Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.22.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
16.22.1
Μέγα τί ἐστι καὶ παντοδύναμον ἐν χαρίσμασι καὶ θαυμάσιον τὸ ἅγιον πνεῦμα. λόγισαι, πόσοι καθέζεσθε νῦν, πόσαι ψυχαὶ πάρεσμεν. ἑκάστῳ προσφόρως ἐνεργεῖ, καὶ μέσον παρὸν βλέπει ἑκάστου τὸν τρόπον, βλέπει καὶ τὸν λογισμὸν καὶ τὴν συνείδησιν, καὶ τί λαλοῦμεν, καὶ τί νοοῦμεν, καὶ τί πιστεύομεν. μέγα μὲν ἀληθῶς τὸ ῥηθέν, ἀλλ' ἔτι μικρόν. βλέπε γάρ μοι, τὴν διάνοιαν φωταγωγηθεὶς ὑπ' αὐτοῦ, πόσοι εἰσὶ χριστιανοὶ τῆς παροικίας ταύτης πάσης, καὶ πόσοι τῆς ἐπαρχίας πάσης τῆς Παλαιστίνης. καὶ πλάτυνον τὸν νοῦν ἀπὸ τῆς ἐπαρχίας εἰς τὴν Ῥωμαίων πᾶσαν βασιλείαν. καὶ ἐκ ταύτης βλέπε μοι πάντα τὸν κόσμον, Περσῶν γένη καὶ Ἰνδῶν ἔθνη, Γότθους καὶ Σαυρομάτας, Γάλλους καὶ Ἱσπανοὺς καὶ Μαύρους, Λίβυας καὶ Αἰθίοπας καὶ τοὺς λοιποὺς τοὺς ἀκατωνομάστους ἡμῖν. πολλὰ γὰρ τῶν ἐθνῶν οὐδ' εἰς ὀνομασίαν ἡμῖν ἦλθεν. βλέπε μοι ἑκάστου ἔθνους ἐπισκόπους, πρεσβυτέρους, διακόνους, μονάζοντας, παρθένους καὶ λοιποὺς λαϊκούς. καὶ βλέπε τὸν μέγαν προστάτην καὶ τῶν χαρισμάτων πάροχον, ὅπως ἐν παντὶ τῷ κόσμῳ τῷ μὲν ἁγνείαν, τῷ δὲ ἀειπαρθενίαν, ἄλλῳ δὲ ἐλεημοσύνην, ἄλλῳ δ' ἀκτημοσύνην, ἄλλῳ δὲ ἀπέλασιν πνευμάτων ἀντικειμένων δίδωσιν. καὶ ὥσπερ τὸ φῶς μιᾷ τῆς ἀκτῖνος προσβολῇ καταυγάζει τὰ πάντα, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον φωτίζει τοὺς ἔχοντας ὀφθαλμούς. εἰ γάρ τις ἀβλεπτῶν μὴ καταξιοῦται τῆς χάριτος, μὴ μεμφέσθω τῷ πνεύματι, ἀλλὰ τῇ ἑαυτοῦ ἀπιστίᾳ.

Intertext edge

Open linked passage

Note