Athanasius the Great of Alexandria PG 25-28
Apologia ad Constantium imperatorem
Impe 8.1
Choose a text
More by Athanasius the Great of Alexandria
—
Pg Scrape Grc
8.1
Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμην δὲ αὐτόν, ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι, καὶ ἐπ' αὐτῆς τῆς ἀληθείας ἐρωτῆσαι (ἃ γὰρ ὡς Θεοῦ παρόντος λαλοῦμεν, τοῦτον ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί) πότερος ἡμῶν ἔχαιρε, τοῦ μακαρίτου Κώνσταντος ζῶντος, καὶ τίς μᾶλλον ηὔχετο· καὶ ἡ πρώτη διαβολὴ δείκνυσι, καὶ παντὶ τοῦτο δῆλόν ἐστιν. Εἰ δὲ καὶ αὐτὸς οἶδεν ἀκριβῶς, ὅτι τῶν οὕτω διακειμένων, καὶ εἴ τις ἠγάπα τὸν μακαρίτην Κώνσταντα, οὐκ ἐγίγνετο φίλος τῷ κατ' ἐκείνου γενομένῳ· εἰ δὲ ἄλλως διέκειτο ἢ ὡς ἡμεῖς, φοβοῦμαι μὴ ἅπερ ὁ μισῶν ἐκεῖνον ἐντεθύμηται, ταῦτα κατεψεύσατο κατ' ἐμοῦ.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).