπεῖν ἐθάρρησεν ὁ Λυδός, τῶν ἄλλων λίαν νεώτερος καθεστώς, ὃς κατὰ τοὺς χρόνους ἐγνωρίζετο᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἡμεῖς δέ τι μικρὸν τὴν συνέχειαν ὑποκλέψαντες περὶ τῶν θερινῶν ἀναβάσεων τοῦ Νείλου διέξιμεν, τὰ ἐπισημότερα τῶν ἱστοριῶν διηγήματα ἀξιολόγῳ μνήμῃ τινὶ τοῖς ἀκροάμασι προβαλλόμενοι. 7. 17. 1 Οὗτος δὲ ὁ Νεῖλος μέγιστος ἁπάντων τῶν περὶ τὴν οἰκουμένην καθεστὼς ποταμῶν, καὶ πολλῶν τῆς Λιβύης καὶ τῆς Αἰθιοπίας τῆς τε᾿ Ινδικῆς αὐτῆς γῆν παραμείβων, τοῦ τε Γάγγου καὶ᾿ Ινδοῦ προτερεύων κατὰ τὸ μέγεθος, ἀπὸ τῶν 7. 17. 2 ὀφθαλμῶν τῶν ἀνθρώπων τὰς πηγὰς ἀποκρύπτει. θέρους τοίνυν ἀκμάζοντος τὰς αὐξήσεις λαμβάνει, ἐναντίας τῇ φύσει τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν ποταμῶν. τὰς δὲ αἰτίας τὰς παρὰ τοῖς πολλοῖς εἰρημένας τοῖς ἀρχαίοις προτεθειμένας 7. 17. 3 ἐπὶ λέξεως τῇ παρούσῃ ὑποβάλλομεν ἱστορίᾳ. οἱ μὲν οὖν περὶ τὸν῾ Ελλάνικον καὶ Κάδμον, ἔτι δὲ῾ Εκαταῖον, εἰς τὰς μυθώδεις ἀποφάσεις κατέφυγον·῾ Ηρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος πολλῆς γεγονὼς ἔμπειρος ἱστορίας, ἐπικεχείρηκε περὶ τούτων ἀποδοῦναι τὸν λόγον, ἠκολουθηκὼς δὲ 7. 17. 4 ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται. ὁ δὲ Ξενοφῶν καὶ Θουκυδίδης ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν μᾶλλον τῶν ἱστοριῶν τούτων ἀπέσχοντο. οἱ δὲ περὶ τὸν῎ Εφορον καὶ Θεόπομπον μάλιστα πάντων ἐπιταθέντες εἰς αὐτὰ οὐδαμῶς τῆς ἀληθείας ἐγένοντο γνώριμοι, οὐ δι' ἀμέλειαν δὲ ἀλλὰ 7. 17. 5 διὰ τὴν τῆς χώρας ἰδιότητα τὸν λόγον ἠγνόησαν. ἀπὸ γὰρ τῶν ἕκαθεν χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος ξένα ὡς ἐπίπαν τὰ περὶ τοὺς τόπους τούτους παντελῶς ἦν καὶ τοῖς ἐπιβαίνουσιν ἐπικίνδυνα. τοῦ δὲ προειρημένου βασιλέως μεθ'῾ Ελληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν στρατεύσαντος, ἐγνώσθη τὰ κατὰ ταύτην τὴν χώραν 7. 17. 6 λίαν ὡς ἔπος εἰπεῖν ἀκριβέστερον. οἱ μὲν οὖν κατ' Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασὶ τὸν Νεῖλον λαμβάνειν τὴν σύστασιν, λέγοντες μὲν οὐδὲν ἀληθές, ἀπορίᾳ δὲ λύοντες τὴν ἀπορίαν, καὶ λόγον φέροντες εἰς πίστιν πολλῆς προσδεόμενον πίστεως, ὀρφανὴν τὴν διήγησιν 7. 17. 7 καταλιμπάνοντες βεβαιώσεως. τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνωθεν τόπων, οἱ καὶ Βόλγιοι προσαγορευόμενοι, λέγουσιν ἐμφάσεις εἶναί τινας περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσοιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων τὸ ῥεῦμα τοῦ Νείλου συνίσταται. 7. 17. 8 ἀμέλει καὶ πολυγονώτατον αὐτὸν ὑπὲρ ἅπαντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμοὺς πεφυκέναι φασίν. οἱ δὲ κατοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην (αὕτη δὲ ἐπὶ τὸ Νειλῷον ἵδρυται ῥεῖθρον) τὸν ποταμὸν κεκλήκασιν᾿ Ασταποῦν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν τῶν῾ Ελλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ· ἀκαταληψίᾳ γὰρ οὗτοι. θέασι τοῦ ποταμοῦ τούτου τὴν φύσιν. Θαλῆς μὲν οὖν εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς τὴν θάλασσαν προχεῖσθαι τὸ ῥεῖθρον, καὶ διὰ τοῦτο αὐτὸν πληρούμενον. 10 κλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ λόγου τούτου καίπερ εἶναι δοκοῦντος πιθανοῦ ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος· εἰ γὰρ ἦν ἀληθὲς τὸ λεγόμενον, ἅπαντες οἱ ποταμοὶ οἱ τοῖς ἐτησίαις ἐναντίας κεκτημένοι τὰς ἐκβολὰς 7. 17. 11 ἂν ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν.᾿ Αναξαγόρας δὲ ὁ προσαγορευόμενος φυσικὸς τὴν τηκομένην κατὰ τὴν Αἰθιοπίαν χιόνα τῆς τοῦ ποταμοῦ πληρώσεως ὑπάρχειν αἰτίαν ἐδόξασεν· ᾧ καὶ ὁ τραγῳδοποιὸς Εὐριπίδης πειθόμενος ἐν τοῖς ἑαυτοῦ 7. 17. 12 ποιήμασι τοῦτο συντέταχεν. ταύτην μὲν οὖν τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιθέσεως δεῖσθαί φαμεν, φανεροῦ καθεστῶτος τοῦ ψεύδους· διὰ γὰρ τὴν ὑπεροχὴν τῶν καυμάτων ἀδύνατον 7. 17. 13 χιόνα περὶ τὴν Αἰθιοπίαν συνίστασθαι· καθόλου γὰρ περὶ τοὺς τόπους ἐκείνους οὐ πάγος, οὐ ψῦχος οὔτε ὅλως χειμῶνος ἔμφασις πέφυκεν, καὶ μάλιστα τροπαῖς θεριναῖς. εἰ δὲ καί τις εἴποι τῷ τῆς συγχωρήσεως τρόπῳ εἶναι πλήθη χιόνων κατὰ τὴν Αἰθιοπίαν, καὶ αὖθις ἐλέγχεται τοῦ προλεχθέντος 7. 17. 14 δοκιμωτάτως τὸ ἐξίτηλον. ἅπας γὰρ ποταμὸς ἀπὸ χιόνος τὴν περιουσίαν λαχὼν ὁμολογουμένως αὔρας ψυχρὰς ἀναδίδωσιν, ἀλλὰ καὶ τὸν ἀέρα παχύνειν πέφυκεν· περὶ δὲ τὸν Νεῖλον τὸν ποταμὸν οὔτε νέφους ὑπόστασιν ἔστιν εὑρεῖν οὔτε αὔρας 7. 17. 15 ψυχρὰς οὔτε παχυνομένην τοῦ ἀέρος τὴν φύσιν.῾ Ηρόδοτος δὲ τὸν Νεῖλον εἶναι μὲν τηλικοῦτόν φησιν ὁποῖός τις καὶ φαίνεται κατὰ τὴν πλήρωσιν, χειμῶνος δὲ ὥρᾳ τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν ὑγρᾶς οὐσίας συστήματα ἐκ τῶν Νειλῴων ὑδάτων, κἀντεῦθεν 7. 17. 16 χειμῶνος ὥρᾳ ἥττονα γίνεσθαι τὸν ποταμόν· τοῦ δὲ θέρους 7. 17. 16 ἐπιστάντος, καὶ πρὸς τὰς ἄρκτους ποιουμένου τὴν βάδισιν, ἀναξηραίνειν καὶ ταπεινοῦν τοὺς περὶ τὴν῾ Ελλάδα ποταμοὺς πεφυκότας· διὰ τοῦτο μὴ παράδοξον καθεστάναι τὴν περὶ τὰς θερινὰς τροπὰς τοῦ Αἰγυπτίου πλήρωσιν ποταμοῦ. ἀλλ' αἰδοῖ τῆς φιλομαθείας τοῦ ἀνδρὸς 7. 17. 17 οὐ διεξοδικῶς κατηγοροῦμεν τοῦ σφάλματος. εἰ γὰρ ταῦτα σύμφωνα τοῖς ἀληθέσι καθίστατο, πάντως ἂν καὶ ἀπὸ τῶν ἄλλων κατὰ τὴν Λιβύην ποταμῶν ὁ ἥλιος ἀνελάμβανεν, καὶ ἀδελφὰ τῶν παθημάτων τοῦ Νείλου καὶ οἱ τῆς Λιβύης ὑπέμενον ποταμοί. ἀλλὰ μὴν τοιοῦτον οὐδὲν περὶ τοὺς Λίβυας ποταμοὺς ἔστι θεάσασθαι. οὐκοῦν ὁ συγγραφεὺς 7. 17. 18 ἀποσχεδιάζει τὸν λόγον. Δημόκριτος δὲ ὁ τῆς φύσεως ἀδελφὸς περὶ τὰς ἄρκτους ὥρᾳ χειμῶνος καταφέρεσθαι πολλὴν διαβεβαιοῦται χιόνα, θέρους δὲ ὑπόντος ὑπὸ τῆς αἰθάλης διαλύεσθαι ταύτην, ἔνθεν φησὶ γίνεσθαι τηκεδόνα πολλήν, καὶ διὰ τοῦτο τίκτεσθαι πολλὰ νέφη παχύτερα περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως αἰρομένης 7. 17. 1 πρὸς ὕψος. ταῦτα δὲ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρις ἂν προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν περὶ τὴν οἰκουμένην· εἶναι δὲ ταῦτα περὶ τὴν Αἰθιοπίαν. ἔπειτά πως τοιούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν κατισχυρίζεται περὶ τὰς τῶν 7. 17. ἐτησίων ἀνέμων πνοάς. ἀλλ' οὐ πιστευτέον αὐτῷ· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς τροπὰς ὡς ἔπος εἰπεῖν τὰς θερινάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δὲ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων. τὴν μὲν οὖν ἐπίνοιαν τοῦ Δημοκρίτου ἀποδεκτέον, τοῖς δὲ λόγοις αὐτοῦ οὐδαμῶς πιστευτέον.῎ Εφορος δὲ ξένην αἰτίαν τινὰ περιίστησιν. φησὶ δὴ τὴν 7. 17. 21 Αἴγυπτον ἅπασαν ποταμόχωστον εἶναι, ἀλλὰ μὴν καὶ ψυχράν, ἔτι δὲ καὶ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, καὶ διὰ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν πλῆθος ὑγρότητος, καὶ κατὰ μὲν τὴν χειμερίαν ὥραν τοῦτο συνέχειν ἐν ἑαυτῇ, θερινῶν δὲ ἀπαρχομένων τροπῶν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὐτῆς πανταχόθεν ὑπεῖναι, καὶ διὰ τοῦτο 7. 17. 22 πληροῦν τὸν ποταμόν. ὁ μὲν οὖν῎ Εφορος δῆλός ἐστι μὴ μόνον τεθεαμένος τὴν Αἴγυπτον, ἀλλὰ μηδὲ παρὰ τῶν ἰδόντων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος. 7. 17. 23 πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἀπελάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας διαρρέων ἔχει τὴν αὔξησιν πρὶν ἢ ψαύσῃ τῆς Αἰγύπτου. 7. 17. 24 ἔπειτα εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινεν, καθ' ἃς ἀδύνατον ἦν διαβαίνειν τοσοῦτον πλῆθος ὑδάτων· εἰ δὲ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν 7. 17. 25 τὴν τῶν ὑδάτων σύρρευσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσοιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τῷ ποταμῷ εἰσποιεῖν, ὥστε ὑπ' αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηκομένων ὑδάτων, ἐπιφανῶν ὄντων τῶν ἐν 7. 17. 26 τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν᾿ Ασίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον· καίπερ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον 7. 17. 27 οὐδὲν θεωρεῖς γινόμενον. ἀλλὰ καὶ περὶ τὴν᾿ Ακαρνανίαν ὁ καλούμενος᾿ Αχελῷος ποταμὸς περί τε τὴν Βοιωτίαν ὁ Κηφισὸς ἐκ τῶν Φωκέων οὐκ ὀλίγην χώραν προσέχωσαν, ἐφ' ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τοῦ᾿ Εφόρου τὸ ψεῦδος. 7. 17. 28 καὶ ταῦτα μὲν πρὸς τὸν῎ Εφορον· τῶν δὲ ἐν Μέμφιδι φιλοσόφων τινὲς ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ταύτην. φασὶ διαιρεῖσθαι εἰς τρία τὴν γῆν, καὶ ἓν μὲν ὑπεῖναι τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην (δέον γὰρ οὕτως εἰπεῖν), ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ κεῖσθαι τούτων, ὑπάρχειν δὲ καὶ διὰ 7. 17. 2 καῦμα λίαν ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἐποιεῖτο τὰς ἀναβάσεις κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν ὡς ἐπὶ τῆς καθ' ἡμᾶς ζώνης λαμβάνει τὴν σύρρευσιν, διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ' ἡμῖν 7. 17. 30 τὰς ἐπομβρίας. ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ' ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθ' ἡμᾶς γίνεσθαι οἰκουμένην. διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου 7. 17. 31 φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κεκαυμένης αὐτὸν ῥέοντά φασι λίαν καθέψεσθαι καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε δὴ φύσει τοῦ πυρώδους ἅπαν τὸ ὑγρὸν ἀπογλυκαίνοντος. 7. 17. 32 ἡμεῖς δὲ καὶ πρὸς τοῦτο λέξομεν. ἀδύνατον γὰρ εἶναί φαμεν ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι γῆν, καὶ μάλιστα εἴ τις ὑπόθοιτο σφαιροειδῆ 7. 17. 33 τὴν γῆν πεφυκέναι. πῶς γὰρ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης φέρεται τῆς οἰκουμένης πρὸς τοὺς τόπους τοὺς καθ' ἡμᾶς; εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρ' 7. 17. 34 ἡμῖν. ἀλλὰ καὶ ἡ περὶ τῆς τοῦ ποταμοῦ τούτου γλυκύτητος αἰτία παντελῶς ἄλογος καὶ ἀναπόδεικτος πάντῃ καθέστηκεν. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ὑπῆρχέ ποτε, οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας ἐκέκτητο· πᾶν γὰρ ὕδωρ ἀπὸ τῆς. 35 δους οὐσίας ἀλλοιωθὲν ἀλλότριόν ἐστι ζωογονίας. διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης, ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον. Οἰνοπίδης δὲ [οι] ταῦτά φησιν, κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα τὰ κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ 7. 17. 36 δὲ χειμῶνος ἐναντίως θερμά. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν βαθέων φρεάτων κατανοήσεως· κατὰ γὰρ τὴν τοῦ χειμῶνος ἀκμὴν θερμὰ τὰ ἐν τοῖς βαθυτάτοις φρέασιν εὑρίσκεται 7. 17. 37 ὕδατα, θέρους δὲ ὑπόντος τοὐναντίον. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι, κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ τὴν γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις. 38 σθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύμην ἀνεμποδίστως. ἀλλὰ καὶ πρὸς τοῦτο ῥητέον. πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασιν, παραπλησίως δὲ τὰς ῥύσεις ποιούμενοι, οὐκ ἔχουσι τὴν ἀνάβασιν τῷ Νείλῳ ἀνάλογον· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, ἐν δὲ τῷ θέρει λήγοντες ἐλέγχουσι τοῦ Οἰνοπίδου τὸ ψεῦδος. 7. 17. 3᾿ Αγαθαρχίδης δὲ ὁ Κνίδιος μόνος τοῦ κρασπέδου τῆς ἀληθείας κεκράτηκεν. ἔφησε γὰρ ἀν' ἔτος ἕκαστον ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν μετοπώρῳ. 40 μένης καθ' ἕκαστα. εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν τῶν ἑαυτοῦ, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. μαρτύριον δὲ τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους 7. 17. 41 τῆς᾿ Ασίας προφέρεται. πρὸς μὲν γὰρ τοῖς τόποις τῆς Σκυθίας τῆς πρὸς τὸν Καύκασον παρακεχωρηκότος χρόνου καθ' ἕκαστον ἔτος γίνεσθαι νιφετοὺς ἐξαισίους, καὶ τοῦτο συνεχῶς ἐπὶ πλείστας ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἀπεστραμμένοις μέρεσι τῆς᾿ Ινδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν 7. 17. 42 καταφέρεσθαι τῷ μεγέθει καὶ τῷ πλήθει μεγάλην. ἀλλὰ καὶ περὶ τὸν ποταμὸν τὸν῾ Υδάσπην ἀρχομένου θέρους ὄμβρους γίνεσθαι συνεχεῖς, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ' ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν ὑπόστασιν κυκλουμένην 7. 17. 43 ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παράδοξον καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν οἰκουμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσι καταρράττοντας ὄμβρους ἐν τῷ θέρει πληροῦν τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρούσης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων 7. 17. 44 βαρβάρων. εἰ δὲ τοῖς παρ' ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτο ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ' ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατ' ἐκείνην δὲ τὴν χώραν βληχρὰς 7. 17. 45 καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. καὶ τοῦ ἡλίου πρὸς τὸν βόρειον ἀποκλίνοντος πόλον συμβαίνει τοὺς ὄμβρους τῷ παρ' ἡμῖν θέρει τῇ Αἰθιοπίᾳ προσγίνεσθαι, καὶ ἐντεῦθεν λαμβάνειν τὸν Νεῖλον τὴν αὔξησιν, καὶ ἔμπαλιν πρὸς τὸν νότιον ἀναζεύξαντος πόλον πρὸς συστολὴν τὸν Νεῖλον ὁρᾶν. 7. 17. 46 Περὶ μὲν οὖν τῆς πληρώσεως τοῦ ποταμοῦ ἐπὶ τοσοῦτον, ἵνα μὴ τὸν σκοπὸν τῆς ἱστορίας νοθεύσωμεν· ἤδη δὲ ὑπενέγκαι ἀκόλουθα τῶν ἀφηγημάτων νύττειν τὸν λόγον. ἐπαναζεύξας τοίνυν ἐκ τῆς᾿ Αλεξανδρείας ὁ Μηνᾶς ἔγραψε Μαυρικίῳ τῷ αὐτοκράτορι ὅπως ἡ ἐπιφάνεια τῶν ἀνθρωπομόρφων καὶ Νειλῴων ἐγένετο. ὁ δὲ αὐτοκράτωρ τούτων ἀκηκοὼς λίαν τὴν ψυχὴν κατεπέπληκτο.