Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Test12Patr
Testaments of the Twelve Patriarchs
T. XII Patr. 8.1
Choose a text More by Anonymous (test12patr)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Textus receptus
8.1
ΔΙΑΘΗΚΗ ΝΕΦΘΑΛΕΙΜ Η ΠΕΡΙ ΦΥΣΙΚΗΣ ΑΓΑΘΟΤΗΤΟΣ Ἀντίγραφον διαθήκης Νεφθαλείμ, ὧν διέθετο ἐν καιρῷ τέλους αὐτοῦ, ἐν ἔτει ἑκατοστῷ τριακοστῷ δευτέρῳ τῆς ζωῆς αὐτοῦ. Συνελθόντων τῶν υἱῶν αὐτοῦ ἐν ἑβδόμῳ μηνί, τετάρτῃ τοῦ μηνός, ὑγιαίνοντος αὐτοῦ, ἐποίησε δεῖπνον αὐτὸς καὶ κώθωνα. Καὶ μετὰ τὸ ἐξυπνισθῆναι αὐτὸν τὸ πρωί, εἶπεν αὐτοῖς ὅτι ἀποθνήσκω: καὶ οὐκ ἐπίστευον αὐτῷ. Καὶ εὐλογῶν Κύριον, ἐκραταίωσεν ὅτι μετὰ τὸ δεῖπνον τὸ χθὲς ἀποθανεῖται. Ἤρξατο οὖν λέγειν τοῖς υἱοῖς αὐτοῦ: Ἀκούσατε, τέκνα μου, υἱοὶ Νεφθαλείμ, ἀκούσατε λόγους πατρὸς ὑμῶν. Ἐγὼ ἐγεννήθην ἀπὸ Βάλλας: καὶ ὅτι ἐν πανουργίᾳ ἐποίησε Ῥαχήλ, καὶ ἔδωκεν ἀνθ' ἑαυτῆς τὴν Βάλλαν τῷ Ἰακώβ, καὶ ἐπὶ τῶν μηρῶν Ῥαχὴλ ἔτεκέ με: διὰ τοῦτο ἐκλήθην Νεφθαλείμ. Καὶ ἠγάπησέ με Ῥαχήλ, ὅτι ἐπὶ τῶν μηρῶν αὐτῆς ἐγεννήθην: καὶ εἴδει ἁπαλὸν ὄντα κατεφίλει με, λέγουσα: Ἴδοιμι ἀδελφόν σου ἐκ τῆς κοιλίας μου κατά σε. Ὅθεν καὶ ὅμοιός μοι ἦν ἐν πᾶσιν ὁ Ἰωσήφ, κατὰ τὰς εὐχὰς Ῥαχήλ. Ἡ δὲ μήτηρ μού ἐστι Βάλλα, θυγάτηρ Ῥωθέου, ἀδελφοῦ Δεβόρρας, τῆς τροφοῦ Ῥεβέκκας: ἥτις ἐν μιᾷ ἡμέρᾳ ἐτέχθη, ἐν ᾗ καὶ ἡ Ῥαχήλ. Ὁ δὲ Ῥόθεος ἐκ τοῦ γένους ἦν Ἀβραάμ, Χαλδαῖος, θεοσεβής, ἐλεύθερος καὶ εὐγενής. Καὶ αἰχμαλωτισθεὶς ἠγοράσθη ὑπὸ Λάβαν: καὶ ἔδωκεν αὐτῷ Αἰνᾶν τὴν παιδίσκην αὐτοῦ εἰς γυναῖκα: ἥτις ἔτεκε θυγατέρα, καὶ ἐκάλεσεν αὐτὴν Ζελφάν, ἐπ' ὀνόματι τῆς κώμης, ἐν ᾗ ᾐχμαλωτεύθη. Ἐξ ἧς ἔτεκε τὴν Βάλλαν, λέγων: Καινόσπουδός μου ἡ θυγάτηρ: εὐθὺς γὰρ τεχθεῖσα ἔσπευδε θηλάζειν.
8.2
Καὶ ἐπειδὴ κοῦφος ἤμην τοῖς ποσί μου ὡς ἔλαφος, ἔταξέ με ὁ πατήρ μου Ἰακὼβ εἰς πᾶσαν ἀποστολὴν καὶ ἀγγελίαν: καίγε ὡς ἔλαφόν με εὐλόγησε. Καθὼς γὰρ ὁ κεραμεὺς οἶδε τὸ σκεῦος, πόσον χωρεῖ, καὶ πρὸς αὐτὸν φέρει πηλόν, οὕτω καὶ ὁ Κύριος πρὸς ὁμοίωσιν τοῦ πνεύματος ποιεῖ τὸ σῶμα, καὶ πρὸς τὴν δύναμιν τοῦ σώματος τὸ πνεῦμα ἐντίθησι, καὶ οὐκ ἔστι λοιπὸν ἓν ἐκ τοῦ ἑνὸς τρίτον τριχός: σταθμῷ γὰρ καὶ μέτρῳ καὶ κανόνι πᾶσα κτίσις ὑψίστου. Καὶ καθάπερ οἶδεν ὁ κεραμεὺς ἑνὸς ἑκάστου τὴν χρῆσιν, ὡς ἱκανεῖ: οὕτω καὶ ὁ Κύριος οἶδε τὸ σῶμα, ἕως τίνος διαρκέσει ἐν ἀγαθῷ, καὶ πότε ἄρχεται ἐν κακῷ. Ὅτι οὐκ ἔστι πᾶν πλάσμα καὶ πᾶσα ἔννοια ἣν οὐκ ἔγνω Κύριος: πάντα γὰρ ἄνθρωπον ἔκτισε κατ' εἰκόνα ἑαυτοῦ. Ὡς ἡ ἰσχὺς αὐτοῦ, οὕτω καὶ τὸ ἔργον αὐτοῦ: καὶ ὡς ὁ νοῦς αὐτοῦ, οὕτω καὶ τὸ ἔργον αὐτοῦ: καὶ ὡς ἡ προαίρεσις αὐτοῦ, οὕτω καὶ ἡ πρᾶξις αὐτοῦ: ὡς ἡ καρδία αὐτοῦ, οὕτω καὶ τὸ στόμα αὐτοῦ: ὡς ὁ ὀφθαλμὸς αὐτοῦ, οὕτω καὶ ὁ ὕπνος αὐτοῦ: ὡς ἡ ψυχὴ αὐτοῦ, οὕτω καὶ ὁ λόγος αὐτοῦ, ἢ ἐν νόμῳ Κυρίου, ἢ ἐν νόμῳ Βελίαρ. Καὶ ὡς κεχώρισται ἀνάμεσον φωτὸς καὶ σκότους, ὁράσεως καὶ ἀκοῆς: οὕτω κεχώρισται ἀνάμεσον ἀνδρὸς καὶ ἀνδρός, καὶ ἀνάμεσον γυναικὸς καὶ γυναικός: καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἐν τῷ ἑνὶ τοῖς προσώποις ἢ τῶν ὁμοίων. Πάντα γὰρ ἐν τάξει ἐποίησεν ὁ Θεὸς καλά: τὰς πέντε αἰσθήσεις ἐν τῇ κεφαλῇ καὶ τὸν τράχηλον συνάπτει τῇ κεφαλῇ καὶ τρίχας πρὸς δόξαν, εἶτα καρδίαν εἰς φρόνησιν, κοιλίαν εἰς διάκρισιν στομάχου, κάλαμον πρὸς ὑγείαν, ἧπαρ πρὸς θυμόν, χολὴν πρὸς πικρίαν, εἰς γέλωτα σπλῆνα, νεφροὺς εἰς πανουργίαν, ψύας εἰς δύναμιν, πλευρὰς εἰς θήκην, ὀσφὺν εἰς ἰσχύν, καὶ τὰ ἑξῆς. Οὕτως οὖν, τέκνα μου, ἐν τάξει ἔστε εἰς ἀγαθὰ ἐν φόβῳ Θεοῦ, καὶ μηδὲν ἄτακτον ποιεῖτε ἐν καταφρονήσει, μηδὲ ἔξω καιροῦ αὐτοῦ. Ὅτι ἐὰν εἴπῃς τῷ ὀφθαλμῷ ἀκοῦσαι οὐ δύναται: οὕτως οὐδὲ ἐν σκότει δυνήσεσθε ποιῆσαι ἔργα φωτός.
8.3
Μὴ οὖν σπουδάζετε ἐν πλεονεξίᾳ διαφθεῖραι τὰς πράξεις ὑμῶν, ἢ ἐν λόγοις κενοῖς ἀπατᾶν τὰς ψυχὰς ὑμῶν, ὅτι σιωπῶντες ἐν καθαρότητι καρδίας δυνήσεται τὸ θέλημα τοῦ Θεοῦ κρατεῖν, καὶ ἀπορρίπτειν τὸ θέλημα τοῦ διαβόλου. Ἥλιος καὶ σελήνη καὶ ἀστέρες οὐκ ἀλλοιοῦσι τάξιν αὐτῶν: οὕτως καὶ ὑμεῖς μὴ ἀλλοιώσετε νόμον Θεοῦ ἐν ἀταξίᾳ πράξεων ὑμῶν. Ἔθνη πλανηθέντα καὶ ἀφέντα τὸν Κύριον ἠλλοίωσαν τάξιν αὐτῶν, καὶ ἐπηκολούθησαν λίθοις καὶ ξύλοις, ἐξακολουθήσαντες πνεύμασι πλάνης. Ὑμεῖς δὲ μὴ οὕτως, τέκνα μου, γνόντες ἐν στερεώματι, ἐν γῇ, καὶ ἐν θαλάσσῃ, καὶ πᾶσι τοῖς δημιουργήμασι, Κύριον τὸν ποιήσαντα ταῦτα πάντα, ἵνα μὴ γένησθε ὡς Σόδομα, ἥτις ἐνήλλαξε τάξιν φύσεως αὐτῆς. Ὁμοίως δὲ καὶ οἱ Ἐγγρήγορες ἐνήλλαξαν τάξιν φύσεως αὐτῶν, οὓς καὶ κατηράσατο Κύριος ἐπὶ τοῦ κατακλυσμοῦ, δι' αὐτοὺς ἀπὸ κατοικησίας καὶ καρπῶν τάξας τὴν γῆν ἀοίκητον.
8.4
Ταῦτα λέγω, τέκνα μου, ὅτι ἀνέγνων ἐν γραφῇ ἁγίᾳ Ἐνώχ, ὅτι καίγε καὶ ὑμεῖς ἀποστήσεσθε ἀπὸ Κυρίου, πορευόμενοι κατὰ πᾶσαν πονηρίαν ἐθνῶν, καὶ ποιήσετε κατὰ πᾶσαν ἀνομίαν Σοδόμων. Καὶ ἐπάξει ὑμῖν Κύριος αἰχμαλωσίαν, καὶ δουλεύσετε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν, καὶ πάσῃ κακώσει καὶ θλίψει συγκαλυφθήσεσθε, ἕως ἂν ἀναλώσῃ Κύριος πάντας ὑμᾶς. Καὶ μετὰ τὸ ὀλιγωθῆναι ὑμᾶς καὶ σμικρυνθῆναι, ἐπιστρέψετε καὶ ἐπιγνώσεσθε Κύριον τὸν Θεὸν ὑμῶν: καὶ ἐπιστρέψει ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Καὶ ἔσται, ὅταν ἥξουσιν ἐν γῇ πατέρων αὐτῶν, πάλιν ἐπιλάθωνται Κυρίου, καὶ ἀσεβήσουσι, καὶ διασπείρει αὐτοὺς Κύριος ἐπὶ προσώπου πάσης τῆς γῆς, ἄχρι τοῦ ἐλθεῖν τὸ σπλάγχνον Κυρίου, ἄνθρωπος ποιῶν δικαιοσύνην, καὶ ποιῶν ἔλεος εἰς πάντας τοὺς μακρὰν καὶ τοὺς ἐγγύς.
8.5
Ἐν γὰρ ἔτει τεσσακοστῷ ζωῆς μου, εἶδον ἐν ὄρεσιν ἐλαίου κατὰ ἀνατολὰς Ἱερουσαλήμ, ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη ἕστηκαν. Καὶ ἰδοὺ Ἰσαὰκ ὁ πατὴρ τοῦ πατρός μου λέγει ἡμῖν: Προσδραμόντες κρατήσατε ἕκαστος κατὰ δύναμιν: καὶ τοῦ πιάσαντος ἔσται ὁ ἥλιος καὶ ἡ σελήνη. Καὶ πάντες ὁμοῦ ἐπεδράμομεν: καὶ ὁ Λευὶ ἐκράτησε τὸν ἥλιον, καὶ ὁ Ἰούδας φθάσας ἐπίασε τὴν σελήνην καὶ ὑψώθησαν ἀμφότεροι σὺν αὐτοῖς. Καὶ ὄντος τοῦ Λευὶ ὡς ἡλίου, νεανίας τις ἐπιδίδωσιν αὐτῷ βαΐα φοινίκων δώδεκα: καὶ Ἰούδας ἦν λαμπρὸς ὡς ἡ σελήνη, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ ἦσαν δώδεκα ἀκτῖνες. Καὶ προσδραμόντες ἀλλήλοις ὁ Λευὶ καὶ Ἰούδας ἐκράτησαν ἑαυτούς. Καὶ ἰδοὺ ταῦρος ἐπὶ τῆς γῆς, ἔχων δύο κέρατα μεγάλα, καὶ πτέρυγες ἀετοῦ ἐπὶ τοῦ νώτου αὐτοῦ: καὶ θέλοντες πιάσαι αὐτόν, οὐκ ἠδυνήθημεν. Φθάσας γὰρ Ἰωσὴφ ἔλαβεν αὐτόν, καὶ συνανῆλθεν αὐτῷ εἰς ὕψος. Καὶ εἶδον, ὅτι ἤμην ἐκεῖ που, καὶ ἰδοὺ γραφὴ ἁγία ὤφθη ἡμῖν, λέγουσα: Ἀσσύριοι, Μῆδοι, Πέρσαι, Ἐλιμαῖοι, Γελαχαῖοι, Χαλδαῖοι, Σύροι, κληρονομήσουσιν ἐν αἰχμαλωσίᾳ τὰ δώδεκα σκῆπτρα τοῦ Ἰσραήλ.
8.6
Καὶ πάλιν μετὰ μῆνας ἑπτὰ εἶδον τὸν πατέρα ἡμῶν Ἰακώβ, ἑστηκότα ἐν τῇ θαλάσσῃ Ἰαμνίας, καὶ ἡμεῖς οἱ υἱοὶ αὐτοῦ σὺν αὐτῷ. Καὶ ἰδοὺ πλοῖον ἤρχετο ἁρμενίζον, μεστὸν ταρίχων, ἐκτὸς ναυτῶν καὶ κυβερνήτου: ἐπεγέγραπτο δὲ τὸ πλοῖον Ἰακώβ. Καὶ λέγει ἡμῖν ὁ πατὴρ ἡμῶν: Ἐμβῶμεν εἰς τὸ πλοῖον ἡμῶν. Ὡς δὲ εἰσήλθομεν, γίνεται χειμὼν σφοδρός, καὶ λαῖλαψ ἀνέμου μεγάλου, καὶ ἐφήπταται ὁ πατὴρ ἀφ' ἡμῶν, ὁ κρατῶν τοὺς αὐχένας. Καὶ ἡμεῖς χειμαζόμενοι ἐπὶ τὸ πέλαγος ἐφερώμεθα: καὶ ἐπληρώθη τὸ πλοῖον ὑδάτων, τρικυμίας περιρισσόμενον, ὥστε καὶ συντρίβεσθαι αὐτό. Καὶ Ἰωσὴφ ἐπὶ ἀκατίου φεύγει: χωριζόμεθα δὲ καὶ ἡμεῖς ἐπὶ σανίδων δέκα: Λευὶ δὲ καὶ Ἰούδας ἦσαν ἐπὶ τὸ αὐτό. Διεσπάρημεν οὖν οἱ πάντες, ἕως εἰς τὰ πέρατα. Ὁ δὲ Λευὶ περιβαλόμενος σάκκον περὶ πάντων ἡμῶν ἐδέετο τοῦ Κυρίου. Ὡς δὲ ἐπαύσατο ὁ χειμών, τὸ σκάφος ἔφθασεν ἐπὶ τὴν γῆν, ὥσπερ ἐν εἰρήνῃ. Καὶ ἰδοὺ ἦλθεν Ἰακὼβ ὁ πατὴρ ἡμῶν, καὶ ὁμοθυμαδὸν ἠγαλλιώμεθα.
8.7
Τὰ δύο ἐνύπνια εἶπον τῷ πατρί μου, καὶ εἶπέ μοι: Δεῖ ταῦτα πληρωθῆναι κατὰ καιρὸν αὐτῶν, πολλὰ τοῦ Ἰσραὴλ ὑπομείναντος. Τότε λέγει μοι ὁ πατήρ μου: Πιστεύω, ὅτι ζῇ Ἰωσήφ: ὁρῶ γὰρ πάντοτε, ὅτι Κύριος συγκαταριθμεῖ αὐτὸν μεθ' ὑμῶν. Καὶ κλαίων ἔλεγε: Ζῇς, Ἰωσὴφ τέκνον μου, καὶ οὐ βλέπω σε, καὶ σὺ οὐχ ὁρᾷς Ἰακὼβ τὸν γεννήσαντά σε. Ἐποίησε δὲ καὶ ἡμᾶς δακρῦσαι ἐπὶ τοῖς λόγοις αὐτοῦ τούτοις. Καὶ ἐκαιόμην τοῖς σπλάγχνοις ἀναγγεῖλαι ὅτι πέπραται: ἀλλ' ἐφοβούμην τοὺς ἀδελφούς μου.
8.8
Καὶ ἰδού, τέκνα μου, ὑπέδειξα ὑμῖν καιροὺς ἐσχάτους, ὅτι πάντα γενήσεται ἐν Ἰσραήλ. Καὶ ὑμεῖς οὖν ἐντείλασθε τοῖς τέκνοις ὑμῶν, ἵνα ἑνοῦνται τῷ Λευὶ καὶ τῷ Ἰούδᾳ. Διὰ γὰρ τοῦ Ἰούδα ἀνατελεῖ σωτηρία τῷ Ἰσραήλ, καὶ ἐν αὐτῷ εὐλογηθήσεται Ἰακώβ. Διὰ γὰρ τοῦ σκήπτρου αὐτοῦ ὀφθήσεται Θεὸς κατοικῶν ἐν ἀνθρώποις ἐπὶ τῆς γῆς, σῶσαι τὸ γένος Ἰσραήλ: καὶ ἐπισυνάξει δικαίους ἐκ τῶν ἐθνῶν. Ἐὰν ἐργάσησθε τὸ καλόν, τέκνα μου, εὐλογήσουσιν ὑμᾶς καὶ οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι: καὶ Θεὸς δοξασθήσεται δι' ὑμῶν ἐν τοῖς ἔθνεσι, καὶ ὁ διάβολος φεύξεται ἀφ' ὑμῶν, καὶ τὰ θηρία φοβηθήσονται ὑμᾶς, καὶ οἱ ἄγγελοι ἀνθέξονται ὑμῶν. Ὡς ἄν τις γὰρ τέκνον ἐκθρέψῃ καλῶς, μνείαν ἔχει ἀγαθήν: οὕτως καὶ ἐπὶ τοῦ καλοῦ ἔργου μνήμη παρὰ Θεῷ ἀγαθή. Τὸν δὲ μὴ ποιοῦντα τὸ καλόν, καταράσονται οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι, καὶ ὁ Θεὸς ἀδοξήσῃ ἐν τοῖς ἔθνεσι δι' αὐτοῦ, καὶ ὁ διάβολος οἰκειοῦται αὐτὸν ὡς ἴδιον σκεῦος, καὶ πᾶν θηρίον κατακυριεύσει αὐτοῦ, καὶ ὁ Κύριος μισήσει αὐτόν. Καὶ γὰρ αἱ ἐντολαὶ τοῦ νόμου διπλαῖ εἰσι, καὶ μετὰ τέχνης πληροῦνται. Καιρὸς γὰρ συνουσίας γυναικὸς αὐτοῦ, καὶ καιρὸς ἐγκρατείας εἰς προσευχὴν αὐτοῦ. Καὶ δύο ἐντολαί εἰσι: καὶ εἰ μὴ γένωνται ἐν τάξει αὐτῶν, ἁμαρτίαν παρέχουσιν. Οὕτως ἐστὶ καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν. Γίνεσθε οὖν σοφοὶ ἐν Θεῷ καὶ φρόνιμοι, εἰδότες τάξιν ἐντολῶν αὐτοῦ, καὶ θεσμοὺς παντὸς πράγματος, ὅπως ὁ Κύριος ἀγαπήσει ὑμᾶς.
8.9
Καὶ πολλὰ τοιαῦτα ἐντειλάμενος αὐτοῖς, παρεκάλεσεν, ἵνα μετακωμίσωσι τὰ ὀστᾶ αὐτοῦ εἰς Χεβρών, καὶ θάψωσι μετὰ τῶν πατέρων αὐτοῦ. Καὶ φαγὼν καὶ πιὼν ἐν ἱλαρότητι ψυχῆς, συνεκάλυψε τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε. Καὶ ἐποίησαν οἱ υἱοὶ αὐτοῦ κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς Νεφθαλεὶμ ὁ πατὴρ αὐτῶν.

Intertext edge

Open linked passage

Note