Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 13.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
13.1
Διὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς ἐμὲ κοινωνίαν. Καὶ εἰ μὲν μέχρι τοσούτου τοῦτο ἐγίγνετο, προσδοκία τις ἦν ἀγαθή· φιλάνθρωπος γὰρ εἶ· ἵνα δὲ μὴ καὶ μετὰ ταῦτα διαβῇ τὸ κακόν, κρατείτω ἡ ἀλήθεια παρὰ σοί· καὶ μὴ ἀφῇς ὑπόνοιαν κατὰ πάσης Ἐκκλησίας γενέσθαι, ὡς τοιαῦτα βουλευομένων καὶ γραφόντων τῶν Χριστιανῶν, καὶ μάλιστα τῶν ἐπισκόπων. Ἢ εἰ μὴ βούλει ἀνακρίνειν, δίκαιον καὶ ἡμᾶς πιστεύεσθαι μᾶλλον ἀπολογουμένους ἢ τοὺς διαβάλλοντας. Οὗτοι μὲν γὰρ ὡς ἐχθροὶ πονηρεύονται, ἡμεῖς δὲ ἀγωνιῶντες τὰς ἀποδείξεις παρέχομεν. Διὸ καὶ θαυμάζω πῶς ἡμεῖς μὲν μετ' εὐλαβείας φθεγγόμεθα, ἐκεῖνοι δὲ τοσαύτην ἔσχον ἀναισχυντίαν, ὡς καὶ ψεύσασθαι βασιλεῖ. Ἀλλ' ἐξέτασον διὰ τὴν ἀλήθειαν, καὶ ὥσπερ γέγραπται, «ἐρευνῶν ἐρεύνησον» παρόντων ἡμῶν, πόθεν ταῦτα λέγουσιν, ἢ πόθεν ηὑρέθη τὰ γράμματα. Ἀλλ' οὔτε τῶν ἡμετέρων τις ἐλεγχθήσεται, οὔτε τῶν ἐκείνου φήσειέν τις· πέπλασται γάρ. Καὶ πλέον οὐδὲν τάχα προσήκει ζητεῖν, οὐδὲ γὰρ βούλονται, ἵνα μὴ καὶ ὁ ταύτας γράψας ἐξ ἀνάγκης εὑρεθῇ. Ἴσασι γὰρ αὐτὸν οἱ διάβολοι μόνοι, καὶ ἄλλος οὐδείς.

Intertext edge

Open linked passage

Note