Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinus Porphyrogenitus PG 112-113
De insidiis
Insi 151.3.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
151.3.1
τοῦ δὲ μηδὲ τοῦτο καταδεξαμένου ἀπέκτεινεν πάντας ὁ βάρβαρος χιλιάδας ιβʹ. καὶ ἐκ τούτου μισηθεὶς Μαυρίκιος ἐλοιδορεῖτο παρὰ πάντων. ἐλθὼν δὲ εἰς μετάμελον ἐξελέξατο ἔνθεν ἀπολαβεῖν ἢ ἐκεῖσε, καὶ εἰς μοναστήρια δὲ ἀπέστειλε, καὶ ἐποίησαν δεήσεις περὶ τούτου. προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν τὸν γαμβρὸν αὐτοῦ ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὃς καὶ διαφόρως αὐτὸν δι' ὅρκων ἐπληροφόρει καθαρὸς εἶναι τῆς ὑποψίας ταύτης. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος περὶ τῆς ἁμαρτίας ταύτης, εἶδεν ἐνύπνιον τοιοῦτον, ὡς ὅτι, λαοῦ πλείστου παρεστῶτος τῇ εἰκόνι τοῦ Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίον, φωνὴ ἐγένετο ἐκ τῆς εἰκόνος λέγουσα· δότε Μαυρίκιον. ὃν καὶ κρατήσαντες παρέστησαν κατενώπιον τῆς εἰκόνος. καί φησιν ἡ θεία φωνή· ποῦ θέλεις, Μαυρίκιε, ἀποδώσω σοι, ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι αἰῶνι; ὁ δὲ ἔντρομος γενόμενος ἀποκριθεὶς εἶπεν· κύριε, ὧδε καὶ μὴ ἐκεῖ. καὶ εὐθὺς ἐκέλευσεν ἐκδοθῆναι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ στρατηλάτῃ. διυπνισθεὶς οὖν ὁ βασιλεὺς ἀπέστειλε τὸν παρακοιμώμενον ἀγαγεῖν Φιλιππικὸν τὸν γαμβρὸν αὐτοῦ. ὁ δὲ θεασάμενος τὸν παρακοιμώμενον ἐν τοιαύτῃ ὥρᾳ ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα καταλιπὼν τὴν ἰδίαν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ κειμένην καὶ κλαίουσαν. καὶ 184 εἰσελθὼν εἰς τὸν βασιλέα ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἐξαγαγὼν πάντας ἔξω ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας Φιλιππικοῦ λέγων· συγχώρησόν μοι, ἀδελφέ, διὰ τὸν θεόν. ἕως ἄρτι γὰρ ὑπενόουν σε μέλλοντα νεωτερίζειν κατ' ἐμοῦ, ἀλλὰ νῦν ἀσφαλῶς ἔγνων ἀθῶον εἶναί σε τῆς ὑπονοίας ταύτης. παρακαλῶ σε οὖν εἰπεῖν μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατηλάτην. ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος ἔφη· ἕνα γινώσκω, ὅστις πεμφθεὶς πρὸ καιροῦ ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου. καὶ ὁ βασιλεὺς εἶπεν· ποίας ἐστὶ ἕξεως; ὁ δὲ Φιλιππικὸς λέγει· νεώτερος, δειλὸς καὶ θρασύς. καὶ ὁ βασιλεύς φησιν· εἰ δειλός, καὶ φονεύς. καὶ ἐξηγήσατο αὐτῷ τὸ ἐνύπνιον. ἐν αὐτῇ τῇ νυκτὶ ἐφάνη ἀστὴρ κομήτης. καὶ τῇ ἐπαύριον ἔφθασεν ὁ ἀποσταλεὶς μαγιστριανὸς φέρων ἀπόκρισιν τοιαύτην· γίνωσκε, βασιλεῦ, ὅτι δεξάμενος ὁ θεὸς τὴν μετάνοιάν σου τὴν μὲν ψυχήν σου διασώζει καὶ μετὰ τῶν ἁγίων κατατάττει, τῆς δὲ βασιλείας καὶ τῆς παρούσης ζωῆς μετὰ πολλῶν θλίψεων ἐκπίπτεις. ὁ δὲ Μαυρίκιος ἐδόξασε τὸν θεὸν μεγάλως. Τῆς δὲ μεθοπωρινῆς ὥρας καταλαβούσης, καὶ τοῦ βασιλέως κελεύσαντος Πέτρῳ τῷ στρατηγῷ ἐν τῇ τῶν Σκλάβων χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντεῖπεν ὁ λαὸς μὴ καταδεχόμενος τοῦτο. ὅθεν οἱ ἐπίσημοι τῶν ἀρχόντων φυγόντες, καὶ εἰς ἓν τὰ πλήθη συναθροισθέντα προβάλλονται εἰς τὸ βασιλεύειν αὐτῶν Φωκᾶν τὸν στρατηλάτην. τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων παραγενομένων, Μαυρίκιος τὸ κατ' αὐτοῦ μῖσος τῶν πολιτῶν εἰδὼς μεσούσης νυκτὸς ἀποδυσάμενος τὴν βασιλικὴν ἐσθῆτα καὶ ἰδιωτικὴν ἐνδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. πᾶσα γὰρ ἡ πόλις δι' ὅλης νυκτὸς αἰσχίσταις ὕβρεσι καὶ ἀπειλαῖς αὐτὸν ἔβαλλον. ἀνέμου δὲ μεγάλου πνεύσαντος, μετὰ κινδύνου μεγίστου εἰς τὸν ἅγιον Αὐτόνομον διασωθεὶς παραδόξως, εὐθὺς ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι ἀρθρίτιδες ποδάγραι καὶ χειράγραι. καὶ ἀχθεὶς δέσμιος παρὰ τῷ Φωκᾷ ἀνῃρέθη εἰς τὸν Εὐτροπίου λιμένα ἅμα γυναικὶ καὶ παισί, καὶ πολλὰ δυστυχήματα συνέβη γενέσθαι τῇ πολιτείᾳ Ῥωμαίων. ὅ τε γὰρ Χοσρόης τὴν εἰρήνην ἔλυσεν, οἱ Ἄβαροί τε τὴν Θρᾴκην ἐδῄωσαν, καὶ τὰ στρατόπεδα τῶν Ῥωμαίων διέφθειραν. πρὸς δὲ τούτοις καὶ θνῆσις ἀνθρώπων γέγονεν, καὶ χειμὼν βαρύτατος, ὥστε παγῆναι τὴν θάλασσαν. 185 Ὁ οὖν δόλιος Φωκᾶς μετὰ τῶν ἀμετρήτων αὐτοῦ κακῶν προσέθηκε τελευταῖον καὶ τοῦτο· ποιήσας γὰρ ἱππικὸν ἠτάκτησε, τῶν δὲ δήμων τοῦτο μὴ καταδεξαμένων, ὕβρισαν αὐτόν. μετὰ δὲ ταῦτα ἔφθασεν ἡ ὀργὴ ἐπὶ τὴν κεφαλὴν τοῦ ἀσεβοῦς Φωκᾶ ἀνθ' ὧν ἔδρασεν ἀναριθμήτων κακῶν. Ἡράκλειος γὰρ ὁ στρατηγὸς Ἀφρικῆς πλοῖα πολλὰ ἐξοπλίσας καὶ στρατὸν ἄπειρον ἐξ Ἀφρικῆς καὶ Μαυριτανίας ἐπισυνάξας τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ κυρίου, ὥς φησι Γεώργιος ὁ Πισίδιος. καὶ πολέμου κροτηθέντος ἐνίκησεν Ἡράκλειος Φωκᾶν τὸν ἀλιτήριον. οὗτινος ἡττηθέντος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον εἰσῆλθεν ἀθρόως μετὰ πλήθους εἰς τὸ παλάτιον καὶ τὸν ἄθλιον Φωκᾶν ἀτίμως ἐκ τοῦ θρόνου ἀναστήσας τῆς βασιλικῆς ἐσθῆτος ἀπεγύμνωσε, καὶ ἐνδύσας αὐτὸν μέλανα χιτωνίσκον καὶ κλοιὰ τῷ τραχήλῳ αὐτοῦ περιθεὶς ἄτιμόν τινα καὶ ἐλεεινὸν πρὸς Ἡράκλειον ἀπήγαγεν. ὃν Ἡράκλειος θεασάμενος εἶπεν πρὸς αὐτόν· οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας; ὁ δὲ ἀπεγνωσμένος ἐκεῖνος ἄνθρωπος ἀποκριθεὶς ἔφη· σὺ κάλλιον ἔχεις διοικήσειν. καὶ πρῶτον μὲν ἐκέλευσεν Ἡράκλειος τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ἀφαιρεθῆναι καὶ μετὰ τοῦτο ἐκ τῶν ὤμων ἀκρωτηριάζεσθαι λώρους, τὰ δὲ αἰδοῖα ἐκτέμνεσθαι καὶ κοντοῖς ἀναρτᾶσθαι διὰ τὰς ἀμέτρους ὕβρεις, ἃς ἔπραξεν, ἔπειτα δὲ καὶ τὴν κεφαλὴν μαχαίρᾳ τέμνεσθαι, τὸ δὲ κατεσκηλητευμένον αὐτοῦ σῶμα κατὰ τὴν λεγομένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παρέδωκεν. 37. Ὅτι τῶν Περσῶν ὑπὸ Ἡρακλείου τοῦ βασιλέως ἡττηθέντων οἱ καταλειφθέντες τῶν Περσῶν κατὰ Χοσρόου μανέντες ἐφ' ἑνὶ τῶν βασιλικῶν οἴκων τοῦτον κατέκλεισαν, προύθηκαν δὲ αὐτῷ χρυσὸν καὶ ἄργυρον καὶ λίθους εἰπόντες πρὸς αὐτόν· ἀπόλαυε τούτων καὶ μόνον, δι' ὧν καὶ τοὺς Ῥωμαίους καθ' ἡμῶν ἤγαγες. καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες αὐτὸν αἰσχρῶς ἀνεῖλον. 38. Ὅτι Κωνσταντῖνος ὁ υἱὸς Ἡρακλείου βασιλεύσας ἔτος ἓν φαρμάκῳ ὑπὸ τῶν οἰκείων ἀνῃρέθη. 39. Ὅτι Κώνστας ὁ ἔκγονος Ἡρακλείου τοῦ βασιλέως πολεμήσας Μαυίον τὸν τῶν Σαρακηνῶν ἀρχηγὸν κατὰ τὸν Φοίνικα, καὶ μηνυθείσης αὐτῷ ἐπιβουλῆς, ἀνακοινοῦται ταύτην γνησίῳ τινὶ τῶν ὑπηκόων ἑαυτοῦ φίλῳ. ᾧ καὶ τὴν ἰδίαν ἐσθῆτα κατὰ 186 τὴν ἐκείνου συμβουλὴν ἐνδύσας καὶ εἰς πενιχρὸν πλοῖον εἰσελθὼν σὺν ὀλίγοις ἀπέπλευσε διὰ τῆς νυκτὸς ἐν Κωνσταντίνου πόλει σωθεὶς παραδόξως. τῇ δὲ ἐπαύριον ὁ τὴν βασιλικὴν ἐσθῆτα περιβεβλημένος ἐπιστὰς τῇ βασιλικῇ νηῒ συνάπτει πόλεμον· ὃν οἱ πολέμιοι περικυκλώσαντες, δοκοῦντες αὐτὸν εἶναι τὸν βασιλέα ἰσχυρῶς ἐπολέμουν. ὁ δὲ πολλοὺς ἐξ αὐτῶν ἀνδρείως ἀνελών, λαβὼν καὶ αὐτὸς καιρίαν πληγὴν ἐτελεύτησε πληρώσας τὸ γεγραμμένον· ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὁ δὲ Κώνστας ἀνελὼν τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἀπῆλθεν ἐν Σικελίᾳ βουλόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. σφόδρα γὰρ ἐμισήθη παρὰ τῶν Βυζαντίων οὐ μόνον διὰ τὴν ἀναίρεσιν τοῦ ἀδελφοῦ, ἀλλ' ὅτι καὶ Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, καὶ Μαξίμου τοῦ ὁμολογητοῦ τὴν γλῶσσαν καὶ τὴν δεξιὰν χεῖρα ἀπέτεμεν, καὶ μέντοι καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασεν διὰ τὸ μὴ θέλειν αὐτοὺς τῇ τῶν Μονοθελητῶν αἱρέσει αὐτοῦ συνθέσθαι. καὶ πέμψας ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς γʹ υἱοὺς αὐτοῦ Κωνσταντῖνον καὶ Ἡράκλειον καὶ Τιβέριον, οἱ Βυζάντιοι τούτους οὐκ ἀπέστειλαν. ποιήσας οὖν ἐν Σικελίᾳ ἔτη ἓξ ἀναιρεῖται λουόμενος ἐν τῷ βαλανείῳ κατὰ κεφαλῆς λαβὼν καιρίαν πληγὴν ὑπό τινος τῶν παρισταμένων. ὁ δὲ λαὸς ἰδὼν τὸν βασιλέα τελευτήσαντα ἀναγορεύουσι βασιλέα Μίζιζόν τινα λεγόμενον. ὅπερ ἀκούσας Κωνσταντῖνος κατέλαβε τὴν Σικελίαν μετὰ πλείστης ναυμαχίας, καὶ χειρωσάμενος Μίζιζον καὶ τὸν φονέα τοῦ πατρὸς ἀνεῖλε σὺν τοῖς στασιάσασι. καὶ οὕτως ἐπανελθὼν ἐν Κωνσταντινουπόλει ἐδέχθη παρὰ πάντων εὐφημούμενος. 40. Ὅτι ἐπὶ Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ οἱ τοῦ θέματος τῶν ἀνατολικῶν ἐλθόντες ἐν Χρυσοπόλει ἔκραζον λέγοντες· εἰς τριάδα πιστεύομεν, τοὺς τρεῖς ἀναγορεύσωμεν καὶ στέψωμεν. ἐφ' οἷς θυμωθεὶς Κωνσταντῖνος, διότι μόνος ἦν ἐστεμμένος, οἱ δὲ βʹ αὐτοῦ ἀδελφοὶ οὐδεμίαν ἐξουσίαν εἶχον, ἀποστέλλει πρὸς αὐτοὺς πατρίκιον ὡς δῆθεν ἀποδεχόμενος τοῦτο, καὶ προσκαλούμενος αὐτῶν τὰ πρωτεῖα βουλεύσασθαι μετὰ τῆς συγκλήτου, καὶ δὴ εἰσελθόντων ἐν τῇ πόλει, τούτους μὲν ἀνεσκολόπισε, τοὺς δὲ ἀδελφοὺς αὐτοῦ ἐρινοτόμησεν. 187 41. Ὅτι πάλιν βασιλεύσας Ἰουστινιανὸς τὸν Ἀψίμαρον θριαμβεύσας κατὰ πᾶσαν πόλιν ἀνεῖλεν, οὐ μὴν δὲ ἀλλὰ κατὰ πάντων ἐκμανεὶς καὶ λυττήσας ἀναρίθμητον πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ στρατιωτικοῦ συλλόγου διέφθειρεν, καὶ τοὺς μὲν προφανῶς ἔσφαξε, τοὺς δὲ νυκτὸς ἐσάκιζεν. ὅθεν τοσοῦτον δέος κατεῖχε τὴν πόλιν, ὡς καί τινας αὐτομολῆσαι πρὸς βαρβάρους. καὶ μέντοι καὶ Χερσωνίτας μνησικακῶν ἀπὸ τῆς ἐξορίας αὐτοῦ στόλον ἐξώπλισε κατ' αὐτῶν καὶ ἀπέστειλεν. οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύβρισαν, τὸν δὲ ἐκεῖ ἐξόριστον ὑπὸ Ἀψιμάρου δι' ὑπόνοιαν βασιλείας Φιλιππικὸν υἱὸν Νικηφόρου τοῦ πατρικίου βασιλέα θᾶττον ἀνηγόρευσαν. ὅπερ γνοὺς ὁ τύραννος Ἰουστινιανὸς καὶ ἐπὶ πλεῖστον θυμωθεὶς ἅμα καὶ φοβηθεὶς ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. τοῦ δὲ Φιλιππικοῦ τὴν πόλιν σὺν τῷ στόλῳ καταλαβόντος, Ἰουστινιανὸς πρὸς τὸν Δαματρὺν ἀπέδρα καταλειφθεὶς ὑπὸ πάντων. ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος αἰσχρῶς ἀνεῖλεν. 42. Ὅτι Φιλιππικοῦ βασιλεύσαντος ἔτη βʹ, εἰσελθόντες ἀπὸ τῆς Θρᾴκης ἐπίβουλοί τινες ἐξ ἐπιτροπῆς Θεοδώρου καὶ Γεωργίου τῶν πατρικίων ἐκτυφλοῦσιν αὐτὸν ἐν τῷ παλατίῳ μερενδίζοντα. 43. Ὅτι ἐπὶ τῆς Εἰρήνης τῆς μητρὸς Κωνσταντίνου νεωτερισταί τινες φρουρουμένων τῶν υἱῶν τοῦ θεομάχου καὶ κοπρωνύμου ἐν τῷ παλατίῳ τῶν Θεραπείας, Κωνσταντίνου καὶ Νικηφόρου, πείθουσι προσφυγεῖν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ λόγον ἀπαθείας αἰτῆσαι. καὶ τῇ προφάσει ταύτῃ ὡς βασιλεῖς αὐτοὺς εὐφημήσαντες καὶ λαὸν πολὺν συγκινήσαντες, ἐξάγει τούτους Εἰρήνη τῆς ἐκκλησίας καὶ μηδενὸς αὐτοῖς προσχόντος ἐξώρισεν εἰς Ἀθήνας. οὓς δὴ κἀκεῖσέ τινες ἀναγορεῦσαι βουληθέντες, ἐξετύφλωσε καὶ τὸ πονηρὸν τοῦ θεοστυγοῦς ἐξέκοψε σπέρμα τοῦ μηκέτι βασιλεύειν καὶ τυραννεῖν καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ διώκειν. εἶτα πρὸς τὸ παλάτιον ἀπελθούσης αὐτῆς τῶν Ἐλευθερίου, Νικηφόρος ὁ πατρίκιος καὶ γενικὸς λογοθέτης ἔρχεται σὺν τοῖς ὁμόφροσιν αὐτοῦ νυκτὸς εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου, καὶ ὡς δῆθεν παρὰ τῆς βασιλίσσης πεμφθεὶς εἰσέρχεται μετὰ λαμπάδων καὶ ὅπλων εἰς τὸ παλάτιον, κἀκεῖθεν εὐθὺς ἀποστείλας καθ' ὅλην τὴν πόλιν, ἐξευφήμησαν αὐτὸν βασιλέα. πρωΐας δὲ γενομένης, ἡ μὲν ἐν τῷ παλατίῳ κατεκλείσθη, ὁ δὲ βασιλεὺς ἐπὶ πάντων ἀνηγορεύθη παρὰ Ταρασίου πατριάρχου. 188 44. Ὅτι ἐπὶ Νικηφόρου τοῦ βασιλέως Βαρδάνης πατρίκιος καὶ στρατηλάτης τῶν ἀνατολικῶν, τὸ ἐπίκλην Τοῦρκος, ἀνηγορεύθη βασιλεὺς παρὰ τῶν περατικῶν θεμάτων. ὅς γε πολλὰ τοῦτο παραιτησάμενος καὶ διαδράσαι μὴ ἰσχύσας, ἀλλὰ βίᾳ κατελθὼν ἐν Χρυσοπόλει καὶ περιπολήσας ἡμέρας νʹ καὶ μὴ δεχθεὶς ὑπὸ τῆς πόλεως ὑπέστρεψε πρὸς τὰ Μαλάγηνα. καὶ δὴ φοβηθεὶς τὸν θεὸν καὶ λογισάμενος μήπως δι' αὐτοῦ γένηται σφαγὴ χριστιανῶν, λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας ἀπῆλθε λάθρα τοῦ λαοῦ πρὸς τὴν μονὴν Ἡρακλείου καὶ παραχρῆμα γέγονε μοναχός. ἐρχομένου δὲ αὐτοῦ διὰ τοῦ σταλέντος βασιλικοῦ πλοίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐτὸς προκατασκευάσας, Λυκάονές τινες ἄνδρες ἢ μᾶλλον εἰπεῖν λυκάνθρωποι ἐκτυφλοῦσιν αὐτὸν παρὰ γνώμην τοῦ βασιλέως. διὸ καὶ λύπῃ πολλῇ συσχεθεὶς πάντας μεθ' ὅρκων ἐπληροφόρει ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιούτου τολμήματος. τεκμήριον δ' ἐπὶ τοῖς λεγομένοις· καὶ γὰρ οὐδὲ φαίνεται χριστιανόν ποτε φονεύσας ἢ μέλος αὐτοῦ παντάπασιν ἀκρωτηριάσας, εὐσεβὴς ὑπάρχων καὶ χριστιανόφιλος. 45. Ὅτι Κωνσταντῖνον τὸν τῆς Εἰρήνης υἱὸν ὑποστρέψαντα ἐκ τῆς ὁδοιπορίας τῆς πρὸς τὰς Πύλας καὶ ἐλθόντα εἰς τὸ παλάτιον, τῆς μητρὸς αὐτοῦ μὴ παρούσης, ἐκτυφλοῦσιν αὐτόν, ἐκείνης ἀγνοούσης. καὶ μετὰ μικρὸν χρόνον ἐτελεύτησεν. 46. Ὅτι Σταυράκιος ὁ υἱὸς Νικηφόρου τοῦ σφαγέντος εἰς Βουλγαρίαν ἐν τῷ παλατίῳ κείμενος διὰ τὴν πληγὴν τοῦ μηροῦ καὶ ἀνορθοῦσθαι μὴ δυνάμενος ἀπρόϊτος ἦν καὶ ἀφανὴς τοῖς ἔξω τοῦ παλατίου. κἀντεῦθεν Μιχαὴλ ὁ γαμβρὸς αὐτοῦ καὶ κοροπαλάτης ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων, ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου διὰ τὴν χρόνιον ἀρρωστίαν. ὅπερ μαθὼν Σταυράκιος καὶ τὸ μοναδικὸν αὐτίκα σχῆμα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανῷ περιθέμενος εἰς τὰ Βρακὰ λεγόμενον μοναστήριον ἐτελεύτησεν. 47. Ὅτι Λέων ὁ Ἀρμένιος κατὰ τῆς ἐκκλησίας λυττήσας καὶ τὰς σεβασμίους καὶ ἁγίας εἰκόνας καθυβρίσας καὶ μυρία κακὰ ἐνδεικνύμενος καὶ ὑποπτεύων τισί, καὶ ὧν μὲν τοὺς ὀφθαλμοὺς ἐξορύττων, ἑτέρους δὲ δεσμίους κατέχων μεθ' ἡμέρας τινὰς δεινῶς ἀνῄρει. ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ τὴν τοῦ ἐκσκουβίτου τάγ 189 ματος ἀρχὴν διέπων. ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον τὴν γενέθλιον τοῦ σωτῆρος ἡμέραν ἐκδεχόμενος διελθεῖν καὶ οὕτως αὐτὸν διαχειρίσασθαι. ἀλλά γε θείᾳ ψήφῳ καὶ δορυφόρων ξίφει κρεουργηθεὶς αὐτὸς ἐνδίκως μέσον τοῦ θείου ναοῦ τὴν πολλοὺς ἁγίους ναοὺς καὶ ψυχὰς καὶ σώματα λίαν ἀτιμάσασαν ψυχὴν ἀπορρήξας, εὐθὺς ἐπικοσμεῖται τῷ τῆς βασιλείας ὁ δεσμώτης διαδήματι, ὃς ἐν ἐλπίσιν ὢν τῆς ζωῆς τὴν στέρησιν ὑπομεῖναι στεφηφόρος ἀντὶ δεσμοφόρου καθίσταται. οὕτως οὖν καταστρέφει τὸν βέβηλον αὐτοῦ καὶ βαρβαρώδη βίον καὶ τὴν ἀνόσιον καὶ παμπόνηρον ψυχὴν ἀπορρήγνυσιν ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρηται, γενόμενος πολυστόμου μαχαίρας ἔργον πικρὸν καὶ ὀλέθριον τῆς αἰσχίστης καὶ βδελυρᾶς ζωῆς δέχεται τὴν περαίωσιν, καὶ δίκην τῶν τετολμημένων εἰσπράττεται παράδοξον καὶ ἐξαίσιον ἐν τόποις, οὓς καὶ ζῶν ὁ ἐξάγιστος καὶ τρισάθλιος κακῶς ἐβεβήλωσε, καὶ σφαγιαζόμενος αἰσχρῶς τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων ὁ πολλῶν αἱμάτων χριστιανῶν ἐμφορηθεὶς ἔχρανεν. μετὰ δὴ ταῦτα ῥακίοις εὐτελέσι καὶ τραχέσι περιβληθὲν καὶ ἀκατίῳ μικρῷ ἐμβάλλεται τὸ παμμίαρον καὶ ἀκάθαρτον αὐτοῦ σῶμα καὶ κατὰ τὴν λεγομένην Πρώτην ἐκφέρεται νῆσον καὶ κατορύττεται, οὐκ οἶδ' ἀνθ' ὅτου ταύτην κατακριθεῖσαν τὴν συμφορὰν τοσοῦτον κακὸν ὑποδέξασθαι. 48. Ὅτι Θωμᾶς ὁ ἀντάρτης ἐπὶ τούτου τοῦ Μιχαὴλ ἐφάνη ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος καὶ ἐπισυρόμενος ἐπὶ τὸ Βυζάντιον ἐκίνησε τῆς βασιλείας πανούργως καὶ παρ' ἀξίαν ἐφιέμενος. ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος δυσγενής τε καὶ ἀφανὴς πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο Κωνσταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης· κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπῄει τῇ Κωνσταντίνου πόλει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθάπερ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον καὶ πολυκέφαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν συναθροίσας καὶ ἀνειλημμένος· καὶ οἷά τις ἄλλος Σεναχειρὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ ἐξοπλισάμενος ἐμεγαλαύχει τῷ πλήθει τῶν ἑπομένων καὶ κατηλαζονεύετο. οἱ δὲ πολῖται σφοδρῶς καὶ γενναίως ἀντιπαραταττόμενοι τῇ ῥοπῇ καὶ συμμαχίᾳ τοῦ κρείττονος τειχομαχοῦντες καὶ ναυμαχοῦντες καὶ 190 πεζομαχοῦντες ἀνδρικῶς καὶ καρτερῶς ἅπαν αὐτῶν σχεδὸν τὸ φρύαγμα κατέλυσαν. τὰς γὰρ ναῦς πυρπολήσαντες καὶ τοὺς λογάδας τῶν πολεμίων τροπωσάμενοι, σκοτοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον, καὶ τὰς ἑλεπόλεις πάσας κατέφθειραν. Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανημένος ἀνόνητα πολεμῶν καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ, καὶ πρὸς τούτοις μαθών, ὡς ὁ βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν κατ' αὐτοῦ προσεκαλέσατο, παραχρῆμα τὴν πόλιν ἐάσας κατ' αὐτῶν ᾤχετο. οὓς δὴ μαχεσάμενος καὶ πολλοὺς αὐτῶν διαφθείρας εἰς Ἀρκαδιούπολιν ἑαυτὸν ἀσφαλίζεται δῆθεν τὴν κατ' αὐτοῦ πρόσβασιν καὶ ἐλάττωσιν ὑφορώμενος. ὅθεν οἱ περὶ αὐτὸν αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπάτην καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου πλησιάζουσαν πανωλεθρίαν ἤρξαντο κατὰ μικρὸν ὑποχωρεῖν καὶ ὑπορρέειν καὶ καταλιμπάνειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. ὁ δὲ Μιχαὴλ ταῦτα μεμαθηκὼς αὐτίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε, καὶ δὴ περικαθίσας βραχύν τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος, οὗ καὶ τὸν τράχηλον κατὰ τὴν ἀρχαίαν συνήθειαν πεπατηκὼς καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας καὶ οὕτως ἀνασκολοπίσας κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσι δι' αὐτοῦ κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ δύσοιστον ἐμφύλιον πόλεμον. Τέλος τῆς χρονικῆς ἱστορίας Γεωργίου μοναχοῦ. Περὶ ἐπιβουλῆς. Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν. Ε. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου. 1. Ὅτι, ἀνακάμψαντος εἰς τὴν Αἴγυπτον τοῦ Σεσοώσιος καὶ διατρίψαντος περὶ τὸ Πηλούσιον, ἑστιῶν αὐτὸν ὁ ἀδελφὸς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἐπιβουλὴν συνεστήσατο. ἀναπαυομένων γὰρ αὐτῶν ἀπὸ τῆς μέθης, ἔχων καλάμου ξηροῦ πλῆθος 191 ἐκ χρόνου παρεσκευασμένον καὶ τοῦτο νυκτὸς τῇ σκηνῇ περιθεὶς ἐνέπρησεν. ἄφνω δὲ τοῦ πυρὸς ἐκλάμψαντος, οἱ μὲν ἐπὶ τῆς θεραπείας τοῦ βασιλέως τεταγμένοι παρεβοήθουν ἀγεννῶς ὡς ἂν οἰνωμένοι, ὁ δὲ Σεσόωσις ἀμφοτέρας τὰς χεῖρας ἀνατείνας καὶ ὑπὲρ τῆς σωτηρίας τῶν παίδων καὶ τῆς γυναικὸς εὐξάμενος διεξέπεσε διὰ τῆς φλογός. σωθεὶς δὲ παραδόξως τούς τε ἄλλους θεοὺς ἐτίμησεν ἀναθήμασιν. 2. Ὅτι ἀρξάντων τῆς Αἰγύπτου ιεʹ ἔτη συνέβη τὴν βασιλείαν περιστῆναι εἰς ἕνα. Ψαμμίτιχος γὰρ εἷς τῶν ιβʹ τῶν παρὰ θάλατταν μερῶν κυριεύων Φοίνιξι καὶ Ἕλλησι τοῖς ἐμπόροις παρεῖχε καὶ ἐλάμβανεν, καὶ εὐπορίαν εἶχε μεγάλην καὶ φιλίαν πρὸς ἔθνη καὶ δυνάστας. διὰ δὲ ταῦτά φασι φθονήσαντας αὐτῷ τοὺς ἄλλους βασιλεῖς πόλεμον ἐξενεγκεῖν. ἔνιοι δὲ μυθολογοῦσιν χρησμὸν γενέσθαι, ὃς ἂν αὐτῶν πρῶτος ἐκ χαλκῆς φιάλης ἐν Μέμφει σπείσῃ τῷ θεῷ, κρατήσειν αὐτὸν πάσης Αἰγύπτου, τὸν δὲ Ψαμμίτιχον, ἐξενέγκαντος ἐκ τοῦ ἱεροῦ τῶν ἱερέων τινὸς φιάλας ιβʹ χρυσᾶς, περιελόμενον τὴν περικεφαλαίαν σπεῖσαι. ὑπειδομένους οὖν τοὺς συνάρχοντας τὸ πραχθὲν ἀποκτεῖναι μὲν αὐτὸν μὴ βουληθῆναι, φυγαδεῦσαι δὲ καὶ προστάξαι διατρίβειν ἐν τοῖς ἕλεσι τοῖς παρὰ θάλατταν. καὶ γενομένης τῆς διαφορᾶς ἐκ τῆς Καρίας ὁ Ψαμμίτιχος μισθοφόρους μεταπεμψάμενος ἐνίκησεν. 3. Ὅτι τοὺς μισθοφόρους ὁ Ψαμμίτιχος τῶν ἐγχωρίων προτιμῶν ὡς δι' αὐτῶν νενικηκώς, καὶ τοὺς μὲν μισθοφόρους εἰς τὰ δεξιὰ τάττοντος, τοὺς δὲ ἐγχωρίους κατὰ τὸ εὐώνυμον, οἱ Αἰγύπτιοι παροξυνθέντες καὶ γενόμενοι πλῆθος πλείους τῶν κʹ μυριάδων ἀπέστησαν καὶ προῆγον ἐπ' Αἰθιοπίας κεκρικότες ἰδίαν χώραν ἑαυτοῖς κατακτᾶσθαι.

Intertext edge

Open linked passage

Note