Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.31.1
Choose a text
More by Cyrillus Hierosolymitanus
—
Pg Scrape Grc
16.31.1
Τοῦτο ἐσόφισε τὴν ψυχὴν τοῦ Δανιήλ, ἵνα γένηται δικαστὴς πρεσβυτέρων ὁ νέος. κατεκρίθη Σωσάννα ἡ σώφρων ὡς ἀκόλαστος. ἔκδικος οὐκ ἦν. τίς γὰρ ἐξῃρεῖτο ἀπὸ τῶν ἀρχόντων; ἀπήγετο τὴν ἐπὶ θανάτῳ. εἰς χεῖρας ἦν λοιπὸν τῶν δημίων. ἀλλ' ὁ βοηθὸς παρῆν, ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἁγιάζον πᾶσαν νοητὴν φύσιν. δεῦρο δή μοι, φησὶ τῷ Δανιήλ, ὁ νέος ἔλεγξον πρεσβύτας νοσήσαντας τὰ νεότητος ἁμαρτήματα. γέγραπται γάρ· ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ παιδαρίου νεωτέρου. καὶ ἵνα συντόμως παρέλθωμεν, διὰ τῆς ἀποφάσεως τοῦ Δανιὴλ ἐσώθη ἡ σώφρων. μαρτυρίας ἕνεκεν ταῦτα παραφέρομεν· οὐ γὰρ ἐξηγήσεως ὁ καιρός. Ἤιδει καὶ Ναβουχοδονόσορ ὅτι ἔστιν ἐν τῷ Δανιὴλ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ πρὸς αὐτόν· Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, τοῦτο ἐγὼ ἔγνων, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. ἓν ἀληθὲς εἶπε καὶ ἓν ψεῦδος. ὅτι μὲν γὰρ ἔσχε πνεῦμα ἅγιον, ἀληθὲς ἦν, οὐκ ἦν δὲ ἄρχων τῶν ἐπαοιδῶν. οὐ γὰρ ἦν μάγος, ἀλλ' ἐκ πνεύματος ἁγίου σοφός. καὶ πρὸ τούτου δὲ συνέκρινεν αὐτῷ τὴν ὅρασιν τῆς εἰκόνος, ἣν αὐτὸς ὁ ἰδὼν οὐκ ᾔδει. εἰπέ μοι, φησί, τὴν ὅρασιν ἣν ἐγὼ ὁ ἰδὼν οὐκ οἶδα. βλέπεις ἁγίου πνεύματος δύναμιν; ὃ οἱ ἰδόντες οὐκ οἴδασιν, οἱ μὴ ἰδόντες γινώσκουσι καὶ ἑρμηνεύουσιν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).