Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Us
TyrtaeusUs 1 · textus-receptusMore by Tyrtaeus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tyrtaeus" aria-label="More works by Tyrtaeus"> —
⋯
More
Original / primary: Textus receptus
1.7.1
τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον· τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον, πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι. ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται, χρησμοσύνηι τ' εἴκων καὶ στυγερῆι πενίηι, 10αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει, πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται. εἶθ' οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί' ὤρη γίνεται οὔτ' αἰδὼς οὔτ' ὀπίσω γένεος. θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων 15 θνήσκωμεν ψυχέων μηκέτι φειδόμενοι. ὦ νέοι, ἀλλὰ μάχεσθε παρ' ἀλλήλοισι μένοντες, μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου, ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν, μηδὲ φιλοψυχεῖτ' ἀνδράσι μαρνάμενοι· 20τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ' ἐλαφρά, μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς. αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον, ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον, 25 θυμὸν ἀποπνείοντ' ἄλκιμον ἐν κονίηι, αἱματόεντ' αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα‑ αἰσχρὰ τά γ' ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν, καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ' ἐπέοικεν, ὄφρ' ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι, 30ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ ζωὸς ἐών, καλὸς δ' ἐν προμάχοισι πεσών. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
1.8.11
ἀλλ', Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ, θαρσεῖτ'· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει· μηδ' ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε, ἰθὺς δ' ἐς προμάχους ἀσπίδ' ἀνὴρ ἐχέτω, 5ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας κῆρας‹ ὁμῶς› αὐγαῖς ἠελίοιο φίλας. ἴστε γὰρ ὡς Ἄρεος πολυδακρύου ἔργ' ἀΐδηλα, εὖ δ' ὀργὴν ἐδάητ' ἀργαλέου πολέμου, καὶ μετὰ φευγόντων τε διωκόντων τ' ἐγέ‹ νε› σθε 10 ὦ νέοι, ἀμφοτέρων δ' ἐς κόρον ἠλάσατε. οἳ μὲν γὰρ τολμῶσι παρ' ἀλλήλοισι μένοντες ἔς τ' αὐτοσχεδίην καὶ προμάχους ἰέναι, παυρότεροι θνήσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω· τρεσσάντων δ' ἀνδρῶν πᾶσ' ἀπόλωλ' ἀρετή. 15οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, ὅσσ', ἢν αἰσχρὰ μάθηι, γίνεται ἀνδρὶ κακά· ἀργαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν ἀνδρὸς φεύγοντος δηΐωι ἐν πολέμωι· αἰσχρὸς δ' ἐστὶ νέκυς κατακείμενος ἐν κονίηισι 20 νῶτον ὄπισθ' αἰχμῆι δουρὸς ἐληλάμενος. ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών, μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος· 25δεξιτερῆι δ' ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος, κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς· ἔρδων δ' ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν, μηδ' ἐκτὸς βελέων ἑστάτω ἀσπίδ' ἔχων, ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῶι 30 ἢ ξίφει οὐτάζων δήϊον ἄνδρ' ἑλέτω, καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ' ἀσπίδος ἀσπίδ' ἐρείσας, ἐν δὲ λόφον τε λόφωι καὶ κυνέην κυνέηικαὶ στέρνον στέρνωι πεπλημένος ἀνδρὶ μαχέσθω, ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἔχων. 35ὑμεῖς δ', ὦ γυμνῆτες, ὑπ' ἀσπίδος ἄλλοθεν ἄλλος πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοιςδούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς, τοῖσι πανόπλοισιν πλησίον ἱστάμενοι.
1.9.12
οὔτ' ἂν μνησαίμην οὔτ' ἐν λόγωι ἄνδρα τιθείην οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης, οὐδ' εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε, νικώιη δὲ θέων Θρηΐκιον Βορέην, 5οὐδ' εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη, πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον, οὐδ' εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἴη, γλῶσσαν δ' Ἀδρήστου μειλιχόγηρυν ἔχοι, οὐδ' εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς· 10 οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωιεἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα, καὶ δηίων ὀρέγοιτ' ἐγγύθεν ἱστάμενος. ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ νέωι. 15ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμωι, ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένηινωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται, ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος, θαρσύνηι δ' ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς· 20 οὗτος ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωι. αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας τρηχείας· σπουδῆι δ' ἔσχεθε κῦμα μάχης, αὐτὸς δ' ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν, ἄστυ τε καὶ λαοὺς καὶ πατέρ' εὐκλεΐσας, 25πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος. τὸν δ' ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες, ἀργαλέωι δὲ πόθωι πᾶσα κέκηδε πόλις, καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι 30 καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω· οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ' ὄνομ' αὐτοῦ, ἀλλ' ὑπὸ γῆς περ ἐὼν γίνεται ἀθάνατος, ὅντιν' ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσηι. 35εἰ δὲ φύγηι μὲν κῆρα τανηλεγέος θανάτοιο, νικήσας δ' αἰχμῆς ἀγλαὸν εὖχος ἕληι, πάντες μιν τιμῶσιν, ὁμῶς νέοι ἠδὲ παλαιοί, πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀΐδην, γηράσκων δ' ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν 40 βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει, πάντες δ' ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ' αὐτὸν εἴκουσ' ἐκ χώρης οἵ τε παλαιότεροι. ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι πειράσθω θυμῶι μὴ μεθιεὶς πολέμου.

Intertext edge

Open linked passage

Note