Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 4.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
4.1.1
Μιμεῖται τὴν ἀρετὴν ἡ κακία, καὶ τὸ ζιζάνιον βιάζεται σῖτος νομισθῆναι· σχήματι μὲν πρὸς τὸν σῖτον ἐξομοιούμενον, ἐκ δὲ τῆς γεύσεως ὑπὸ τῶν διακριτικῶν ἐξελεγχόμενον. Καὶ ὁ Διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, οὐχ ἵνα ἐπανέλθῃ ὅπου καὶ ἦν· [ὥσπερ γὰρ ἄκμων, ἀνήλατον τὴν καρδίαν κτησάμενος, ἀμετανόητον λοιπὸν ἔχει τὴν προαίρεσιν] ἀλλ' ἵνα τοὺς ἰσάγγελον βίον πολιτευομένους, ἀβλεψίας σκότει, καὶ ἀπιστίας λοιμώδει περιβάλλῃ καταστάσει. Πολλοὶ λύκοι περιάγουσιν ἐν ἐνδύμασι προβάτων, προβάτων μὲν ἐνδύματα κεκτημένοι, οὐ μὴν καὶ ὄνυχας καὶ ὀδόντας· ἀλλὰ τὴν ἥμερον περικείμενοι δορὰν καὶ τῷ σχήματι τοὺς ἀκάκους ἀπατῶντες, τὴν φθοροποιὸν τῆς ἀσεβείας ἐκ τῶν ὀδόντων προσχέουσιν ἰόν. Χρεία τοίνυν θείας ἡμῖν χάριτος, καὶ νηφαλίου διανοίας καὶ βλεπόντων ὀφθαλμῶν· ἵνα μήτε τὸ ζιζάνιον ὡς σῖτον φαγόντες, ἐξ ἀγνοίας βλαβῶμεν· μήτε τὸν λύκον πρόβατον ὑπολαβόντες, θηρευθῶμεν· μήτε ἄγγελον ἀγαθὸν, τὸν ὀλεθροποιὸν Διάβολον ὑποπτεύσαντες, καταποθῶμεν. Περιέρχεται γὰρ ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ, κατὰ τὴν γραφήν. Διὰ τοῦτο ἡ Ἐκκλησία νουθετεῖ, διὰ τοῦτο τὰ παρόντα διδασκαλεῖα, διὰ τοῦτο τὰ ἀναγνώσματα γίνονται.

Intertext edge

Open linked passage

Note