Es
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/xenophanes" aria-label="More works by Xenophanes">
—
⋯
Original / primary: Textus receptus
1.1
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δ' ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ' εὐῶδες μύρον ἐν φιάληι παρατείνει· κρατὴρ δ' ἕστηκεν μεστὸς ἐυφροσύνης, 5 ἄλλος δ' οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοισ' ἄνθεος ὀζόμενος· ἐν δὲ μέσοισ' ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δ' ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν· πάρκεινται δ' ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα 10 τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· βωμὸς δ' ἄνθεσιν ἀν τὸ μέσον πάντηι πεπύκασται, μολπὴ δ' ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις· 15 σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν‑ ταῦτα γὰρ ὦν ἐστι προχειρότερον‑ οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ' ἄνευ προπόλου μὴ πάνυ γηραλέος. ἀνδρῶν δ' αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει, 20 ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ' ἀρετῆς, οὔτι μάχας διέπων Τιτήνων οὐδὲ Γιγάντων οὐδέ‹ τε› Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στάσιας σφεδανάς, τοῖσ' οὐδὲν χρηστὸν ἔνεστι· θεῶν‹ δὲ› προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
1.2
ἀλλ' εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῆισ' ἐν Ὀλυμπίηι, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, 5 εἴτε τι δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσίν κ' εἴη κυδρότερος προσορᾶν καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο καί κεν σῖτ' εἴη δημοσίων κτεάνων ἐκ πόλεως καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη· 10 εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι‑ οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ' ἵππων ἡμετέρη σοφίη. ἀλλ' εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. 15 οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη οὔτ' εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσ' ἀνδρῶν ἔργ' ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη. 20 σμικρὸν δ' ἄν τι πόλει χάρμα γένοιτ' ἐπὶ τῶι, εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρ' ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
1.3
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρε' ἔχοντες, οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν, 5 αὐχαλέοι, χαίτηισιν ἀγάλμενοι εὐπρεπέεσσιν, ἀσκητοῖσ' ὀδμὴν χρίμασι δευόμενοι.
1.6
νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.*** καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·' παῦσαι μηδὲ ῤάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστίν ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων'.
1.7
ἤδη δ' ἑπτά τ' ἔασι καὶ ἑξήκοντ' ἐνιαυτοὶ βληστρίζοντες ἐμὴν φροντίδ' ἀν' Ἑλλάδα γῆν· ἐκ γενετῆς δὲ τότ' ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς, εἴπερ ἐγὼ περὶ τῶνδ' οἶδα λέγειν ἐτύμως.
1.10
πάντα θεοῖσ' ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε, ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
1.13
ἀλλ' εἰ χεῖρας ἔχον βόες‹ ἵπποι τ'› ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας καί‹ κε› θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ' οἷόν περ καὐτοὶ δέμας εἶχον‹ ἕκαστοι›.
1.18
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ' ἐρεβίνθους·' τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτε' ἐστί, φέριστε; πηλίκος ἦσθ', ὅθ' ὁ Μῆδος ἀφίκετο;'
1.28
ἥν τ' Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε, πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.