Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.32.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
16.32.1
Καὶ ἐνῆν μὲν ἀληθῶς πάμπολλα ἐκ τῆς παλαιᾶς διαθήκης ἀναλέξαι καὶ πλατύτερον διηγήσασθαι τὰ περὶ ἁγίου πνεύματος. ἀλλ' ὀλίγος ὁ καιρός· δεῖ δὲ φείδεσθαι καὶ τοῦ συμμέτρου τῆς ἀκροάσεως. ὅθεν τοῖς ἐκ τῆς παλαιᾶς πρὸς τὸ παρὸν τέως ἀρκεσθέντες ἐπὶ τὰ λείποντα ἐκ τῆς καινῆς διαθήκης, εἰ ὁ θεὸς θέλοι, τῇ ἑξῆς κατηχήσει πάλιν ἐλευσόμεθα. Ὁ δὲ θεὸς τῆς εἰρήνης διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος πάντας ὑμᾶς τῶν πνευματικῶν καὶ ἐπουρανίων καταξιώσειε δωρεῶν. ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 17. τ Κατήχησις ἑπτακαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα. τῶν περὶ ἁγίου πνεύματος τὰ λοιπά. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης· ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note