Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ηʹ 8. 1 αʹ.῞ Οπως ὁ Χοσρόης διαλῦσαι τὰς σπονδὰς ἐνεχείρησεν. βʹ. Πρεσβεία῾ Ρωμαίων πρὸς Χοσρόην. γʹ.῞ Οπως ὁ Κομεντίολος προδοσίας ἐκρίνετο. δʹ. Διαλλαγαὶ῾ Ρωμαίων πρὸς Κομεντίολον τὸν στρατηγόν· καὶ ὅπως αὖθις οὗτος ἡγεμονεύειν ὑπὸ τοῦ αὐτοκράτορος ἐμπιστεύεται. εʹ. Μάχη῾ Ρωμαίων καὶ᾿ Αβάρων, καὶ ἀριστεία
8.2.1
῾ Ετέρα μάχη῾ Ρωμαίων καὶ᾿ Αβάρων, καὶ νίκη῾ Ρωμαίωνζʹ.῾ Ετέρα ἔκταξις῾ Ρωμαίων καὶ᾿ Αβάρων, καὶ ἧττα βαρβάρων. ηʹ. Περὶ τῶν ἀναιρεθέντων Γηπαίδων.
8.3.1
῞ Οπως ὁ βάρβαρος ἐξαπατήσας τὸν αὐτοκράτορα τοὺς ζωγρηθέντας βαρβάρους ἀνέλαβεν. ιʹ. Περὶ τῆς Κομεντιόλου μελαγχολίας. ιαʹ.῞ Οπως ἀβουλίᾳ Κομεντιόλου τοῦ στρατηγοῦ πλῆθος῾ Ρω- μαίων ὑπὸ τοῦ κρύους διώλετο. ιβʹ.῾ Ως Πέτρος αὖθις στρατηγὸς τῆς Εὐρώπης ὑπὸ τοῦ αὐτοκράτορος προχειρίζεται. ιγʹ. Περὶ τοῦ γάμου Θεοδοσίου, τοῦ παιδὸς Μαυρικίου τοῦ αὐτοκράτορος. ιδʹ. Περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν πόλεων καὶ τῆς ἀταξίας τῶν δήμων. ιεʹ.῞ Οπως ὁ αὐτοκράτωρ Μαυρίκιος διατρίβειν τὰς Θρᾳκῴας δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ῎ Ιστρου τὸν στρατηγὸν κατηνάγκασεν. ιϛʹ. Περὶ τῆς θείας ὀμφῆς τῆς γενομένης Πέτρῳ τῷ στρατηγῷ. ιζʹ. Τῶν῾ Ρωμαϊκῶν στάσις δυνάμεων· καὶ ὅπως τὸ ὁπλιτικὸν τυραννίδα κατὰ τοῦ αὐτοκράτορος συνεστήσατο. ιηʹ.῞ Οπως ὁ στρατηγὸς φυγῇ διεχρήσατο. ιθʹ. Περὶ τῶν δημάρχων· καὶ ὅπως τοῖς δημοτικοῖς φιλοτιμίας ὁ αὐτοκράτωρ παρέσχετο. κʹ. Πρεσβεία τοῦ αὐτοκράτορος πρὸς τὰς῾ Ρωμαίων δυνάμεις. καʹ.῞ Οπως περιφρουρεῖ ὁ Μαυρίκιος τὴν κυρίαν τῶν πόλεων. κβʹ. Πρεσβεία῾ Ρωμαίων πρὸς Θεοδόσιον, τὸν παῖδα τοῦ αὐτοκράτορος. κγʹ. Περὶ τῆς γενομένης ὑπονοίας Μαυρικίῳ τῷ αὐτοκράτορι Γερμανὸν καθεστάναι τῆς τυραννίδος ὑπόθεσιν. κδʹ.῾ Ως ὁ Γερμανὸς ἐν τῷ ναῷ τῆς θεομήτορος καταφεύγει τῷ ἐπιλεγομένῳ Κύρου. κεʹ.῾ Ως Στέφανον τὸν εὐνοῦχον πρὸς Γερμανὸν ἀποστέλλει ὁ αὐτοκράτωρ Μαυρίκιος. κϛʹ.῾ Ως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν παῖδα Θεοδόσιον ἐμαστίγωσε ῥάβδοις. κζʹ. Καταφυγὴ Γερμανοῦ πρὸς τὸ μέγα τῆς πόλεως τέμενος. κηʹ. Περὶ τῶν θορύβων τῶν ἐπιβεβηκότων τῆς πόλεως. κθʹ. Περὶ τοῦ ἐμπρησμοῦ τοῦ γεγονότος τῇ πόλει. λʹ.᾿ Απόδρασις Μαυρικίου τοῦ αὐτοκράτορος. λαʹ.῞ Οπως κλύδωνος γεγονότος ἐγκοπὴν πρὸς τὴν ἀπόδρασιν ὁ αὐτοκράτωρ ἐλάμβανεν. λβʹ.᾿ Αποστολὴ Θεοδοσίου τοῦ αὐτοκράτορος ὑπὸ Μαυρικίου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. λγʹ.῞ Οπως πρὸς τὸν τύραννον τοῦ ἄστεος προσεχώρησαν. λδʹ. Περὶ Γερμανοῦ καὶ τῆς περὶ τὴν βασιλείαν τούτου ἐφέσεως. λεʹ.᾿ Αναγόρευσις τοῦ τυράννου Φωκᾶ. λϛʹ. Εἴσοδος τούτου πρὸς τὰ βασίλεια. λζʹ.῞ Οπως ὁ Μαυρίκιος ἐπαναστρέφειν ὡς αὐτὸν προσέταξε τῷ παιδί. ληʹ.᾿ Αναίρεσις τῶν παίδων τοῦ βασιλέως καὶ ἀποσφαγὴ Μαυρικίου τοῦ αὐτοκράτορος. λθʹ. Περὶ τῆς διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. μʹ.῞ Οπως τῶν βασιλέων τὰ σώματα τοῖς τῆς θαλάττης παρεδίδοντο κύμασιν. μαʹ.᾿ Επιτάφιος εἰς Μαυρίκιον τὸν αὐτοκράτορα. μβʹ.῞ Οπως ἀντιδόσεις τῶν πεπραγμένων δεινῶν αἱ῾ Ρωμαίων δυνάμεις ὑπὸ τῆς θείας προνοίας ἐλάμβανον. μγʹ.᾿ Αναίρεσις Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος καὶ Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου. μδʹ. Περὶ τῆς γεγονυίας πλάνης, ὡς Θεοδόσιος, ὁ υἱὸς τοῦ αὐτοκράτορος, τὸν φόνον διέφυγεν. μεʹ. Περὶ τῆς δαιμονιώδους προαγορεύσεως τῆς γεγονυίας κατὰ τὴν᾿ Αλεξάνδρειαν. μϛʹ. Περὶ τῶν γεγονότων παραδόξων ὑπὸ Εὐφημίας τῆς μάρτυρος. μζʹ.῞ Οπως ὁ τύραννος Κωνσταντίναν, τὴν τοῦ βασιλέως ὁμόζυγον, ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ ἐνέκλεισεν. μηʹ. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. μθʹ. Περὶ τῶν συμβεβηκότων Γερμανῷ τῷ στρατηγῷ. νʹ.᾿ Αναίρεσις᾿ Αλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ τυράννῳ Φωκᾷ. ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ 1. π. τ [ΠΡΟΟΙΜΙΟΝ]
8.1.2
τ. 1 ΙΣΤΟΡΙΑ Ηʹ 8. 1. 1 Κατὰ τούτους δῆτα τοὺς χρόνους Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι. αἰτία δὲ αὕτη πως τῷ βαρβάρῳ οὖσα ἐτύγχανεν. ἔθνη περὶ τὴν᾿ Αραβίαν πολλά τε καὶ διάφορα πέφυκεν· τούτους Σαρακηνοὺς ἔθος 8. 1. 2 τοῖς ὄχλοις ἀποκαλεῖν. ἐκ τούτων δὴ τῶν ἐθνῶν ἔνιά τινα τοῖς῾ Ρωμαίοις σύμμαχα ἦν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν 8. 1. 3 διαπορεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος εἰς τὴν Περσίδα ἐξέπεμψε πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο· 8. 1. 4 τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι῾ Ρωμαῖοι. ὁ μὲν οὖν Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν πρέσβιν καὶ πολλὴν τὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλικῆς εἰσόδου μηδαμῶς 8. 1. 5 τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς῾ Ρωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ 8. 1. 6 Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ, κατὰ τὴν ποίησιν, ὁ Χοσρόης τὴν ἡσυχίαν 8. 1. 7 ἀσπάζεται. ὁ μὲν οὖν πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ' οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπὼν πρὸς τὸν αὐτοκράτορα·" ὁ Περσῶν βασιλεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν 8. 1. 8 τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν." τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις· τῷ ὄντι γὰρ οἶδε λόγος μὴ μέτροις οἰκονομούμενος μεγάλας συμφορὰς τοῖς χρησαμένοις παρέχεσθαι. 8. 1.῾ Οπηνίκα δὲ ὁ Χαγάνος (ἐπαναδραμώμεθα γὰρ πρὸς τὰ κατὰ τὴν Εὐρώπην πραχθέντα) διεπεραιώθη τὸν῎ Ιστρον οἴκαδε διὰ τὴν εἰρήνην ἀποφοιτῶν, ἀποστέλλουσι πρέσβεις αἱ περὶ τὴν Θρᾴκην τῶν῾ Ρωμαίων δυνάμεις πρὸς Μαυρίκιον τὸν αὐτοκράτορα προδοσίαν καταιτιώμεναι Κομεντιόλου τοῦ 8. 1. 10 στρατηγοῦ. τῆς στάσεως τοίνυν εἰς τὸ βασίλειον ἄστυ ἰσχυρᾶς γεγονυίας, δίδωσιν ὁ αὐτοκράτωρ Κομεντιόλῳ καὶ τοῖς πρέσβεσι διαιτητάς, καὶ δῆτα γενομένης τῆς συγκροτήσεως τῆς δίκης, καὶ τοῦ βασιλέως ἐκλιπαροῦντος τοὺς πρέσβεις, λαμβάνει ἡ κατηγορία τὴν ἐγκοπήν, καὶ αὖθις ὁ Κομεντίολος γίνεται 8. 1. 11 στρατηγός. θέρους δὲ ἐπιόντος ἔξω τῆς πόλεως γίνεται, καὶ τῶν῾ Ρωμαίων περὶ τῆς λύπης διαλυσαμένων τῷ στρατηγῷ, τὸ ὁπλιτικὸν ὁ Κομεντίολος ἀθροίζει καὶ ἐπὶ τὸν῎ Ιστρον γίνεται ποταμὸν καὶ ἐν τῇ Σιγγηδόνι συνανακοινοῦται τῷ Πρίσκῳ. 8. 2. 1 τετάρτῃ δὲ ἡμέρᾳ ἐκκλησιάζονται τὰ στρατόπεδα, καὶ δημηγορήσαντος Πρίσκου περισχίζεται ἡ πρὸς᾿ Αβάρους καὶ῾ Ρωμαίους εἰρήνη· ὁ γὰρ αὐτοκράτωρ Μαυρίκιος τοῖς στρατηγοῖς παρασπονδῆσαι διὰ βασιλικοῦ προστάγματος. 2 λεύεται. ἐς τὸ φανερὸν τοίνυν τῆς εἰρήνης λυθείσης, οἱ῾ Ρωμαῖοι πρὸς τὸ Βιμινάκιον γίνονται· αὕτη δὲ νῆσος καθέστηκε περὶ τὰ ῥεῖθρα τοῦ῎ Ιστρου. ἐν ταύτῃ τῇ νήσῳ ὁ 8. 2. 3 Κομεντίολος ἔδοξε νοσηλεύεσθαι. τῶν δὲ῾ Ρωμαίων ἀπὸ τῆς νήσου διαπεραιουμένων ἐπὶ τὴν ἤπειρον, ἠκηκόει ὁ Χαγάνος τὰ τοῦ῾ Ρωμαϊκοῦ στρατοπέδου κινήματα. ὁ μὲν οὖν βάρβαρος συναθροίσας δυνάμεις τὴν῾ Ρωμαίων διατέμνεται γῆν, τοῖς δὲ παισὶ τέτρασιν ὑποῦσιν αὐτῷ παρεδίδου δυνάμεις 8. 2. 4 καὶ παρενεγύα τὰς διαβάσεις τοῦ῎ Ιστρου περιφρουρεῖν. οἱ μὲν οὖν παῖδες τοῦ βαρβάρου τὰς διαβάσεις τοῦ῎ Ιστρου περιφρουρεῖν κατὰ τὸ προσταχθὲν ἐνεχείρουν, οἱ δὲ῾ Ρωμαῖοι τὰς λεγομένας σχεδίας συρράψαντες ὁμοθυμαδὸν τὸν ποταμὸν διενήξαντο. περὶ τὰς ὄχθας τοίνυν τοῦ ποταμοῦ γεγονυίας 8. 2. 5 τῆς μάχης, κρατοῦσι῾ Ρωμαῖοι τῶν ἀντιθέτων δυνάμεων. ὁ δὲ Κομεντίολος ἅμα τῷ Πρίσκῳ εἰς τὸ Βιμινάκιον τὰς διατριβὰς ἐποιεῖτο. ἦν δὲ αὐτῷ ἡ ἀναβολὴ τοῦ μὴ ἐθέλειν συμπλέκεσθαι ἀπίθανος οὐδαμῶς· μαχαίρᾳ γὰρ ἰατρῶν τὰς ἐπὶ τῆς χειρὸς φλέβας ἀποτμηθεὶς ἐπὶ αἵματος ἐκροῇ εὐφήμως 8. 2. 6 πως διὰ τὴν δειλίαν ἀπόμαχος ἦν. διαπορθμευθέντων τοίνυν τῶν῾ Ρωμαίων τὸν῎ Ιστρον καὶ συστησαμένων τὸν χάρακα, κατελίμπανε τὴν νῆσον ὁ Πρίσκος· οὐκ ἤθελε γὰρ τοῦ Κομεντιόλου ἐκτὸς ποιήσασθαι τὴν παράταξιν. οἱ δὲ βάρβαροι, ἀστρατήγου τῆς῾ Ρωμαίων ὑπαρχούσης δυνάμεως, 8. 2. 7 πρὸς τὸν χάρακα τούτων ἐκτρέχουσιν. οἱ δὲ῾ Ρωμαῖοι ἀγγέλους εἰς τὸ Βιμινάκιον τοῖς στρατηγοῖς ἐπιπέμπουσι τόν τε κίνδυνον παρεδήλουν· δυσανασχετοῦντός τε τοῦ Πρίσκου τοῦ Κομεντιόλου ἐκτὸς τοῦ ἔργου ἐφάψασθαι, καὶ τῶν βαρβάρων λίαν ἐγκρατῶς ἐπικειμένων, πείθεται ὁ Πρίσκος τὸν Κομεντίολον καταλιπεῖν καὶ τὰς φροντίδας τῶν κινδύνων αὐτὸς. 8 ξασθαι. καὶ οὖν καταλιμπάνει τὸ Βιμινάκιον καὶ πρὸς τὸν῾ Ρωμαϊκὸν γίνεται χάρακα. δευτέρα δὲ ἡμέρα, καὶ προστάττει τὰς ναῦς τοῦ῎ Ιστρου καταλιπούσας τὰς ὄχθας περὶ τὸ. νάκιον μεθορμίσασθαι· ἐδεδίει γὰρ ὁ Πρίσκος μή πως οἱ῾ Ρωμαῖοι, τῶν ἐπακτρίδων διακειμένων αὐτοῖς περὶ τὰς ὄχθας τοῦ ποταμοῦ, συνεχεῖς τὰς μεταβάσεις ἐπὶ τὴν νῆσον ποιήσονται, κἀντεῦθεν κατακερματιζομένης τῆς τῶν῾ Ρωμαίων δυνάμεως 8. 2. 10 ἀσθενεστέραν ἡ τάφρος τὴν φρουρὰν ἀπολάβοι. τοίνυν τῶν βαρβάρων κατεπειγομένων πρὸς πόλεμον, τετάρτη ἡμέρα, καὶ ὁ Πρίσκος ἐξ ἑωθινοῦ σιδηροφορεῖν τοῖς῾ Ρωμαίοις προσέταξεν, καὶ ὡς ἐνῆν τὰς ἐκτάξεις τρισὶ συστησάμενος φάλαγξι τῶν 8. 2. 11 πολεμικῶν ἐγχειρημάτων ἀπήρχετο. οἱ μὲν οὖν῾ Ρωμαῖοι ἀποσχόμενοι τῶν τόξων ἀγχιμάχως τοῖς δόρασι κατεπολέμουν τὸ βάρβαρον. τῶν δὲ᾿ Αβάρων δέκα καὶ πέντε συστήμασιν ἐξοπλισάντων τὴν ἔκταξιν, καὶ τῶν῾ Ρωμαίων εἰς μίαν σύννευσιν καὶ φόβῳ τοῦ χάρακος καὶ τετραπλεύρῳ μάχῃ διακεκοσμηκότων τὴν ἔκταξιν, ἀσυλίαν ἐντεῦθεν παρεχομένων τῷ χάρακι, ἐπὶ ὥρας πολλὰς ὁ πόλεμος εἶχε τὴν πρόοδον. 8. 2. 12 ἡλίου δὲ κλίναντος συναπέκλινε καὶ ὁ πόλεμος, καὶ ἦν ἐπιδέξιος αὕτη ἡ τοῦ πολέμου τοῖς῾ Ρωμαίοις ῥοπή, τριακοσίων τε ἀναιρεθέντων῾ Ρωμαίων, χιλιάδες τέτταρες ἐκ τῶν᾿ Αβάρων διώλοντο. ἐπιγενομένης οὖν νυκτὸς εἰς τὸν χάρακα οἱ῾ Ρωμαῖοι ἀνέζευξαν. 8. 3. 1 Τρίτη δὲ ἡμέρα, καὶ ὁ βάρβαρος ἕτερον συνεστήσατο πόλεμον. ὁ μὲν οὖν Πρίσκος ὡς οἷόν τε ἦν συντάξας τὸ 8. 3. 2 στράτευμα ἑωθινὸς ἐχώρει πρὸς τὴν παράταξιν. τρεῖς τοίνυν συντάξας δυνάμεις ἐς τὰ μάλιστα τοῖς῾ Ρωμαίοις, εἶτα ἐνεγύησεν ἐς τὸ καρτερὸν τὰ κέρατα περισχίσαι αὐτίκα οὕτω τε τοὺς᾿ Αβάρους εἰσδέξασθαι, ὅπως οἱ βάρβαροι, περὶ τὰ κοιλότερα γινομένης τῆς δυνάμεως, καὶ κατειλημμένοι ἐν 8. 3. 3 μέσῳ, περιπέσωσι συμφοραῖς ἀδοκήτοις. τῷ τοιούτῳ τοίνυν τρόπῳ καταστρατηγοῦνται οἱ βάρβαροι, καὶ ἀναιροῦνται ἐκ τῆς πολεμίας καὶ ἀντιθέτου δυνάμεως χιλιάδες ἐννέα. ἡλίου 8. 3. 4 δὲ δύοντος ἐπὶ τὴν τάφρον τὸ νενικηκὸς ἐπανῆκεν. δεκάτη δὲ ἡμέρα, καὶ ὁ στρατηγὸς ἠκηκόει ἥκειν αὖθις τὸν βάρβαρον πρὸς παράταξιν. ἡμέρας δὲ λαμπούσης τὸ῾ Ρωμαϊκὸν καθοπλίσας 8. 3. 5 κοσμίως τε συμφραξάμενος ἐχώρει πρὸς πόλεμον. ὁ μὲν οὖν Πρίσκος τρισσαῖς αὖθις φάλαγξι τὰς δυνάμεις κατεστρατεύσατο, ὁ δὲ βάρβαρος μίαν συστησάμενος φάλαγγα κατὰ τοῦ Πρίσκου ἐχώρησεν. ὁ μὲν οὖν Πρίσκος τὴν εὔθετον τῶν τόπων χώραν καταλαβὼν τήν τε ῥύμην τοῦ πνεύματος ἔχων συνέριθον, ἀφ' ὕψους τοῖς᾿ Αβάροις ἐνήραξε τοῖς τε δύο κέρασι. 6 πολέμησε τὸ πολέμιον. ἐπεὶ δὲ λίμνη ὑπεστόρητο τοῖς τόποις ἐκείνοις, ἐπὶ τὰ ὕδατα ἐξωθεῖ τὸν βάρβαρον. διὰ τοῦτο περὶ τὸ ῥόθιον ἀποκρουσθέντες οἱ βάρβαροι καὶ τὴν λίμνην. 7 μέτωπον δυστυχήσαντες λίαν σφοδρῶς ἀπεπνίγοντο. πλήθους τοίνυν πολλοῦ κατὰ ταύτην τὴν λίμνην ἀνῃρημένου, τῶν τε παίδων τοῦ Χαγάνου ἀποπνιγέντων αὐτόθι, περιφανεστάτην ὁ Πρίσκος τὴν νίκην ἐνεπορεύσατο. καταφθείρονται τοίνυν περὶ τοῦτον τὸν πόλεμον πεντεκαίδεκα χιλιάδες. 8 βάρων. ὁ μὲν οὖν Χαγάνος ἐπικινδύνως διασωθεὶς κατὰ τὸν Τισσὸν γίνεται ποταμόν. τριακοστὴ δὲ ἡμέρα, καὶ ὁ βάρβαρος συνέλεξε δύναμιν. ἐπεὶ δὲ καὶ πρὸς τέταρτον πόλεμον τὴν ἐπιβολὴν ἐποιεῖτο, καὶ τούτων ὁ τῶν῾ Ρωμαίων στρατηγὸς ἠκηκόει, στρατοπεδεύει ὁ Πρίσκος ἐπὶ τὸν Τισσὸν 8. 3. ποταμόν. ὁρίζεται τοιγαροῦν ἑκατέρᾳ δυνάμει ἡμέρα πρὸς πόλεμον. ἐπεὶ δὲ τὸ διωρισμένον πέρας ἐλάμβανεν, ὑπὸ πρώτην ἕω ὁ Πρίσκος ἐναλλὰξ τὰς δυνάμεις συνέταξεν, καὶ τὴν μὲν εὐώνυμον φάλαγγα δεξιὰν ἐποιήσατο, τὴν δὲ μέσην εὐώνυμον. ὁ δὲ βάρβαρος δυοκαίδεκα συστήμασιν ἐξοπλίζει 8. 3. 10 τὸν πόλεμον. οἱ μὲν οὖν῾ Ρωμαῖοι ἡρωϊκώτερον τῆς μάχης ἀντείχοντο. τῇ τοίνυν ἐνστάσει τοὺς βαρβάρους κατεπολέμησαν, καὶ διόλλυται καὶ κατὰ ταύτην τὴν μάχην πλῆθος πολεμίων πολύ. ταύτην τοίνυν τὴν νίκην ἐνδοξοτέραν τὸ τῶν῾ Ρωμαίων 8. 3. 11 ὁπλιτικὸν ἀνεδήσατο. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τισσὸν διανήξασθαι ἐκέλευε ταύταις ἀνερευνᾶσθαί τὰ τῶν πολεμίων κινήματα. οἱ μὲν οὖν ὑπὸ τοῦ στρατηγοῦ ἐκπεμφθέντες τὸν γείτονα ποταμὸν διαπεραιοῦνται. περιτυγχάνουσι τοιγαροῦν χωρίοις Γηπαίδων τρισίν. οἱ δὲ βάρβαροι μηδὲν τῶν ἐν τῇ προτεραίᾳ διεγνωκότες συμπόσιόν τε καθίσαντες 8. 3. 12 πανήγυριν ἑώρταζον ἐπιχώριον. τὰς τοίνυν φροντίδας ἀναθέντες τῇ μέθῃ κατεπαννυχίζοντο εὐωχούμενοι. οἱ δὲ῾ Ρωμαῖοι ἐπὶ τὸ λεγόμενον λυκόφως, ἔτι λειψάνων ὑπούσης νυκτός, κραιπαλῶσι τοῖς βαρβάροις ἐπίκεινται καὶ μέγιστον ἀπεργάζονται φόνον· ἀναιροῦνται γὰρ βαρβάρων χιλιάδες 8. 3. 13 τριάκοντα. πλείστης τε αἰχμαλωσίας κρατήσαντες τὸν ποταμὸν ἀντενήξαντο πρός τε τὸν Πρίσκον τὴν προνομὴν διεσώσαντο. ἡμέρα δὲ εἰκοστή, καὶ πάλιν ὁ βάρβαρος περὶ τοῦτον δὴ τὸν ποταμὸν συναγείρει δυνάμεις. διὰ τοῦτο ὁ Πρίσκος παλιννοστεῖ περὶ τὸν Τισσὸν τὸν ποταμόν. γίνεται τοιγαροῦν κατὰ τοῦτον τὸν χῶρον μεγίστη καὶ ἀξιολογωτάτη παράταξις. 8. 3. 14 οἱ μὲν οὖν βάρβαροι καταπολεμηθέντες ὡς ἔπος εἰπεῖν ἐγκρατῶς κατὰ ταύτην δὴ τὴν ἡμέραν ἐπὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται, συναπόλλυνται δὲ τούτοις καὶ. 15 νῶν πλείστη ἀπόμοιρα. ἐζωγρεῖτο δὲ μετὰ τὴν ἧτταν τὸ βάρβαρον, καὶ ἥλωσαν῎ Αβαροι μὲν τρισχίλιοι, ἄλλοι δὲ βάρβαροι πρὸς ταῖς τέτρασι χιλιάσι δισχίλιοί τε καὶ διακόσιοι, καὶ Σκλαυηνῶν χιλιάδες ὀκτώ. οὕτω μὲν οὖν ζωγρηθέντες δεσμοῖς παρεδίδοντο, ὁ δὲ στρατηγὸς ἐν Τόμει τῇ πόλει τοὺς λαφυραγωγηθέντας βαρβάρους ἐξέπεμπεν. 8. 4. 1 ὁ δὲ Χαγάνος, πρίν τι τὸν αὐτοκράτορα τῶν γεγενημένων ἐν εἰδήσει γενέσθαι, πρέσβεις ἐς Μαυρίκιον ἔπεμψεν, ἀναλαβεῖν 8. 4. 2 τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος ταῖς ἀπειλαῖς τοῦ βαρβάρου καταπλαγεὶς καὶ τοῖς λόγοις ἀποβουκολούμενος δι' ἐπιστολέως τῷ Πρίσκῳ προσέταξεν ἀποδοῦναι τοὺς ζωγρηθέντας τῷ Χαγάνῳ᾿ Αβάρους. οὕτω μὲν οὖν ἀπὸ τῆς Τόμεως ἀνεδίδοντο τῷ Χαγάνῳ οἱ βάρβαροι. 8. 4. 3῾ Ο δὲ Κομεντίολος ὥσπερ ἀπό τινων ἐνυπνίων μακρῶν μόλις διανήψας ἔδοξεν ἀπηλλάχθαι τῆς νόσου. παραγίνεται τοιγαροῦν εἰς τὰς Νόβας, καὶ συγκαλεσάμενος τῶν ἐγχωρίων τινὰς τὸν ποδηγοῦντα παρ' αὐτῶν ἠξίου ἀναλαβεῖν, ὅπως τὴν λεγομένην Τραϊανοῦ παροδεύσηται τρίβον· ἠπείγετο γὰρ 8. 4. 4 ἐς Βυζάντιον τὴν χειμέριον ὥραν ποιήσασθαι. οἱ μὲν οὖν ἐγχώριοι ἀπηγόρευον τῷ Κομεντιόλῳ ταύτην δὴ τὴν ἀτραπόν. ἐπὶ τούτῳ μανεὶς δύο τῶν ἀπαγορευόντων ἀπέτεμεν. οἱ μὲν οὖν περὶ τὰς Νόβας ἔφασκον τῷ Κομεντιόλῳ μὴ ἔχειν τὸν ὑποδείξοντα, ὑπεῖναι δὲ ἀπὸ σημείων δέκα καὶ δύο παλαίτατον λίαν γερόντιον χρόνων πεφυκὸς ἑκατὸν πρὸς τοῖς δεκαδύο· τοῦτον ἐπίστασθαι τὴν λεγομένην τρίβον Τραϊανοῦ 8. 4. 5 τοῦ αὐτοκράτορος κατισχυρίζοντο. γενόμενος τοίνυν κατὰ τὸν χῶρον ἐκεῖνον Κομεντίολος ὁ στρατηγὸς τὸν πρεσβύτην ἠξίου τῆς ὁδοιπορίας προηγήσασθαι. ὁ δὲ γέρων διηπορεῖτο καὶ ἤσχαλλεν, καὶ λίαν χαλεπὸν τὸ ἐγχείρημα τῷ στρατηγῷ προηγόρευε τήν τε δυσχωρίαν τόν τε χειμῶνα καὶ τὸ τῆς τρίβου ἀνήμερον διεξήρχετο· ὑπεῖναι γὰρ τὴν τρίβον ταύτην 8. 4. 6 ἀδιεξόδευτον ἀπὸ ἐτῶν ἐνενήκοντα. ἀντιτείνει τοίνυν ὁ στρατηγὸς τοῖς τοῦ γέροντος λόγοις. ἐπεὶ δὲ τὰ τῆς χείρονος ἐπιβολῆς ἐπροτέρησεν, ἀπάρχονται τῆς ὁδοιπορίας αἱ τῶν 8. 4. 7῾ Ρωμαίων δυνάμεις. κατὰ ταύτας δὴ τὰς ἡμέρας ἐπεδήμησε μέγα καὶ ἐξαίσιον ψῦχος, καὶ μεγάλου γεγονότος τοῦ κρύους, καὶ τῆς τῶν πνευμάτων πικρότητος ἐγκρατῶς ἐγκειμένης, ὄλλυνται πολλοὶ τῆς δυνάμεως τῶν τε νωτοφόρων ζώων ἡ 8. 4. 8 πλείστη ἀπόμοιρα. λίαν γοῦν καὶ ἀπευκτῶς ὁ Κομεντίολος ἐπὶ τὴν Φιλίππου πόλιν ἀφίκετο. τοίνυν ἐκεῖσε τὴν ἅπασαν τοῦ χειμῶνος ὥραν ἐνδιατρίψας ἔαρος ἀρχομένου ἐς Βυζάντιον παραγίνεται. τῷ δὲ ἐπιόντι θέρει πάλιν στρατηγὸς ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος ἀναδείκνυται. 8. 4.᾿ Εννεακαιδεκάτῳ ἐνιαυτῷ τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος οὐδὲν῾ Ρωμαίοις καὶ βαρβάροις ἐπράχθη. ἔτει δὲ εἰκοστῷ τὸν αὐτάδελφον ὁ αὐτοκράτωρ Μαυρίκιος Πέτρον 8. 4. 10 στρατηγὸν προεστήσατο τῆς Εὐρώπης. πρὸ τούτου τοῦ ἐνιαυτοῦ Θεοδόσιος, ὁ τοῦ βασιλέως υἱός, νυμφίος πομπεύεται, καὶ πρὸς ἔννομον γάμον δίδωσιν αὐτῷ ὁ πατὴρ Γερμανοῦ τὸ θυγάτριον, ἀνδρὸς λίαν ἐξόχου καὶ τῶν ἐς συγκλήτου βουλὴν 8. 4. 11 ἄγαν ἐπιφανοῦς. μετ' ὀλίγας τοίνυν ἡμέρας τοῦ γάμου, ὥρᾳ χειμῶνος, σιτοδεία τις τοῖς Βυζαντίοις ἐνέσκηψεν. τούτου δῆτα τοῦ λιμοῦ γεγονότος, καὶ τῆς τεσσαρακοστῆς ἡμέρας προελθούσης τῆς γενεθλιακῆς πανηγύρεως τοῦ μεγάλου θεοῦ᾿ Ιησοῦ, ὃν Χριστὸν τὰ κατὰ τὴν οἰκουμένην ἔθνη γεραίρουσιν, 8. 4. 12 καταστασιάζει τὰ πλήθη τοῦ αὐτοκράτορος. εἰώθει δὲ ὁ βασιλεὺς συνεορτάζειν τοῖς δήμοις. τοῦ τοίνυν βασιλέως ἅμα τοῖς ὄχλοις τὰς λιτὰς ποιουμένου, νεωτερίσαντες ἀπὸ τοῦ πλήθους τινὲς ἐς Μαυρίκιον ἐβλασφήμουν καὶ λίθους. 13 πον κατὰ τοῦ αὐτοκράτορος. ὁ μὲν οὖν Μαυρίκιος κελεύει τοῖς σωματοφύλαξιν ἀπειλεῖν ταῖς σιδηραῖς κατὰ τῶν ἐπιόντων κορύναις (ταῦτα δὲ ἄρα τῇ῾ Ρωμαίων φωνῇ δίστρια λέγεται), μέχρι δὲ τῆς ὑποκρίσεως κελεύει τούτοις τὰς ἐπιφορὰς σχηματίσασθαι· ὁ δὲ Γερμανὸς ὑποκάτω τῆς χλαμύδος καλύψας τὸν Θεοδόσιον διὰ τῶν λεγομένων῾ Ιλαρᾶς (τόπος δὲ οὗτος τοῦ ἄστεος) ἐκ τῶν λιτανευμάτων ὑπεξαγαγὼν διεσώσατο. 8. 5. 1 καὶ οὖν ὁ βασιλεὺς ὑπὸ τῶν σωματοφυλάκων διασώζεται μὴ δεδωκὼς ἐγκοπὴν τῷ λιτανεύματι. εἶτα πρὸς τὸν τῆς θεομήτορος νεὼν παρεγένοντο, ὃν Λακέρνας ἀποκαλοῦσι 8. 5. 2 τιμῶντες Βυζάντιοι. τὸ δὲ τέμενος τοῦτο τῶν σεβασμίων λίαν καθέστηκε θρησκεύεταί τε ὑπὸ τοῦ ἄστεος ἐς τὰ μάλιστα· λέγεται γὰρ περιστόλια τῆς παρθένου Μαρίας, ἣν θεοτόκον κυρίως καὶ μόνην οἱ῾ Ρωμαῖοι πρεσβεύομεν, ἐν σηκῷ. 3 πάστῳ ἀποτεθῆναι ἐνταῦθα. ἅπασαν τοιγαροῦν τὴν ἱερὰν μυσταγωγίαν ἐν τούτῳ δὴ τῷ ναῷ κατὰ εἰωθὸς ὁ βασιλεὺς λατρεύσας πρὸς τὰ βασίλεια γίνεται. τῇ δὲ ὑστεραίᾳ τοὺς ἐπισημοτέρους τῶν καταστασιασάντων μικροῖς τισιν 8. 5. 4 αἰκισμοῖς σωφρονίσας ἐξορίζει τοῦ ἄστεος. ἡ δὲ ἐξορία ἀμακροημέρευτος ἦν· θᾶττον γὰρ μεταβαλὼν ὁ βασιλεὺς τὴν λύπην δίδωσι τοῖς ἐξορίστοις ἐξουσίαν ἐπιβαίνειν τοῦ ἄστεος. 8. 5. 5 Μενοῦνγε ὁ Πέτρος ὁ στρατηγὸς τὰς δυνάμεις ἀθροίσας ἐπὶ τὸν῎ Ιστρον χωρεῖ καὶ εἰς Παλάστολον ἀφικνεῖται, καὶ χάρακα ποιησάμενος οὕτω τὴν τοῦ θέρους ὥραν διήνυεν· μετοπώρου τε ἀρχομένου ἐπὶ τὸ κλίτος τῆς Δαρδανίας ὁ στρατηγὸς ἐνεδήμησεν. ἠκηκόει γὰρ περὶ τοὺς λεγομένους Καταράκτας ἀθροισθῆναι τῶν᾿ Αβάρων τὰ πλήθη τόν τε 8. 5. 6᾿ Αψὶχ ἐνθαδὶ στρατοπεδεύεσθαι. τοίνυν τῶν῾ Ρωμαίων γεγονό- των αὐτόθι, Πέτρος ὁ στρατηγὸς πρὸς τὸν᾿ Αψίχ, τὸν ὑποστράτηγον τῆς᾿ Αβάρων δυνάμεως, ἐδίδου καὶ ἀντελάμβανε λόγους. ὁ δὲ᾿ Αψὶχ τοὺς λεγομένους Καταράκτας ἀπὸ῾ Ρω- 8. 5. 7 μαίων ἐνεχείρει δουλώσασθαι. δυσανασχετοῦντος δὲ τοῦ στρατηγοῦ μὴ τοιαύταις συνθήκαις ζωπυρεῖν τὴν εἰρήνην, ἑκατέρα διαλύεται δύναμις, καὶ ὁ μὲν Χαγάνος ἐπὶ τὴν λεγομένην Κωνσταντίολαν ἐχώρησεν, οἱ δὲ῾ Ρωμαῖοι ἐπὶ τὰς Θρᾳκῴας διατριβὰς ἐπανέζευξαν. 8. 5. 8 Τοῦ δὲ θέρους ἐπείγοντος ἀκοὴ γίνεται Μαυρικίῳ τῷ αὐτοκράτορι ὡς ἐπίτηδες ὁ Χαγάνος ἀναβολὴν τῷ πολέμῳ παρέσχετο, ὅπως ὑπορρεμβομένης τῆς῾ Ρωμαίων πληθύος 8. 5. ἀθρόᾳ κινήσει τινὶ τοῖς περὶ τὸ Βυζάντιον ἐπισταίη. καὶ οὖν τὴν᾿ Αδριανούπολιν καταλιπεῖν τῷ στρατηγῷ ἐγκελεύεται 8. 5. 10 περί τε τὸν῎ Ιστρον προστάττει τὰς διαβάσεις ποιήσασθαι. ὁ μὲν οὖν Πέτρος κατὰ τῆς Σκλαυηνίας πληθύος στρατοπεδεύεσθαι παρεσκεύαζεν ἔγραψέ τε Βωνώσῳ· ἀνὴρ δὲ οὗτος τῶν σωματοφυλάκων τοῦ βασιλέως ἐπιφανής, ὃν σκρίβωνα 8. 5. 11 εἴωθε τὰ πλήθη ἀποκαλεῖν· τοῦτον γὰρ ἐδέησε κατ' ἐκεῖνο καιροῦ διακονεῖσθαι Πέτρῳ τῷ στρατηγῷ. ἡ δὲ τοῦ γράμματος ἀξίωσις ἦν ἐφ' ᾧ τὰς τῶν῾ Ρωμαίων πορθμίδας χορηγεῖν 8. 5. 12 ταῖς δυνάμεσιν, ὅπως τὸν ποταμὸν διανήξονται. τοῦ δὲ μαχίμου ὁ Πέτρος τὸν Γούδουϊν ὑποστράτηγον προεστήσατο. τοίνυν ὁ Γούδουϊς τὸν ποταμὸν διαβὰς στόματι μαχαίρας πλήθη πολεμίων ἀνεῖλεν, αἰχμαλωσίας δὲ κρατήσας πολλῆς μεγάλην περιβάλλεται εὔκλειαν. οἱ μὲν οὖν῾ Ρωμαῖοι ἐπανήκειν διὰ τοῦ ποταμοῦ εἰς τὴν ἑαυτῶν ἐπειρῶντο, ὁ δὲ Γούδουϊς 8. 5. 13 τοῦτο ποιεῖν αὐτοὺς διεκώλυε τέως. ἀτὰρ τὰς῾ Ρωμαίων ἐφόδους ὁ Χαγάνος μεμαθηκὼς τὸν᾿ Αψὶχ μετὰ στρατοπέδων ἐξέπεμπεν, ὅπως τὸ τῶν᾿ Αντῶν διολέσειεν ἔθνος, ὃ σύμμαχον῾ Ρωμαίοις ἐτύγχανεν ὄν. 8. 6. 1 τούτων δὴ γιγνομένων, ἀποστατοῦσι τῶν᾿ Αβάρων πλήθη τινὰ αὐτομολεῖν τε τῷ αὐτοκράτορι κατηπείγοντο. ταράττεται οὖν ἐπὶ τῷ ἀκούσματι ὁ Χαγάνος, καὶ περιδεὴς γεγονὼς πολὺς ἦν ἀντιβολῶν καὶ σοφιστεύων μεθόδους πολλὰς ἀντιμεταστῆσαι τὴν ἀποστατήσασαν δύναμιν. 8. 6. 2῞ Ωρας τοίνυν μετοπωρινῆς ἐνδημούσης, καὶ Μαυρικίου τοῦ αὐτοκράτορος ἐνοχλοῦντος τὸν Πέτρον ἐν ταῖς τῶν Σκλαυηνῶν χώραις τὰς῾ Ρωμαϊκὰς δυνάμεις τὸν τοῦ χειμῶνος ἐνδιατρῖψαι καιρόν, τῶν τε῾ Ρωμαίων βαρυνομένων ἐπὶ τῇ τοῦ βασιλέως βουλῇ διά τε τὴν λείαν αὐτὴν διά τε τὴν τῆς ἵππου ταπείνωσιν, ἔτι γε μὴν καὶ διὰ τὸ πλήθη βαρβάρων περικυμαίνειν τὴν χώραν τὴν ἀντιπέρας τοῦ῎ Ιστρου, καὶ τοῦ στρατηγοῦ τὸ βασιλικὸν κρατύνοντος πρόσταγμα, στάσις 8. 6. 3 μεγίστη τοῖς στρατεύμασι γίγνεται. ὁ μὲν οὖν Μαυρίκιος διὰ πυκνῶν συλλαβῶν ἐπετίθετο Πέτρῳ τοῦτο τοὺς῾ Ρωμαίους ποιήσασθαι, οἱ δὲ῾ Ρωμαῖοι ἀντιπεριΐσταντο πρὸς συντονωτέραν ἀπόφασιν. διὸ τὸν ποταμὸν παροδικῶς διενήξαντο. ἐπεὶ δὲ τοῦτο ἐγένετο, ἀφικνοῦνται ἐν Παλαστόλῳ, μεγίστῳ θυμῷ 8. 6. 4 τὰς ψυχὰς μεθυσθέντες. ὁ δὲ Πέτρος στρατοπεδεύεται ὡς ἀπὸ δέκα σημείων τοῦ χάρακος. καὶ οὖν ὁ στρατηγὸς διαγανακτῶν ταῖς δυνάμεσιν ἐς ἀπόνοιαν ἄλογον ἔβλεπεν οὐκ 8. 6. 5 ἠξίου τε τῷ ὁπλιτικῷ συναυλίζεσθαι. τρίτη δὲ ἡμέρα, καὶ τῷ Γούδουϊ ἔφησεν· ἃ δὲ ἔφησε ταῦτα ἐκεῖνά ἐστιν, δόξαι κατ' ὄναρ βασιλικὰς ἐπιπεμφθῆναι αὐτῷ συλλαβάς, τὴν δὲ 8. 6. 6 τῆς ἐπιστολῆς προγραφὴν ἔχειν ἐπὶ λέξεως οὕτως·" ὁ κύριος ἡμῶν᾿ Ιησοῦς ὁ Χριστός, ὁ ἀληθινὸς θεός, ἡ θεία χάρις, ὁ τῶν ἐκκλησιῶν προεστὼς τὰ ἐλλείποντα ἀναπληροῖ εἰς τὸ πᾶσι συμφέρον καὶ προΐστησιν ἐπὶ τοῦ παρόντος τόνδε τῆς νέας δεσπότην." διηπορεῖτο τοίνυν ὁ Πέτρος καὶ ἤσχαλλεν, ἠδημόνει τε καὶ ἐστροβεῖτο περικυκώμενος πάντοθεν, τίνες 8. 6. 7 εἴησαν ἂν αἱ τῶν φανέντων ἐνυπνίων ἐκβάσεις. ὁ μὲν οὖν Γούδουϊς καταπλαγεὶς ἐπί τε τῷ ταράχῳ τοῦ πλήθους ἐπί τε τῶν ὀνείρων ἐκφάσεσιν ἀφωνίᾳ κατείχετο. τῇ δὲ ὑστεραίᾳ μεταποιοῦσιν αἱ δυνάμεις τὸν χάρακα, καὶ τὰ῎ Ασημα παραμείψαντες (φρούριον δὲ τοῦτο) γίνονται ἐν Κουρίσκᾳ, ὅθεν διαπορθμίσασθαι ἤμελλον εἰς τὰς τῶν βαρβάρων σκηνώσεις· ἦσαν γάρ τι μικρὸν μεταβεβληκότες τὸ 8. 6. 8 φρύαγμα. ἐν ταύταις γοῦν ταῖς ἡμέραις ἐναυπηγοῦντο ἀγγεῖα. καὶ τούτου δὴ γιγνομένου ὑετοὶ ἐπιπίπτουσι λάβροι, συνεπιτίθεται δὲ καὶ ψύχους ἐπιβολή. ταύτῃ δῆτα ἐπιστασιάζει τὸ. θος μὴ βουλόμενον τὸν ποταμὸν διανήξασθαι. πέμπουσι τοίνυν πρὸς τὸν Πέτρον εἴκοσι σημεῖα ἀπῳκισμένον τοῦ χάρακος πρέσβεις οἱ῾ Ρωμαῖοι ὀκτώ, ἐξ ὧν ἐτύγχανεν ὢν καὶ Φωκᾶς ὁ χαλεπώτατος τύραννος. ἡ δὲ ἀξίωσις ἦν οἴκαδε τὴν δύναμιν 8. 6. 10 ἀναζεύξασαν τῇ τοῦ χειμῶνος ὥρᾳ ἐγκαρτερεῖν. ὁ δὲ αὐτοκράτωρ ἐπώχλει δι' ἐπιστολέως τὸν Πέτρον τὸν ποταμὸν διαπεραιωσάμενον τὰς δυνάμεις τῆς τῶν βαρβάρων γῆς ἐπιβῆναι, τάς τε τῶν στρατοπέδων ἀποτροφὰς αὐτόθεν τοὺς῾ Ρωμαίους ἀρύσασθαι, ἐγκοπήν τε δημοσίων σιτήσεων ἐντεῦθεν τῷ πρυτανείῳ παρέχεσθαι. 8. 7. 1 ὁ μὲν οὖν στρατηγὸς τοὺς πρέσβεις εἰσκαλεσάμενος κατεπήγγελτο τῇ ἐσαύριον ὡς αὐτοὺς ἀφικνεῖσθαι λύσιν τε τῆς δυσφορίας παρέχεσθαι. μεταστειλάμενος τοιγαροῦν τὸν Γούδουϊν ἔφη πρὸς αὐτὸν τὰ τῶν ἠθυμηκότων 8. 7. 2 προσρήματα." ἀμφίκρημνά μοι τῶν κινδύνων καθέστηκεν· δυσδιεξόδευτον τὸ τοῦ βασιλέως καθέστηκε πρόσταγμα. καὶ τὸ ἀντιτείνειν ἀδύνατον, καὶ τὸ [μὴ] πειθαρχεῖν χαλεπώτερον. οὐδὲν ὠδίνει καλὸν τρόπος φιλάργυρος· ἀκρόπολις 8. 7. 3 τῶν κακῶν ἡ φιλαργυρία καθέστηκεν. ὑπὸ τοῦ τοιούτου πάθους ὁ αὐτοκράτωρ νοσηλευόμενος τάχα ἂν πότε θυμὸν ὀλέσῃ, ἵνα καί τινι ἔπει τῆς῾ Ομηρικῆς τραγῳδίας καρυκεύσω τὸν λόγον. αὕτη ἡ ἡμέρα πολλῶν κακῶν ἄρξει῾ Ρωμαίοις. 8. 7. 4 οἶδα καὶ πείθομαι." ἐπίδακρυς τοίνυν ὁ Πέτρος γενόμενος ἐγκοπήν τε τῷ λόγῳ διὰ τὸ δάκρυον ποιησάμενος γίγνεται πλησίον τοῦ χάρακος. τῇ οὖν ὑστεραίᾳ ἀθροίζει τοὺς ταξιάρχους τῆς πάσης δυνάμεως τό τε τοῦ βασιλέως αὐτοῖς. 5 δήλωσε γράμμα. οἱ δὲ ἡγεμόνες τῶν ὁπλιτικῶν συνταγμάτων ἔφησαν τῷ στρατηγῷ μὴ ἐθέλειν τὸ μάχιμον ἐς τὸ ἀντιπέρας τὰς διαβάσεις ποιήσασθαι, τὰς αἰτίας ἐν ἐκθέσεως μοίρᾳ 8. 7. 6 ποιούμενοι. ἐπεὶ δὲ ὁ Πέτρος ἀντιπρώρους τοῖς ὄχλοις ἐποιεῖτο τοὺς λόγους, λαῖλαψ μεγίστη θυμοῦ τοῖς στρατοπέδοις ἐνέσκηψεν. διὰ τοῦτο αἱ δυνάμεις τοῦ χάρακος ἀποκλίνασαι καταμόνας ἐκκλησίαν συνήθροισαν. τοῦτο οἱ ἡγεμόνες τοῦ ὁπλιτικοῦ θεασάμενοι ἀποκλίνουσιν εἰς φυγὴν καὶ 8. 7. 7 πρὸς Πέτρον τὸν στρατηγὸν παραγίνονται. ἑτέραν δὲ καὶ τῇ ἐς ὕστερον ἐκκλησίαν πεποιηκότα τὰ πλήθη ἔξαρχον τὸν ἑκατόνταρχον Φωκᾶν προεστήσαντο, ἐπὶ ἀσπίδος τε εἰς ὕψος ἐξάραντες εὐφήμουν ἐκτόπως τὴν ἀναγόρευσιν. τούτων ὁ Πέτρος ἀκηκοὼς εἰς ἀπόδρασιν τὰς φροντίδας μετέθηκε κατάδηλά τε τὰ συμβεβηκότα ἐπεποίητο Μαυρικίῳ τῷ αὐτοκράτορι. 8. 7. 8῾ Ο μὲν οὖν Μαυρίκιος τὸν ἀπαίσιον ἄγγελον εἰσκαλεσάμενος εἰς τὰ βασίλεια ἐν παραβύστῳ τῶν ἐπηκολουθηκότων ἐποιεῖτο τὰς πεύσεις. εἶτα ταῖς μερίμναις ἐσφάδαζεν, ἀμηχανία δὲ αὐτῷ περιέρρει πολλή. ὅμως ὑποκρύπτει τῶν ἀκουσμάτων τὴν ἄφιξιν ἱππικούς τε ἀγῶνας συνετέλει συχνοὺς ἀποπροσποιήσει τινὶ ὥσπερ ἐξουθενῶν τὰ τῶν νεωτερισάντων μελετήματα, τοῖς τε δήμοις ἐδήλου διὰ κηρύκων παρὰ τὸ στάδιον 8. 7. ὑπὸ ἀλόγου ἀκοσμίας στρατιωτῶν μὴ ταράττεσθαι. οἱ μὲν οὖν τοῦ κυαναυγοῦς χρώματος ἐρασταὶ μετ' ᾠδῆς ἀνεβόων πρὸς τὸν αὐτοκράτορα ταῦτα (καὶ αὐτῆς γὰρ τῆς ἐπὶ λέξεως συνθήκης ποιησώμεθα μνήμην)." ὁ θεός, αὐτοκράτωρ, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα πολεμοῦντα τὴν βασιλείαν. εἰ δὲ῾ Ρωμαῖός ἐστιν, εὐεργέτα, ἀγνωμονῶν σε, εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς. 10 των." τετάρτη δὲ ἡμέρα, καὶ τοὺς δημάρχους ὁ αὐτοκράτωρ εἰσκαλεσάμενος πρὸς τὰ βασίλεια, οὓς διοικητὰς τῶν δήμων εἴωθε τὸ πλῆθος ἀποκαλεῖν, (ὀνόματα δὲ τούτοις Σέργιος καὶ Κοσμᾶς) ἐπυνθάνετο τῶν δημοτευόντων ἐπὶ λεπτοῦ τὸν 8. 7. 11 ἀριθμόν. ὁ μὲν οὖν Σέργιος ἐν χάρτῃ τὴν σύνταξιν τῶν ἐραστῶν τοῦ χλοάζοντος ἐνεχάραξε χρώματος, πεντακοσίους πρὸς τοῖς χιλίοις τυγχάνοντας, ὁ δὲ Κοσμᾶς τοὺς τῆς ἀντιθέτου αἱρέσεως ἑκατοντάδας ἐννέα συντέταχεν· εἰς δύο γὰρ χρωμάτων ἐφέσεις τὰ τῶν῾ Ρωμαίων καταπέπτωκε πλήθη. ἐντεῦθεν μέγιστα κακὰ τῷ βίῳ εἰσήρρησεν· κατὰ μικρὸν γὰρ τῆς λυσσώδους ταύτης αὐξανομένης μανίας τὰ῾ Ρωμαίων διώλοντο πράγματα. 8. 8. 1῾ Ο μὲν οὖν αὐτοκράτωρ ἥκειν ἀκούσας τὸν τύραννον πρέσβεις ἐξέπεμψεν ὑπομαραίνειν ὥσπερ τὰ τῆς συμφορᾶς ἐγχειρῶν. ὁ δὲ τύραννος ἐπὶ τούτοις ὑψαυχενίζεται καὶ ἐπὶ τῷ νεωτερισμῷ καταμαίνεται ἀπράκτους τε τοὺς πρέσβεις 8. 8. 2 ἐξέπεμπεν. ὁ δὲ Μαυρίκιος περιφρουρεῖν τοῖς δήμοις τὰ Θεοδοσίου τείχη προστάττει, ἃ δείμασθαι λόγος πρεσβύτης 8. 8. 3 ἐρεῖ τὸν᾿ Αρκαδίου τοῦ αὐτοκράτορος Θεοδόσιον παῖδα. πρὸ τούτων τοίνυν ἡμερῶν ὀλίγων Γερμανὸς (κηδεστὴς δὲ οὗτος Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος) ἱππάζεσθαί τε καὶ ξυνωρικεύεσθαι τὸν Μαυρικίου τοῦ Καίσαρος υἱὸν ἀναλαμβάνει ἐς Καλλικράτειαν· χῶρος δὲ πρὸ τοῦ ἄστεος οὗτος, 8. 8. 4 λίαν ὡς ἔπος εἰπεῖν ὡρικός. ὁ μὲν οὖν Μαυρίκιος παρασκευὴν βασιλικὴν Θεοδοσίῳ δίδωσι τῷ παιδί. τοῦ δὲ νέου κυνηγετοῦντος ἀπεριμερίμνως καὶ λίαν ἐπαγωγότερον, παραγίνεται πρέσβις ὡς αὐτὸν ὑπὸ τῆς῾ Ρωμαίων μαχίμου δυνάμεως, ἐπιστολήν τε ἐγγεγραμμένην ὑπὸ τοῦ ὁπλιτικοῦ παρέχων τῷ 8. 8. 5 Θεοδοσίῳ, τῷ παιδὶ Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ δὲ ἀξίωσις ἦν ἢ αὐτὸν Θεοδόσιον τὴν ἡγεμονίαν τοῦ κράτους ἀναλαβεῖν ἢ Γερμανῷ τὴν αὐτοκρατορικὴν ἐμπορπήσασθαι δύναμιν· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου τοῦ. 6 κράτορος τὰς῾ Ρωμαίων δυνάμεις ἰθύνεσθαι. γίνεται τοίνυν ταῦτα κατάδηλα Μαυρικίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν βασιλεὺς ἐπεὶ ταῦτα ἐπέπυστο, μετάγει διὰ γραμμάτων ὡς αὐτὸν παραυτίκα τὸν παῖδα. τῇ δὲ ὑστεραίᾳ περίλυπος ὢν. 7 τάττει ὁ αὐτοκράτωρ Κομεντιόλῳ ἐπιστατεῖν τοῖς περιφρουροῦσι τὰ τοῦ ἄστεος τείχη. τῇ τοίνυν ἐπαύριον ὑπὸ πρώτην ἕω εἰσαγώγιμον τὸν Γερμανὸν ὁ Μαυρίκιος ποιεῖται πρὸς τὰ βασίλεια, καὶ περίδακρυς γεγονὼς τούτων τῶν κακῶν 8. 8. 8 ἔφη τὸν Γερμανὸν πεφυκέναι ὑπόθεσιν. ἦν δὲ τῆς ὑπονοίας ταύτης τεκμήριον τὸ δι' ἐπιστολέως τὰς δυνάμεις τὸν Γερμανὸν ἐθέλειν βασιλέα ποιήσασθαι, εἶτα τοῦ τετυραννηκότος πλήθους ἅπασαν τὴν ἵππον τὴν πρὸ τοῦ ἄστεος νεμομένην καταπρονομεύσαντος τὴν Γερμανοῦ ἵππον μόνην ἀδιάσπαστον 8. 8. τηρηθῆναι. ἱκανῶς τοίνυν τοῦ Γερμανοῦ ἀπολελογημένου τῷ αὐτοκράτορι καὶ τὴν τοῦ βασιλέως λύπην μὴ κατευνάζοντος, ὡς ἐν τέλει λέγουσι τὸν Μαυρίκιον φῆσαι·" φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον· οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους τεθνάναι." ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐπιτείνας τὸ βάδισμα μεθίσταται τοῦ παρὰ῾ Ρωμαίοις λεγομένου σεκρέτου. 8. 8. 10 ἐπεὶ δὲ ὁ τοῦ αὐτοκράτορος παῖς Θεοδόσιος παρειστήκει χαλεπαίνοντι τῷ αὐτοκράτορι, ᾤκτειρε τὸν κηδεστὴν κινδυνεύοντα καὶ μικρὸν τῆς οἰκείας στάσεως διεξελθὼν ἐξιόντι τῷ Γερμανῷ ἐν ἀποκρύφοις κατεψιθύρισεν·" ἀπόδρα τοῦτον" 8. 8. 11 φήσας," ὦ ἄνθρωπε· θάνατος ἡ ζημία σοι γίνεται." ὁ μὲν οὖν Γερμανὸς διὰ τῆς λεωφόρου, ἣν Μέσην τὰ πλήθη κατονομάζουσιν, ἐς τὴν ἑαυτοῦ οἰκίαν ἐγένετο, τῷ δὲ δειλιναίῳ καιρῷ τοὺς ὑπασπιστὰς τοὺς ἑαυτοῦ συναθροισάμενος τῷ ἱερῷ τεμένει τῆς θεομήτορος προσεπέλασεν, ὃ Κῦρον τὸν ἐπὶ Θεοδοσίου τοῦ αὐτοκράτορος γεγονότα δείμασθαι λόγος 8. 8. 12 καθέστηκεν ἀψευδής. οὗτος δὲ ἐς ὑπάτων ἀξίαν τὸ τηνικαῦτα ἀναβεβήκει καιροῦ. τοῦτον ἄνδρα ἀγαθὸν ἐς τὰ μάλιστα γεγονέναι φασίν, καὶ περὶ τοὺς ἔρωτας τῶν λόγων 8. 8. 13 σώφρονι μανίᾳ τινὶ ἐπεφύκει. ἡλίου δὲ κλίναντος ἠκηκόει Μαυρίκιος τῶν κεράτων τοῦ θυσιαστηρίου κάτοχον τὸν Γερμανὸν γεγονέναι. διὰ τοῦτο Στέφανον τὸν παιδαγωγὸν τῶν ἑαυτοῦ παίδων (εὐνοῦχος δὲ οὗτος τῶν ἐπιφανῶν τοῦ βασιλέως καὶ λίαν περίδοξος τοῖς ἀνακτόροις) πρὸς τὸν Γερμανὸν ἀφικέσθαι προσέταξεν, ὅπως πειθοῖ ὑπεξαγάγοι τῶν ἱερῶν 8. 8. 14 περιβόλων ἐκεῖνον. οἱ μὲν οὖν περὶ τὸν Γερμανὸν ὡς εἶδον τὸν τοῦ βασιλέως εὐνοῦχον ὑπεξαγαγεῖν τοῦτον ἐθέλοντα τοῦ τῆς θεομήτορος ἱεροῦ, ἀντικαταστάντες ἐξωθοῦσι τὸν. 15 φανον αἰσχίστοις αὐτὸν περιβαλόντες ὀνείδεσιν. νυκτὸς δὲ γεγονυίας ὑπεξέρχεται τοῦ τεμένους ὁ Γερμανὸς καὶ πρὸς τὸ μέγα τῆς πόλεως ἱερὸν μετεφοίτησε τὸ ὑπὸ᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος λίαν φιλοτίμως καὶ πολυτελῶς ἱδρυμένον· τοῦτο καλοῦσιν ἐκκλησίαν μεγάλην οἱ Βυζάντιοι. ὁ μὲν οὖν Μαυρίκιος ῥάβδῳ ἐμαστίγου τὸν ἑαυτοῦ υἱὸν Θεοδόσιον· ἔφασκε γὰρ τὸ ἀπόρρητον εἰς Γερμανὸν ἐκεῖνον μεταγαγεῖν. 8.. 1 τούτων δὴ πραττομένων, οἱ῾ Ρωμαῖοι τῆς ὁδοιπορίας ἐχόμενοι ἐς Βυζάντιον τὰς ὁρμὰς ἐπιτείνουσιν. ὁ δὲ Γερμανὸς ὁπλίταις συμπεφραγμένος ἀπρὶξ εἴχετο τοῦ ἱεροῦ. ὁ δὲ αὐτοκράτωρ πλῆθος τῶν σωματοφυλάκων ἐξέπεμψεν ὑπεξάγειν τοῦ ναοῦ τὸν Γερμανὸν ὀρεγόμενος. ἐντεῦθεν θυμὸς μέγας 8.. 2 τῇ πόλει ἐνέσκηψεν. πείθεται τοίνυν ὁ Γερμανὸς τοῦ τεμένους ὑπεξελθεῖν. τὸ τοίνυν πλῆθος τῆς πόλεως ἀθροισθὲν περὶ τὰ προαύλια γίνεται τοῦ ἱεροῦ, καί τις ἀνήρ (᾿ Ανδρέας ὄνομα αὐτῷ) τῶν περὶ τὰς ἱερὰς ἀπασχολουμένων λιτὰς μεγίστῃ φωνῇ κέκραγεν·" παλινδρόμει πρὸς τὸ ἱερόν, Γερμανέ· τὴν σεαυτοῦ σῶζε ψυχήν· θάνατός σοι τὸ ἐπαγόμενον." 8.. 3 πείθει τὸν Γερμανὸν μεταφοιτῆσαι πάλιν πρὸς τὰ ἐνδόμυχα τοῦ ναοῦ. τὰ δὲ πλήθη συρρεύσαντα ἐβλασφήμουν εἰς τὸν αὐτοκράτορα καὶ μεγίσταις ὕβρεσι τὸν Μαυρίκιον ἔβαλλον τῷ τε τῶν Μαρκιανιστῶν καταλόγῳ συνέταττον· αἵρεσις δὲ αὕτη μετά τινος μωρᾶς εὐλαβείας εὐήθης τε καὶ 8.. 4 καταγέλαστος. σφριγῶντος τοιγαροῦν τοῦ ταράχου, οἱ τὰ τείχη διαφρουροῦντες δημόται τούτων ἀκηκοότες, τῇ φρουρᾷ 8.. 5 χαίρειν εἰπόντες ἀναμίγνυνται τῷ λαῷ τῷ στασιάζοντι. πανταχοῦ τοιγαροῦν τῇ πόλει περικυμαίνοντος τοῦ κακοῦ, ἀλογίστῳ ὁρμῇ καταμανῶς τὰ πλήθη τὴν οἰκίαν Κωνσταντίνου τοῦ 8.. 6 λεγομένου Λαρδῦ τῷ παμφάγῳ πυρὶ καταφλέγουσιν. ἀνὴρ δὲ οὗτος ἐτύγχανεν ὢν τῶν ἐς συγκλήτου βουλὴν ἐπιφανέστατος, τήν τε τῶν πατρικίων ἀξίαν περιεβέβλητο οὗτος, καὶ τὴν ἡγεμονίαν τῶν φόρων τῆς ἑῴας πρό τινος καιροῦ ὑπὸ τοῦ αὐτοκράτορος ἀπειλήφει, ὃν ἔπαρχον πραιτωρίων εἰώθασιν ὀνομάζειν῾ Ρωμαῖοι. τοῦτον ὁ Μαυρίκιος ἐν τοῖς 8.. 7 προτερεύουσι τῶν ἀρχόντων ἐκέκτητο. τοιγαροῦν μεσούσης νυκτὸς τὴν βασίλειον στολὴν ἀποδυσάμενος ὁ Μαυρίκιος καὶ ἰδιώτου ἐσθῆτα περιβαλόμενος τήν τε ὑπηρέτιν ὁλκάδα παραστησάμενος (δρόμωνα δὲ ταύτην εἰώθασι τὰ πλήθη ἀποκαλεῖν) καὶ χρήματα ἐς αὐτὴν ἐμβαλὼν ἅμα τῷ γυναίῳ καὶ τοῖς παισὶν ἐπ' αὐτῆς ἐπιβαίνει, τόν τε Κωνσταντῖνον ἀναλαβὼν 8.. 8 πρὸς ἀπόδρασιν εἶδεν. τὰ δὲ πλήθη ἐπὶ τὴν τυραννίδα κατολισθήσαντα κατεπαννυχίζοντο τοῖς κακοῖς καὶ ἐς τὸν Μαυρίκιον ἐρραψῴδουν μεθ' ὕβρεως ᾄσματα. ἐπέσκωπτόν τε καὶ τὸν ἱεράρχην τὸ τηνικαῦτα καιροῦ, ὃν πατριάρχην 8.. σύνηθες῾ Ρωμαίοις ἀποκαλεῖν· Κυριακὸς ὄνομα αὐτῷ. τῷ ὄντι γὰρ τὸ πλῆθος ἀπαίδευτον καὶ πρὸς τὸ χεῖρον ταῖς τροπαῖς ἐμμανές, δυσνουθέτητόν τε καὶ τοῦ συνοίσοντος λίαν ἀμύητον. λαίλαπος τοιγαροῦν γεγονυίας μεγίστης, ἐξαισίου τε νότου προσπνεύσαντος, μόλις ὁ Μαυρίκιος διασώζεται ἐπὶ τὸν νεὼν Αὐτονόμου τοῦ μάρτυρος, ὡς ἀπὸ σταδίων ἑκατὸν καὶ πεντήκοντα τῆς πόλεως Κωνσταντίνου τοῦ αὐτο8.. 10 κράτορος. ἐπιγίνονται δὲ αὐτῷ νόσοι ἀρθρίτιδες. ταύτης δὲ τῆς νόσου εὐθένεια καθέστηκε δυστυχὴς τοῖς τὸ βασίλειον ἄστυ κατοικοῦσι διὰ παντός· τὰς δὲ αἰτίας οὐ δίειμι, ἵνα 8.. 11 μὴ τὴν ἱστορίαν παραμορφώσωμαι. τότε Μαυρίκιος ἐξαποστέλλει τὸν Θεοδόσιον ὡς τὸν Χοσρόην γενέσθαι καὶ περὶ συμμαχίας καθικετεῦσαι τὸν βάρβαρον ἀναμιμνήσκειν τε καὶ ὅσα περ αὐτῷ δυστυχήσαντι Μαυρίκιος διελύσατο, ἀξιοῦν τε ἀμοιβαίαν τὴν χάριν ἀντιταλαντεύεσθαι, ὅλης ὁμοῦ τῆς 8.. 12 οἰκίας ἐν μεγίστῳ καταπεπτωκυίας κινδύνῳ. ὑπεδείκνυε δὲ καὶ τὸν δακτύλιον ὁ Μαυρίκιος παρενεγύα τε μηδαμῶς ποιήσασθαι τὴν ἀνάζευξιν, εἰ μή πού γε αὖθις θεάσοιτο τὸν δακτύλιον. οὕτω μὲν οὖν ὁ Θεοδόσιος ἐπὶ τὴν Νίκαιαν γίνεται. ἀλλὰ καὶ συνέκδημος γίνεται αὐτῷ Κωνσταντῖνος, ὃν τὰ πλήθη Λαρδῦν κατωνόμαζον. 8.. 13 Κατὰ ταύτην τὴν νύκτα ἀνὴρ δημότης ἐπίσημος (῾ Εβδομίτης δὲ ἦν αὐτῷ τὸ ἐπώνυμον) καὶ ἕτεροι τοῦ χλοάζοντος χρώματος ἐρασταὶ τὰς πύλας τοῦ τείχους ἀναπετάσαντες πρὸς 8.. 14 τὸν τύραννον παραγίνονται. ὁ δὲ Γερμανὸς ἐς βασιλείας καταπεπτωκὼς ἔρωτα, καὶ Θεόδωρον (σιλεντιαρίου δὲ οὗτος στρατεύματι ἐκεκόσμητο) πρὸς τὸν Σέργιον ἔπεμπε (κατ' ἐκεῖνο δὲ καιροῦ οὗτος δὴ οὗτος ὁ Σέργιος δήμαρχος ἐτύγχανεν ὢν τῆς Πρασίνου πληθύος), καὶ ἠξίου ὑπὸ τοῦ δήμου τὸν βασιλικὸν ἀναδήσασθαι στέφανον ἐπὶ συνθήκαις τισὶ καὶ 8.. 15 ὁμολογίαις ἐγγράφοις. ὁ μὲν οὖν Σέργιος ἐξ ἑωθινοῦ πρὸς τοὺς κορυφαιοτέρους τοῦ δήμου τοὺς λόγους τοῦ Γερμανοῦ μετωχέτευσεν. δυσανασχετοῦσι τοίνυν οἱ λεγόμενοι Πράσινοι καὶ τὴν ἀξίωσιν ἀποπέμπονται φάσκοντες·" οὐκ ἂν μεταβολὴν τῆς αἱρέσεως ὁ Γερμανὸς ποιήσηται πώποτε, οὔτε μεταθήσοι τὸ δόγμα διὰ τὸ ἐς ἄγαν ἐμπαθῶς διακεῖσθαι 8.. 16 περὶ τὴν τῶν λεγομένων Βενέτων προσπάθειαν." οὕτω μὲν οὖν οἱ Πράσινοι τοῦ Γερμανοῦ τὰς ἐλπίδας ὠβέλισαν· ἐπεὶ δὲ ὁ Γερμναὸς διητύχησε τοῦ βουλήματος, πρὸς τὴν τοῦ τυράννου μετεχώρησεν εὔνοιαν, καὶ προσκυνεῖ πρὸς ὃν ἡ τύχη ὡς ἔπος εἰπεῖν μεταβέβηκεν. 8. 10. 1 Οἱ δὲ Πράσινοι εἰς τὸ λεγόμενον῾ Ρήγιον γίνονται καὶ ταῖς εὐφημίαις τὸν τύραννον μεγαλύνουσι καὶ πείθουσιν ἐν τῷ λεγομένῳ῾ Εβδόμῳ (τόπος δὲ οὗτος τοῦ ἄστεος ἀπὸ 8. 10. 2 σημείων ἑπτὰ) τὸν Φωκᾶν ἀφικέσθαι. κατ' αὐτὴν τὴν ἡμέραν ὁ τύραννος τὸν ἀσηκρῆτις Θεόδωρον, τῶν βασιλικῶν ταχυγράφων ἄνδρα ἐπίσημον, ἐν τῇ λεγομένῃ ἐκκλησίᾳ μεγάλῃ ἐκπέπομφεν, ὅπως οἱ Βυζάντιοι λαοὶ τὸν ἱεράρχην τήν τε 8. 10. 3 σύγκλητον ἀναλαβόμενοι ὡς αὐτὸν παραγένωνται. ὁ μὲν οὖν Θεόδωρος ἀφικόμενος ἐπὶ τὸ μέγα τέμενος τῆς πόλεως τὸ ὑπὸ᾿ Ιουστινιανοῦ τοῦ αὐτοκράτορος ἱδρυμένον, ἀνεὶς ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν (ἄμβωνα ταῦτα τὰ πλήθη ἀποκαλεῖ) τὸ τοῦ τυράννου πρόσταγμα τῷ λαῷ μεταδίδωσιν. 8. 10. 4 πάντων τοιγαροῦν γενομένων πρὸς τὸν Καλυδώνιον τύραννον, τὸν τῆς σώφρονος ἁλουργίδος ἀσελγέστατον Κένταυρον (πρέπει γὰρ οὕτω τὸν Φωκᾶν ὀνομάζεσθαι), ἔδοξεν ὁ μιξοβάρβαρος τύραννος κατειρωνευόμενος Γερμανὸν ἀναγορεύειν ἐθέλειν. 8. 10. 5 τῶν τοίνυν δήμων κατευφημούντων τὸν τύραννον, καὶ πάντων τῆς μεταβολῆς γλιχομένων, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα 8. 10. 6 καὶ ἐπίσημα τῶν῾ Ρωμαίων ὡς ἔπος εἰπεῖν ἀτυχήματα. περιβάλλεται τοίνυν τὸν βασίλειον στέφανον ὁ παλαμναῖος ἐκεῖνος ἀνὴρ ἐν τῷ νεῷ τοῦ προφήτου καὶ βαπτιστοῦ᾿ Ιωάννου. τῇ δὲ ὑστεραίᾳ ἐπιβαίνει τῆς πόλεως ἐφιζάνων ἁρμαμάξης 8. 10. 7 βασιλικῆς. οὕτω μὲν οὖν ἐπιφανῆ καὶ περίδοξον τὴν εἴσοδον ἐπὶ τὰ βασίλεια τεθρίππῳ λευκῇ ὁ τύραννος ἐποιήσατο καὶ οἷα νεφέλην χρυσῆν ὑετίζουσαν τῶν βασιλικῶν θησαυρῶν 8. 10. 8 ἐκπομπὴν τοῖς ἐντυγχάνουσι κατομβρίσατο. πολλοὶ δὲ παρὰ τῶν δήμων κρότοι εὐχαί τε καὶ εὐφημίαι τοῖς ὠσὶ τοῦ τυράννου περιεκέχυντο. ἐπεὶ δ' εἰσήρρησεν εἰς τὰ βασίλεια, πανηγυρίζει τὰ πλήθη ἱππικοῖς ἀγῶσι τὴν δυστυχῆ ταύτην ἀναγόρευσιν ἑορτάζοντα. τῇ δ' ὑστεραίᾳ ἐπιβατήρια τῶν σκήπτρων τοῖς 8. 10. στρατεύμασι δῶρα παρείχετο. ὑπῆν δὲ τῷ τυράννῳ καὶ γύναιον (Λεοντία ὄνομα αὐτῇ)· ταύτῃ στέφανον βασίλειον περιτίθησιν. ἐπεὶ δὲ καὶ πομπαῖς εἴθισται τοῖς αὐτοκράτορσι τὰς ὁμοζύγους ἀναγορεύειν, ἐπιφανῶς τιμήσας τὸ ἔθος ὁ τύραννος 8. 10. 10 τὴν Λεοντίαν βασίλειαν ἠξίου θριαμβεύειν. γίνεται τοίνυν κατὰ ταύτην τὴν ἡμέραν τοῖς δημοτικοῖς περὶ τῆς στάσεως ἅμιλλα. ἦν γὰρ αὐτοῖς ἡ περὶ τῶν τόπων θέσις ἐπίμαχος· τῶν Πρασίνων ἐθελόντων ἐν τῷ λεγομένῳ᾿ Αμπελίῳ (προαύλιον δὲ τοῦτο τῆς βασιλέως οἰκίας) τὴν στάσιν ποιήσασθαι καὶ τὴν βασιλίδα τοῖς εἰωθόσι κρότοις ὑμνεῖν, ὁ τῶν Βενέτων δῆμος ἀντέλεγεν· ἔδοξε γὰρ αὐτοῖς ἄηθες τοῦτο 8. 10. 11 πεφυκέναι καὶ ξένον. μεγίστου τοιγαροῦν γενομένου ταράχου, τὸν᾿ Αλέξανδρον εἰσπέμπει ὁ τύραννος κατευνάσαι τῶν ἀμφισβητουμένων τὴν ἔριν. ἦν δ' οὗτος ὁ᾿ Αλέξανδρος ἀνὴρ πονηρός, τῶν καταστασιασάντων Μαυρικίου τοῦ αὐτοκράτορος 8. 10. 12 λίαν ἐπίσημος. ὁ μὲν οὖν Κοσμᾶς, ὁ τὴν δημαρχικὴν περικείμενος ἐπιστασίαν,᾿ Αλεξάνδρου τοῖς λόγοις ἀντέτεινεν. ὁ δ'᾿ Αλέξανδρος γαῦρον καὶ τυραννικὸν κεκτημένος τόλμην ὕβρεσιν ἔβαλλε τὸν Κοσμᾶν, εἶτα καὶ χεῖρας ἐπὶ τὸ στέρνον ἐπιβαλὼν τοῦτον ἐξώθησεν· ὁ δὲ Κοσμᾶς ὑπὸ τῆς ὠθήσεως ἀνατρέπεται. 8. 10. 13 ἐπὶ τούτοις οἱ Βένετοι χαλεπαίνοντες κατὰ τοῦ᾿ Αλεξάνδρου ἐξώθουν δημώδεις βοάς. ἃ δ' εἶπον ἐκεῖνα ταῦτά ἐστιν· καλὸν γὰρ καὶ τῆς ἰδιώτιδος φωνῆς μνήμην ποιήσασθαι·" ὕπαγε, μάθε τὴν κατάστασιν· ὁ Μαυρίκιος οὐκ ἀπέθανεν." 8. 11. 1 ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἀποπαύει τὰ πλήθη καθυλακτοῦντα περὶ τῶν μὴ καιρίων, τῇ δ' ἐπαύριον πρὸς τὸν φόνον τοῦ αὐτοκράτορος ἐκβακχεύεται. τοιγαροῦν ὁ Μαυρίκιος τῷ μεταμέλῳ φιλοσοφήσας τὸν κίνδυνον τὸν δακτύλιον πέμπει Θεοδοσίῳ τῷ παιδὶ ἐπιβεβηκότι Νικαίας τῆς πόλεως ἀναζεῦξαί 8. 11. 2 τε πρὸς αὐτὸν θᾶττον προσέταξεν. οὕτω μὲν οὖν Θεοδόσιος γεγονὼς πειθήνιος τῷ πατρὶ πρὸς τὰς συμφορὰς ηὐτομόλησε καὶ φιλυπόστροφος γεγονὼς πρὸς ἀποσφαγὴν παραγίνεται. τοίνυν ὁ τύραννος στρατιώτας ἐκπέμψας ἐς τὸ ἀντιπέραν τῆς βασιλίδος τῶν πόλεων, ἐν ᾗ καὶ ἡ Χαλκηδόνος πόλις καθίδρυται, ἀναιρεῖ τὸν Μαυρίκιον εἰς τὸν λεγόμενον. 3 πίου λιμένα. προαναιροῦνται τοιγαροῦν ἐπ' ὄψεσι τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες, ἐντεῦθεν τῷ τῆς φύσεως ξίφει τῷ φόνῳ τῶν παίδων προκολάζοντες οἱ φονευταὶ τὸν Μαυρίκιον. ὁ μὲν οὖν Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἀνεκαλεῖτο θεὸν καὶ πυκνότερον ἐπεφθέγγετο· 8. 11. 4" δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου." γίνεται γοῦν καὐτὸς παρανάλωμα ξίφους ἀποτομὴν τῆς κεφαλῆς ὑποστάς, ἐπιτάφιον ὥσπερ τῶν τέκνων τὴν ἐς ὕστερον ἑαυτοῦ ἀναίρεσιν κληρωσάμενος, προεπιδειξάμενος τὴν ἀρετὴν ἐν τῷ 8. 11. 5 μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθήνης ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς ἀποσφαγὴν τὸ ἑαυτῆς ὑπομάζιον παραδούσης, κηρύττει λόγος ἀληθὴς Μαυρίκιον τὸ ἀπόρρητον ἐξειπεῖν τοῖς φονεύουσι καταμηνῦσαί τε τὴν ἀποκρυβὴν τοῦ παιδός, καὶ μὴ δίκαιον εἶναι κατισχυρίζεσθαι τὸν φόνον παρανοθεύεσθαι τῇ ὑποκλοπῇ τοῦ υἱοῦ. 8. 11. 6 οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. λέγεται δὲ τὸν βασιλέα Μαυρίκιον πρό τινων τῆς ἀναιρέσεως χρόνων ἐν τοῖς σεβασμιωτέροις τῆς οἰκουμένης ναοῖς ἐν γράμμασι καθικετεῦσαι τὸν ἕνα τῆς ὑπερκοσμίου τριάδος Χριστὸν κύριον τὰς ἀντιδόσεις τῶν βεβιωμένων κατὰ τοῦτον δῆτα τὸν θνητὸν καὶ ἐπίκηρον κόσμον ἀπολαβεῖν. 8. 11. 7 Οὐ παρήσομεν δὲ καὶ τὰ περὶ τῆς λεγομένης αὐτοῦ διαθήκης ταῖς ἱστορίαις συντάξασθαι. κατὰ γὰρ τὴν ἔναρξιν τῆς βασιλείας῾ Ηρακλείου τοῦ αὐτοκράτορος χάρτης σφραγῖσιν ἐνειλημένος εὑρέθη Μαυρικίου τοῦ αὐτοκράτορος, ἐν ᾧ ἐτύγχανεν ὢν διαθέμενος ἅπερ ἦν αὐτῷ μελετήματα μετὰ 8. 11. 8 τὴν ἀποβίωσιν προελθεῖν. νόσῳ γὰρ χαλεπῇ περιπεπτωκὼς ὁ Μαυρίκιος τῷ πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς αὐτοκρατορικῆς 8. 11. ἐξουσίας ἐν γράμμασι διετύπου τὸ κράτος. τὸν μὲν Θεοδόσιον τὸν πρεσβύτερον παῖδα τῆς Κωνσταντινουπόλεως κύριον καταστήσας τὰς ἑῴας φροντίδας αὐτῷ περιτίθησιν· τὸν δὲ Τιβέριον τῆς πρεσβύτιδος῾ Ρώμης βασιλέα διέθετο τήν τε᾿ Ιταλίαν καὶ τὰς περὶ τὸ Τυρρηνικὸν πέλαγος νήσους τούτῳ 8. 11. 10 ἀπέδοτο· τὰ δ' ἄλλα τῆς῾ Ρωμαίων πολιτείας τοῖς ἑτέροις παισὶ κατετεμαχίσατο, κηδεμόνα τῆς ἀώρου τῶν παίδων ἡλικίας Δομετιανὸν προστησάμενος, ὃς πρὸς γένος τῷ. 11 ρικίῳ συνήπτετο. οὗτος τῆς ἐπιφανοῦς τῶν Μελιτηνῶν ἐκκλησίας τὴν ἀρχιερατικὴν τιμὴν ἐπεφέρετο, ἀνὴρ δεξιὸς τὴν πρᾶξιν, δεξιώτερος τὴν προαίρεσιν· καὶ οὖν μεγαλονοίᾳ συνέσεως τῆς῾ Ρωμαίων πολιτείας τὰς ἐπισημοτέρας τῶν. 12 ξεων ὑπὸ τοῦ αὐτοκράτορος ἐπεπίστευτο. περὶ μὲν οὖν τῆς ἀρετῆς τοῦ ἀνδρὸς οὐ τοῦ παρόντος καιροῦ τελεώτερον τὸν λόγον τεκταίνεσθαι· ἵνα δὲ μὴ τὸν περὶ τούτου λόγον παχύνοντες τοῖς καιριωτέροις τῶν ἀφηγημάτων ἀπρόσφορον τὴν ἀναβολὴν περιβάλωμεν, ἐπὶ τὰ προσεχῆ τῆς διηγήσεως φέρε τὴν συγγραφὴν οἰακίσωμεν. 8. 12. 1 Τὰ μὲν οὖν σώματα τῶν τεθνεώτων ἐπίδακρυ παίγνιον τοῖς τῆς θαλάττης ἀκοντίζονται κύμασιν, καὶ ἦν ἰδεῖν τὸ ῥεῖθρον ὡς ἔπος εἰπεῖν τὸ θαλάττιον ποτὲ τῇ χέρσῳ τὰ νεοσφαγῆ φιλοτιμούμενον σώματα, ποτὲ φιλυποστρόφοις τισὶν ἀντωθήμασι πρὸς τὴν ὑποδεξαμένην ἐναγκαλιζόμενον. 2 ταν. θεατρίζεται τοίνυν τοῖς ὄχλοις τὰ τῆς βασιλικῆς συμφορᾶς, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον τὰ περὶ τὴν οἰκουμένην συμπτώματα, οἵ τε τῆς Χαλκηδόνος αἰγιαλοὶ ἐπληροῦντο τῶν ὄχλων, καὶ τῆς ἑαυτῶν ἀνοίας τὴν ἱστορίαν ἐλάμβανον, πίνακας δυστυχημάτων τινὰς τὰ τῆς θαλάττης ἀτενίζοντες 8. 12. 3 κύματα γυμνὰ τὰ τῶν βασιλέων σώματα θεατρίζοντα. τούτων δῆτα ὑπὸ τοῦ συγγραφέως ᾀδομένων ἐπὶ τοῦ βήματος τῆς τυραννίδος ληξάσης, πληροῦται δακρύων ὁ ξύλλογος, μονονουχὶ ἐπ' ὄψεσι πάντων εἶναι δοκούντων τῶν βασιλικῶν. 4 φορῶν. διά τοι τοῦτο ὁ τῆς ἱστορίας πατήρ, τὸ ἀκροατήριον θεασάμενος ἅπαν ὑπὸ τῶν δακρύων περιρρεόμενον διὰ τὸν θρῆνον, ἐγκοπὴν τοῖς ἀφηγήμασιν ἐμβαλὼν αὐτοσχεδίοις τισὶν ὀδυρμοῖς τάδε τοῖς συνεληλυθόσι παρέθετο. 8. 12. 5" Θέατρον καὶ βῆμα καὶ παρρησία συμπενθείτω μοι σήμερον. πανηγυριζέτω δὲ τραγῳδία καὶ δάκρυον. ἐξαλλέσθω δὲ κατορχούμενος θρῆνος τηλικαύτης κατηφείας ἑορτῇ. 6 σκευόμενος καὶ τιμώμενος. ἀποκειράσθωσαν οἱ λόγοι τὸν κρότον, τὴν εὐφημίαν αἱ μοῦσαι, τὸ λευκὸν᾿ Αθῆναι τριβώνιον. χηρεύουσι γὰρ ἀρεταὶ καὶ τὸν ἑαυτῶν ἀναζητοῦσιν ἡνίοχον, ῥαγδαίου φθόνου τινὸς τὸν ἐκείνου διαρρήξαντος ἄξονα. 8. 12. 7 ἄνδρες θεαταί, ἀλλ' εἴθε μὴ τηλικούτων κακῶν γεγόνατε μάρτυρες.᾿ Ιλιὰς κακῶν ἡ ὑπόθεσις,᾿ Ερινύες τῷ λόγῳ χορός. ἡ δὲ σκηνή μοι τοῦ δράματος τάφος ἐπίσημος.... 8. 12. 8῾ Ο μὲν οὖν Λίλιος (οὗτος γὰρ ὑπὸ τοῦ τυράννου τὸν τοῦ αὐτοκράτορος ἐπεπίστευτο φόνον) διαπορθμεύει τὰς τῶν ἀνῃρημένων πρὸς τὸν τύραννον κεφαλάς. εἶτα πρὸς τὸ πεδίον τὸ ἀνακείμενον ἐν τῷ λεγομένῳ῾ Εβδόμῳ, ὃν Κάμπον῾ Ρω- μαῖοι κατονομάζουσιν, ταῖς τυράννοις στρατιαῖς τὴν τῶν 8. 12. βασιλέων στηλιτεύει ἀναίρεσιν. ἔδει γὰρ τοῦ μύσους καὶ διὰ τῆς θεωρίας μετασχεῖν τὸ ἀφιλάνθρωπον στράτευμα, ἵνα καὶ ἅπαντας τοὺς ἐπὶ τούτῳ καταμανέντας ἡ μισοπόνηρος τοῦ θεοῦ καὶ ἀδέκαστος κρίσις τοῖς τῆς ἀντιδόσεως σαγηνεύσῃ δικτύοις. ἅπαντες γὰρ οἱ τῶν παλαμναίων στρατοπέδων ἐκείνων μεγίστοις τε καὶ ποικίλοις περιπεπτωκότες κακοῖς τὸν 8. 12. 10 τῇδε βίον κατέλυσαν. τοῦ Περσικοῦ γὰρ λαβόντος παρρησίαν πολέμου, θεηλάτοις τισὶν ἀπειλαῖς τῶν κακῶν ἐπιχείρων ἐκείνων κατεκληροδοτήσαντο τὴν ἀντίδοσιν, ποτὲ μὲν πυρὶ οὐρανόθεν βαλλόμενοι κατὰ τὴν τῆς παρατάξεως ὥραν, ἄλλοτε 8. 12. 11 λιμοῖς καὶ προνομῇ ἀναλισκόμενοι· οἱ δὲ πλεῖστοι στόματι ῥομφαίας καὶ ξίφους παραδιδόμενοι τὴν φιλάμαρτον ταύτην ζωὴν κατεστρέψαντο, καὶ οὐ πρότερον Πέρσας τὰ τῆς νίκης ἀπέλιπεν, πρὶν ἂν εἰς τὸ παντελὲς διεφθάρη ἡ φιλοτύραννος 8. 12. 12 ἐκείνη καὶ ἀνοσιωτάτη πληθύς. ἱκανὸν δέ τῳ τεκμηριῶσαι τὸ λεχθησόμενον· διὰ γὰρ τοῦ· λόγου τὴν πίστωσιν τὴν συνέχειαν τῶν παρηκολουθηκότων μικρὸν ὑποκλέψομεν. ὁπηνίκα πρὸς τὸν῾ Ραζάτην τὸν πόλεμον ἐποιήσατο ὁ αὐτοκράτωρ῾ Ηράκλειος, ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἀνακρίνας δύο καὶ μόνους στρατιώτας τῆς φιλοτυράννου πληθύος ὑπολελειμμένους ἐξεῦρεν, καίτοι μὴ πολλῶν μεσολαβησάντων τῶν 8. 12. 13 χρόνων. ἐπεὶ δ' ἐνεόχμωσεν ἑτέρας ὁ χρόνος δυνάμεις τό τε κακὸν κατανάλωτο, τὰ τῆς εὐπραγίας μεταπίπτει τοῖς Πέρσαις, καὶ ἀναιρεῖται ὁ Βαβυλώνιος δράκων, ὁ τοῦ῾ Ορμίσδου 8. 12. 14 Χοσρόης, καὶ ὁ Περσικὸς καταπαύεται πόλεμος. ἀλλ' ἐπὶ τὰς τῆς τυραννίδος πράξεις τακτικῶς ἀναδράμωμεν, ἵνα μὴ διλογῶμεν ταῖς παρεκβάσεσιν. οὐ διέλιπε γὰρ ἐξ ἐκείνου καιροῦ μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῇ῾ Ρωμαίων ἀρχῇ ἀποτεύγματα ποικίλα τε καὶ ἐξαίσια καὶ τῷ μεγέθει ἀνυπομόνητα. 8. 13. 1῾ Ο δὲ τύραννος (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) καταμεθυσθεὶς τοῖς ἀσεβήμασι πρὸς ἑτέρους ἐκβακχεύεται φόνους, καὶ τὸν ἀδελφὸν τοῦ Μαυρικίου τὸν ἑαυτοῦ. 2 τηγὸν ἀποτέμνει τῷ ξίφει. ἀναιρεῖταί τε καὶ Κομεντίολος ἐκεῖνος, ὃν πολλάκις ὁ λόγος στρατηγὸν τῆς Εὐρώπης ἀνέδειξεν, ναὶ δὴ καὶ ὁ Γεώργιος, ὁ τοῦ Φιλιππικοῦ ὑποστράτηγος, ἀλλὰ μὴν καὶ ὁ Πραισεντῖνος ὁ τὰς τοῦ Πέτρου πεπιστευμένος φροντίδας, ὃν δομέστικον εἰώθασιν οἱ. 3 μαῖοι ἀποκαλεῖν. ὁ μὲν οὖν Θεοδόσιος ἀναζεύξας, ὁ Μαυρικίου παῖς τοῦ αὐτοκράτορος, εἰς τὸν ναὸν καταφεύγει Αὐτονόμου τοῦ μάρτυρος. ἀκηκοὼς τοίνυν τοῦτο ὁ τύραννος τὸν᾿ Αλέξανδρον πέπομφεν ἀποσφάξαι τὸν παῖδα. τοιγαροῦν ὁ᾿ Αλέξανδρος ἀναιρεῖ Θεοδόσιον, τόν τε λεγόμενον παρὰ τῷ πλήθει Λαρδῦν εἰς τοὺς λεγομένους Διαδρόμους. 4 γαγὼν διαφθείρει τῷ ξίφει. λόγος δὲ ὑπό τινων τὸν᾿ Αλέξανδρον ὑπὸ Γερμανοῦ χρηματίσασθαι φειδοῖ τῶν κινδύνων. διά τοι τοῦτο ἀποσχέσθαι φασὶ τὸν᾿ Αλέξανδρον τῆς Θεοδοσίου φθορᾶς, ἕτερον δὲ προσεοικότα αὐτῷ ἀνελεῖν, καὶ τοῦτον αὐτὸν τὸν Θεοδόσιον τὸν παράδοξον τοῦτον κίνδυνον πεφευγότα τῆς ἑῴας τόπους ἀμεῖψαι πολλούς, εἶτα ἐς ὕστερον πρὸς τῇ Κολχίδι γενέσθαι, μετὰ τοῦτο πρὸς τὰς ἐρήμους τῶν βαρβάρων μεταχωρήσαντος, μαλακισθέντα τὸ σῶμα. 5 στρέψαι τὸν βίον. ὁ μὲν οὖν λόγος οὗτος ἀνὰ πᾶσαν τὴν οἰκουμένην διήχησεν· πλάνη δέ τις αὐτὸν βαρβαρικὴ ἀπεκύησεν. ὡς γὰρ οἷόν τε ἦν τὴν περὶ τούτου ταλαιπωρήσαντες ζήτησιν μετεσχηκότα τῆς ἀναιρέσεως καὶ τὸν Θεοδόσιον 8. 13. 6 εὕρομεν. ἐξιτήλῳ γὰρ τεκμηρίῳ νεανιεύονται οἱ μὴ τεθνάναι τὸν παῖδα ἐπαγγελλόμενοι· λόγος γὰρ αὐτοῖς μόνην ἀνεπίδεικτον τῶν ἀνῃρημένων τὴν κεφαλὴν γεγενῆσθαι Θεοδοσίου τοῦ αὐτοκράτορος. 8. 13. 7 Οὐκ ἂν δὲ περιοψόμεθα τὰ τῆς παραδόξου διηγήσεως ἄξια. κατὰ γὰρ τὴν ἡμέραν τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτοκράτορος συμβαίνει κατὰ τὴν᾿ Αλεξάνδρειαν. 8 τατον ἔργον, πινάκων συγγραφῆς λίαν ἐπάξιον. ἐδέησε γὰρ ἄνδρα τινὰ τῶν ἐς κάλλος γραφόντων, ὃν ἐν συνθέσει φωνῆς καλλιγράφον ὀνομάζει τὰ πλήθη, γνώριμον καὶ ἡμῖν καθεστῶτα, μέχρι τετάρτης φυλακῆς τῆς νυκτὸς εἰς οἰκίαν τινὸς 8. 13. καταπαννυχίζεσθαι. τούτῳ γὰρ δὴ τῷ ἐμπόρῳ πάννυχος ἦν ἡ πανήγυρις· ἑβδομαίαν γὰρ ἡμέραν ἦγε τὸ γύναιον ἄρσεν παιδίον τῷ ἀνδρὶ λοχευσάμενον. σύνηθες γοῦν τοῖς ἐγχωρίοις ἐπὶ τοῖς λοχευομένοις παιδίοις ἑβδομαίαν ἄγουσι τὴν ἡμέραν συμποσίων ἑορταῖς καταπαννυχίζεσθαι. ἐπεὶ τοίνυν τὰ τοῦ δείπνου τῷ [ἐμπόρῳ] κόρῳ καθυπεβάλλετο, διαλύεται ἡ ἑστίασις, καὶ τῆς τοῦ ἐμπόρου οἰκίας ὁ εἰς κάλλος γράφων 8. 13. 10 ἀποφοιτᾷ. μεσούσης τοίνυν νυκτός, καὶ γενόμενος κατὰ τὸ λεγόμενον τῆς πόλεως Τύχαιον (χῶρος δ' οὗτος τῆς᾿ Αλεξανδρείας ἐπίσημος) ὁρᾷ τοὺς ἐπισημοτέρους τῶν ἀνδριάντων ἐκ τῶν βωμῶν καθερπύσαντας καὶ μεγίστην αὐτῷ ἀφιέντας φωνήν, ἐξονομακλήδην τὸν ἄνδρα προσαγορεύσαντας διηγουμένους τε μεγάλῃ καὶ συντόνῳ φωνῇ τὰ κατ' ἐκείνην τὴν ἡμέραν παρηκολουθηκότα συμπτώματα Μαυρικίῳ τῷ. 11 κράτορι. ὁ μὲν οὖν ἀνὴρ τῷ παραδόξῳ τῆς θέας φόβῳ πολλῷ συσταλεὶς οἴκαδε γίνεται, ὄρθριός τε γενόμενος τοῖς περὶ τὸν λεγόμενον Αὐγουστάλιον ταῦτα δὴ τὰ φοβερὰ 8. 13. 12 διέξεισιν ἀφηγήματα. ἐπεὶ δ' ἐπὶ τὸν τῆς Αἰγύπτου ἔπαρχον τὸ ἄκουσμα γέγονε (Πέτρος δὲ κατ' ἐκεῖνο καιροῦ τῆς Αἰγυπτιακῆς ἡγεμονίας τὰς ἡνίας διίθυνεν, ὃς καὶ συνήπτετο πρὸς γένος ἡμῖν), μετάκλητος γίνεται ἐν παραβύστῳ ὁ τῶν 8. 13. 13 ἀνδριάντων γενόμενος ἀκουστής. ὁ δ' ἡγεμὼν ἀνετάσας τούτου τὰ ῥήματα καὶ θαυμάσας τῶν ἀφηγηθέντων τὴν ἔκθεσιν, τῷ εἰς κάλλος γράφοντι ἐπετίμησε μὴ μεταθεῖναι ἐφ' ἕτερον τὰ μυστικὰ ταῦτα καὶ ἀπόρρητα διηγήματα. τὴν ἡμέραν τοίνυν ἀπογραψάμενος ἐκείνην ὁ τῆς Αἰγύπτου. 14 μὼν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος εἰς τὴν᾿ Αλεξάνδρειαν παραγίνεται πομπεύων ὡς ἔπος εἰπεῖν τὴν ἀναίρεσιν Μαυρικίου τοῦ αὐτοκράτορος. τῶν τοίνυν προμεμηνυμένων διὰ τῶν ἀνδριάντων, ἢ δαιμόνων εἰπεῖν οἰκειότερον, ὡς διέγνω τὰς ἐκβάσεις ὁ Πέτρος, ἐς τὸ φανερὸν τὴν προαγόρευσιν ἐθριάμβευσε τόν τε εἰς κάλλος γράφοντα ἐς μέσον προὐβάλλετο καὶ κύριον αὐτὸν τῆς ἱστορίας. 15 κνυεν. πολλὰ μὲν καὶ ἕτερα κατὰ τὴν῾ Ρωμαίων πολιτείαν τῆς τῶν μελλόντων προαγορεύσεως θαύματα γίνεται, ἃ εἰ διεξοδικώτερον ἀναγράφειν διεγχειρήσομεν, ὁ πᾶς ἡμᾶς αἰὼν ἐπιλείψειεν. 8. 13. 16 Μενοῦνγε λέγεται τὸν Μαυρίκιον φιλοτίμως ἔχειν περὶ τὴν τῶν λόγων μεγαλοπρέπειαν τιμᾶν τε λίαν λαμπρῶς τοὺς ἐνηθληκότας περὶ τὰ κάλλιστα τῶν μαθημάτων. τοῦτον δείμασθαι καὶ τὸ ἐπὶ τῆς Ταρσοῦ ἱερὸν Παύλου τοῦ Κίλικος, τοῦ κατευαγγελισαμένου ἐν ὅλῃ τῇ οἰκουμένῃ σχεδὸν τὸ σωτήριόν τε καὶ παράδοξον κήρυγμα Χριστοῦ᾿ Ιησοῦ τοῦ 8. 13. 17 μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἀναφέρεται δὲ καὶ τὴν τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις τὸν βασιλέα Μαυρίκιον, τάλαντά τε τριάκοντα τοῖς Βυζαντίοις φιλοτιμήσασθαι, ὅπως τὸν τῶν ὑδάτων ὁλκὸν νεουργήσοιντο. 8. 14. 1 Μὴ παραδράμοι δὲ τοὺς φιλοΐστορας καὶ τὰ κατὰ τὴν Εὐφημίαν τὴν μάρτυρα παραδόξως συμβεβηκότα κατ' ἐκεῖνο καιροῦ, ἀλλά τι μικρὸν παρεκτείνωμεν τὸν λόγον· τὰ γὰρ θείας ἐλλάμψεως διηγήματα τετευχότα πολλὴν ταῖς ψυχαῖς τῶν ἀκουόντων τὴν παρ' ἑαυτῶν φιλοτιμοῦνται. 2 λειαν. Χαλκηδὼν πόλις καθίδρυται ἐπὶ στόματος Πόντου, ἐς τὸ ἀντιπέρας τοῦ τῶν Βυζαντίων πολίσματος. ἐν ταύτῃ νεὼς ἵδρυται Εὐφημίας τῆς μάρτυρος, ἔνθα πρεσβύτης λόγος καθέστηκε τὸ πανίερον σῶμα ἐπὶ σηκῷ καθεστάναι τῆς. 3 τυρος. γίνεται τοιγαροῦν καθ' ἕκαστον ἐνιαυτὸν κατὰ τὴν ἡμέραν τοῦ κατ' αὐτὴν μαρτυρίου σημεῖον παραδοξότατον καὶ τοῖς μὴ τεθεαμένοις συλλήβδην εἰπεῖν ἀπιστότατον διὰ 8. 14. 4 τὴν ὑπεροχὴν τῆς θείας ἐνεργείας ἐκείνης. τετρακοσίοις γὰρ ἤδη που ἐνιαυτοῖς ἐν τῷ τάφῳ ἐγκειμένου τοῦ σώματος, κατὰ τὴν προαγορευθεῖσαν ἡμέραν ἐπ' ὄψεσι τῶν ὄχλων ὁ τῆς ἱερατικῆς τῶν αὐτόθι προεστὼς ἐκκλησίας σπόγγοις 8. 14. 5 ἀπὸ σώματος τεθνεῶτος πηγὰς αἱμάτων ἀρύεται· καὶ ἴδοις ἂν ὡς ἀπό τινος σώματος νεοσφαγοῦς ἰχῶρσι τραυμάτων ἀναμεμιγμένα τὰ αἵματα, μύροις συγκεκραμένα αὐτοφυέσι τισίν, καὶ τούτων τὰς διανομὰς ἐπὶ σκευῶν ἐξ ὑέλου. 6 ποιημένων μικρῶν τοῖς ὄχλοις τὸν ἱερέα ποιούμενον. εἰσέρχεται τοίνυν εἰς τὸν βασιλέα Μαυρίκιον ἔννοιά τις τῷ δυοκαιδεκάτῳ χρόνῳ τῆς αὐτοκρατορικῆς ἐξουσίας ῥαθυμίᾳ περὶ τὰ θεῖα ψυχῆς, καὶ σμικρολογεῖται τὰ θαύματα, καὶ ἀποδοκιμάζεται παρ' αὐτῷ τὸ παράδοξον, καὶ ῥᾳδιουργικαῖς. 7 νοίαις ἀνθρώπων ἀνατίθησι τὸ μυστήριον. ἀπογυμνοῦται τοιγαροῦν τὸν ἀργύρεον κόσμον ὁ τάφος, καὶ περιφρουρεῖται ταῖς σφραγῖσι τὸ μνῆμα· οὕτω γὰρ τὸ τῆς ἀπιστίας θράσος 8. 14. 8 ἠβούλετο. ἐπεὶ δ' ἡ κυρία ἐπεδήμει ἡμέρα, βασανίζεται τὸ ἀπόρρητον, ἐξετάζεται τὸ μυστήριον, τὰ θαύματα δοκιμάζεται, καὶ γίνεται τῆς ἑαυτῆς δυνάμεως διὰ τῶν θαυμάτων ἀπαρά- γραφος μάρτυς, καὶ πάλιν μεμυρισμένων αἱμάτων ἀπὸ τοῦ μνήματος πηγάζουσι ποταμοί, καὶ βλύζει ταῖς ἐκπομπαῖς τὸ μυστήριον, καὶ πιαίνονται σπόγγοι εὐωδίας αἱμάτων, καὶ πολυπλασιάζει ἡ μάρτυς τὴν ἔκροιαν· οὐκ οἶδε γὰρ γνώσεως 8. 14. φθονῆσαι θεὸς ἀπιστούμενος. οὕτω μὲν οὖν ἡ μάρτυς ἐπαιδαγώγει τοῦ βασιλέως τὸ ἄπιστον· ὁ δ' αὐτοκράτωρ ἀντέπεμπε ταῖς τῶν αἱμάτων ἐκβλύσεσι τὴν τῶν δακρύων ἐπίχυσιν, καὶ ταῖς ἐκροίαις τῶν μύρων ἀντεδίδου τῶν ὀμμά- των τὸν ὄμβρον," θαυμαστὸς" φάσκων" ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ." 8. 14. 10᾿ Επεὶ δὲ λίαν νουνεχόντως πρὸς τὴν παρέκβασιν εἴδομεν, ἀναμνησθῆναι καὶ τῆς ὑποστροφῆς ὁ καιρός, καὶ τὰ περὶ τὴν τυραννίδα γεγενημένα διεξοδικώτερον ἀναγράψασθαι. 8. 15. 1 Κωνσταντῖναν τοιγαροῦν τὴν παῖδα Τιβερίου τοῦ αὐτοκράτορος ἅμα τρισὶ θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ τινὶ κατάκλειστον ὁ τύραννος ἐποιήσατο· Λέοντος δ' ὁ οἶκος 8. 15. 2 προσηγορεύετο. μηνὶ δὲ πέμπτῳ καὶ γράμμασι τὴν ἑαυτοῦ ἀναγόρευσιν συντάξας ὁ τύραννος πρὸς Χοσρόην ἐξέπεμπε Λίλιον ἄγγελον τῆς τυραννικῆς χειροτονίας προχειρισάμενος· τοῦτο γὰρ εἴθισται῾ Ρωμαίοις τε καὶ Πέρσαις ποιεῖν, ὁπη- 8. 15. 3 νίκα τῆς βασιλείου ἐπιβῶσι δυνάμεως. ὁ μὲν Λίλιος βασιλικὰ δῶρα ἐπιφερόμενος ἐς τὸ Δαρὰς παραγίνεται. τοῦτον ὁ Γερ- μανὸς (ἀνὴρ δ' οὗτος τῇ τῶν ὑπάτων ἀξίᾳ κοσμούμενος τήν τε τοῦ συντεταγμένου αὐτόθι στρατοπέδου λαχὼν ἐπι- 8. 15. 4 μέλειαν) περιφανῶς λίαν εἰσεδέξατο· πρό τινος γὰρ βραχέος τῆς τυραννίδος καιροῦ, Χοσρόου τοῦ Περσῶν βασιλέως ἀπεχθανομένου τῷ πολεμάρχῳ Ναρσῇ, ὁ αὐτοκράτωρ Μαυρίκιος ἀποπαύει τῆς περιφρουρᾶς τοῦ Δαρὰς τὸν ἡγεμόνα Ναρσῆν, καὶ Γερμανὸν ἀντανίστησιν, ἐντεῦθεν ὁ Μαυρίκιος ἐθέλων 8. 15. 5 κατευνάσαι τὴν Βαβυλώνιον χαλεπότητα. ἱππαζομένων τοι- γαροῦν καὶ ξυνωρίδα πεποιημένων Γερμανοῦ καὶ Λιλίου, στρατιώτης ἀνὴρ πλήττει τῷ ξίφει ὑπὸ τρίτην ἕω τὸν. 6 μανὸν ἱππαζόμενον. ὁ μὲν οὖν Γερμανὸς ἀποβὰς τοῦ ἵππου φοράδην οἴκαδε παραγίνεται· ἐπεὶ δ' οὐκ ἐν καιρίῳ τὰ περὶ τὴν καταφορὰν εὐδοκίμησεν, ὀλίγαις ἡμέραις ὁ Γερμανὸς ἀκέσατο τὴν πληγήν. ὑπὸ τοίνυν φαρμάκων βελτιωθείς, ἑστιάσας τὸν Λίλιον λίαν ἐπισήμως πρὸς Χοσρόην παρέπεμψεν. 8. 15. 7 ὁ μὲν οὖν Χοσρόης ὑπόθεσιν πολέμου τὴν τυραννίδα πρα- γματευσάμενος τὴν κοσμοφθόρον ἐκείνην ἐστράτευσε σάλπιγγα· αὕτη γὰρ λυτήριος γέγονε τῆς῾ Ρωμαίων τε καὶ Περσῶν εὐπραγίας. ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέ- χεσθαι τῆς ὁσίας Μαυρικίου τοῦ αὐτοκράτορος μνήμης. οὕτω μὲν οὖν ὁ Περσικὸς πόλεμος τὴν γένεσιν ἐκληρώσατο, ὁ δὲ Λίλιος διετέλει παρὰ τοῖς Πέρσαις σκληραγωγούμενος. 8. 15. 8 Κατὰ ταύτας τὰς ἡμέρας εἰς τὴν οἰκουμένην πλάνη εἰσήρρησεν, καὶ Θεοδόσιον οἱ῾ Ρωμαῖοι μὴ τεθνηκέναι ἐδό- ξαζον. καὶ γίνεται τοῦτο καίριον μεγίστων κακῶν, καὶ φόνων εὐθηνίαν ἡ ψευδὴς αὕτη ὑπόθεσις πραγματεύεται. τοῦ δὲ λόγου αὐξανομένου πρὸς τὰ βασίλεια, ταράττεται λίαν ὁ 8. 15. τύραννος καὶ τὸν᾿ Αλέξανδρον ξίφει διέφθειρεν. ἔδει γὰρ τοὺς συνεργάτας τῆς τυραννίδος τὸν Φωκᾶν διαφθεῖραι καὶ τοὺς ἐπὶ τῷ κακῷ συμμαχήσαντας ἐξαισίοις παραπέμψαι ὀλέ- θροις· οὐκ οἶδε γὰρ κοινοπραγία κακοῦ τὴν φιλίαν τῶν συμπεφρονηκότων βεβαίαν ἱδρύσασθαι.

Intertext edge

Open linked passage

Note