Didymus the Blind
De trinitate -
12.1
Choose a text
More by Didymus the Blind
—
Pg Scrape Grc
12.1
Καὶ τὸ «Ἐγὼ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς,» τοῦτο δηλοῖ· Οὐχ ἵνα τὸ τῆς ἀνθρωπότητος, φησὶ, θέλημα πράττω ἐν τῇ ἐνανθρωπήσει, ἀλλὰ τὸ τῆς θεότητος. Οὐ γάρ ἐστι θέλημα τοῦ ἀγαπητοῦ Υἱοῦ, θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς κεχωρισμένον. Ἓν γὰρ καὶ τὸ αὐτὸ θέλημά ἐστι τῇ Τριάδι. Ταύτῃ γοῦν τῇ παραδόξῳ αὐτοῦ ὑπακοῇ τῇ ἀνθ' ἡμῶν, ἔλυσε τὴν ἡμῶν ἀρχαίαν παρακοήν· καὶ ὃν τρόπον εἰς ὁμοίωσιν ἡμῶν, ὡς οἶδε καὶ ἠβουλήθη, καταβὰς ἔπαθεν· οὕτω καὶ ἡμᾶς συμμόρφους ποιήσας ἑαυτοῦ, εἰς ἀπάθειαν μετέστησεν. Ὅθεν, «Καταβέβηκα,» ἔφη· αὐθαιρετικῶς, φησιν, οὐχ ὑπουργικῶς. Καθὰ καὶ ἐν ἑτέρῳ μέρει ὁμοίως φάσκει· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς·» ὅ ἐστιν, οὐ πεμφθείς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).