Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Zonaras
Epitome historiarum (Vol. 1)
1 3.10.2
Choose a text More by Zonaras
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Opp Grc3
3.10.1
3.10.1
Ἀπορήσειε δ᾿ ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλ’ οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς
3.10.1
1
3.10.1
ἔτυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι
3.10.1
συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενομένης ἀριθμοῖντο οἶ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιερέως, ἐφ’ οὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς
3.10.1
συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τό Νεεμίᾳ τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκατὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως
3.10.1
2
3.10.1
τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενομένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὅς πρῶτος τῇ μοναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας
3.10.1
τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο,ἔτη ἑβδομήκοντα τρίαὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἐξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ
3.10.1
3
3.10.1
ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν
3.10.1
Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνιακὸν
3.10.1
δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν
3.10.1
ἀφ᾿ ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνίστανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ὁ ἄγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν
3.10.1
οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν ὁ βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τούτου
3.10.1
4
3.10.1
πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις,
3.10.1
ἀλλ᾿ ἐνιαυσιαίας παρανόμως διδομένης ἢ βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ὃ καὶ ὁ Ἰώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ἔλεγε “καὶ μετὰ τὰς ἑβδομάδας
3.10.1
τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν
3.10.1
5
3.10.1
ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε “καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τοῦτ᾿ ἔστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ᾿ ἀκρίτως ἢ διὰ χάριν ἢ διὰ χρήματα. τούτων δ᾿ οὕτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι
3.10.1
τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι.
3.10.2
3.10.2
Ἡ μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδομαδὼν
3.10.2
καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ὁ ἀρχάγγελος ταῦτα “καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς
3.10.2
ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται D θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἐξήκοντα καὶ ἐννέα
3.10.2
τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς δι’ αὐτῆς ἀρθῆναι, τοῦτ’ ἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ
3.10.2
τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλ’ ἀπρόσδεκτος ἦν τῷ θεῷ ἡ
3.10.2
ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ ἄλλως δὲ τό “δυναμώσει διαθήκην πολλοῖς ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ
3.10.2
τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ
3.10.2
1
3.10.2
τὰ τρία ἴτη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῆ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων
3.10.2
ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν
3.10.2
καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὣν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ
3.10.2
2
3.10.2
αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ
3.10.2
εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι
3.10.2
καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγε “δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία,” ἀντὶ τοῦ δύναμιν περιζώσει
3.10.2
πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ’ ὃν πρότερον μὲν ἐν Ἰερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης
3.10.2
3
3.10.2
περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις
3.10.2
διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων ‘καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοὺ νόμου σκιᾶς. εἶτα ἐπάγει “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. τούτων γάρ, φησί, γινομένων τὸ πρὶν
3.10.2
ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ἢ ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ὃ ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας
3.10.2
ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ἢ
3.10.2
ζῴου τινὸς κεκτῆσθαι ἢ καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ ‘‘ὅταν ἴδητε” εἶπε τό βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἡ
3.10.2
ἐρήμωσις αὐτῆς,” τῆς Ἰερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ’ ἔφη ὁ κύριος “ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν
3.10.2
ἔρημος.” ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγ γελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. ἵνα δὲ μὴ νομίζηται τοῖς
3.10.2
Ἱουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αὖθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνεγερθησομένου , οἶα καὶ ἄλλοτε πλειστάκις συμβέβηκαν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε “καὶ ἕως
3.10.2
4
3.10.2
συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωστνν,”
3.10.2
τοῦτ’ ἔστιν, ἕως συντελεσθῇ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐκέτι καιρὸς ἢ τὴν πόλιν ἀναστῆναι ἢ τὸν ναόν.
3.10.3
3.10.3
Ταῦθ’ ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τεθέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε
3.10.3
καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι’ αὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ’ οὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· ἃ
3.10.3
γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ’
3.10.3
1
3.10.3
εἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται.
3.10.4
3.10.4
Ταῦτα μὲν οὑν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι

Intertext edge

Open linked passage

Note