Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 4.2
Choose a text
More by Cyrillus Hierosolymitanus
—
Pg Scrape Grc
4.2.1
Ὁ γὰρ τῆς θεοσεβείας τρόπος ἐκ δύο τούτων συνέστηκε, δογμάτων εὐσεβῶν, καὶ πράξεων ἀγαθῶν. Καὶ οὔτε τὰ δόγματα, χωρὶς ἔργων ἀγαθῶν εὐπρόσδεκτα τῷ Θεῷ· οὔτε τὰ μὴ μετ' εὐσεβῶν δογμάτων ἔργα τελούμενα, προσδέχεται ὁ Θεός. Τί γὰρ ὄφελος, εἰδέναι μὲν τὰ περὶ Θεοῦ δόγματα καλῶς, καὶ πορνεύειν αἰσχρῶς; τί δ' αὖ πάλιν ὄφελος σωφρονεῖν μὲν καλῶς, καὶ βλασφημεῖν ἀσεβῶς; Μέγιστον τοίνυν κτῆμά ἐστι, τὸ τῶν δογμάτων μάθημα· καὶ χρεία νηφαλίου ψυχῆς, ἐπειδὴ πολλοί εἰσιν οἱ συλαγωγοῦντες, διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Καὶ οἱ μὲν Ἕλληνες, διὰ τῆς εὐγλωττίας κατασύρουσι· Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· οἱ δὲ ἐκ περιτομῆς, διὰ τῶν θείων γραφῶν, ἃς παρεξηγοῦνται κακῶς, τοὺς προσερχομένους ἀπατῶσιν· ἐκ παιδίου μελετῶντες ἕως γήρως, καὶ ἐν ἀμαθίᾳ καταγηρῶντες. Αἱρετικῶν δὲ παῖδες, διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἀπατῶσι τὰς καρδίας τῶν ἀκάκων· ὥσπερ μέλιτι, τῇ του Χριστοῦ προσηγορίᾳ τὰ τῶν δυσσεβῶν δογμάτων ἰοβόλα συγκαλύπτοντες. Περὶ ὧν ἁπάντων ἅμα λέγει ὁ Κύριος· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Διὰ τοῦτο καὶ ἡ τῆς Πίστεως διδασκαλία, καὶ αἱ εἰς αὐτὴν ἐξηγήσεις γίνονται.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).