Eustathius Thessalonicensis PG 135,136
Commentarii ad Homeri Odysseam i
i 500.3.1
Choose a text
More by Eustathius Thessalonicensis PG 135,136
—
Pg Scrape Grc
500.3.1
Ὅμηρον ἐλήρησαν. αὐτὸς δὲ Ὅμηρος περὶ Μενελάου λέγει, ὡς ὁ Πρωτεὺς ἔφη αὐτῷ τοιαῦτα. σοί δ' οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε Ἄργει ἐν ἱπποβότῳ θανεῖν. ἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, ἀθάνατοι πέμπουσιν ὅθι ξανθὸς Ῥαδαμάνθυς. τῇ περ, ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν. οὐ νιφετὸς, οὔτ' ἂρ χειμὼν πολλύς. ἀλλ' αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. (ῃερς. 569.) Καὶ ἡ αἰτία. μυθικὴ καὶ αὐτή. οὕνεκά φησιν ἔχεις Ἑλένην καὶ Διὸς γαμβρός ἐσσι. καὶ τοιοῦτος μὲν ὁ τοῦ μύθου λῆρος. σεμνύνων οὓς ἔδει καὶ ἐγκαλύπτεσθαι. (ῃερς. 563.) Ἡλύσιον δὲ πεδίον, περί που τὰ κατὰ δύσιν πέρατα τῆς γῆς. ὃ καὶ νῆσοι μακάρων παρὰ τοῖς ὕστερον λέγεται. νῆσοι μὲν, ὅτι περὶ τὴν ἔξω θάλασσαν εἰσίν. ὅ ἐστι, περὶ αὐτὸν τὸν Ὠκεανόν. μακάρων δὲ, διὰ τὸ τοῦ τόπου εὔδαιμον καὶ μακάριον. ὃ τοῖς πᾶσι τεθρύληται. φησὶ γοῦν καὶ ὁ γεωγράφος ὅτι τὰς τῶν μακάρων νήσους, ἴσμεν οὐ πολὺ ἄποθεν οὔσας τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων Γαδείροις εὔπνους δέ φησιν ὁ τόπος καὶ εὐάερος διὰ τὸν Ζέφυρον. λέγει δὲ, καὶ τὸν Ὅμηρον ἐμφανίζειν τὴν εὐδαιμονίαν τῶν ἑσπερίων ἀνδρῶν, πεπυσμένον ὡς εἰκὸς τὸν περὶ τοὺς τοιούτους πλοῦν. ὅπου καὶ τὸ Ἠλύσιον πεδίον ποιεῖ. ὅπερ οὕτω καλεῖσθαι δοκεῖ, διὰ τὸ ἐν αὐτῷ τὰς ψυχὰς διάγειν κατὰ μῦθον, ἀλυούσας ὅ ἐστι χαιρούσας. ἢ λελυμένας σωμάτων. τινὲς δὲ, ἀπό τινος Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς, τοῦ, ἐν ἐλευθῆρι τόπῳ, κληθῆναι εἶπον πεδίον Ἠλύσιον. ἄλλοι δὲ, ἀπὸ ἀλύτως ἔχειν τοὺς ἐκεῖ. ὅ ἐστιν ἀφθάρτως. ἀθανάτως. Ἀπίων δὲ κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα, οὕτω κληθῆναι παρὰ τὴν τοῦ Νείλου ἰλύν. ἣν πολλὴν καταφέρων ἐκεῖνος προσέχωσε τὴν κάτω χώραν κατὰ Ἡρόδοτον πᾶσαν, πάλαι ποτὲ πέλαγος οὖσαν. ὡς δῆλον φησὶν ἐκ τῶν ἐκεῖ εὑρισκομένων κογχυλίων καὶ λεπαδίων, ὡς καὶ περὶ Μέμφιν. καὶ σκοπητέον εἰ μὴ ὁ τοιοῦτος τοῦ Ἀπίωνος λόγος, διὰ τοῦ ˉι γράφει τὴν τοῦ Ἠλυσίου ἄρχουσαν, ὡς ἀπὸ τῆς ἰλύος. ὁ δ' αὐτὸς, λέγει καὶ ὅτι πείρατα γαίης ὁ ποιητὴς ἐνταῦθα φησὶν, οὐ τὰ πρὸς Ὠκεανὸν, ἀλλὰ τὰ ἐκεῖ πρὸς τῇ κατὰ Νεῖλον θαλάσσῃ. καθὰ καὶ Αἰσχύλος. εἰπών. ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. πᾶσα γὰρ ἀγχίαλος, ἐσχάτη χθονός. διὸ καὶ Μενελαΐτης νομὸς ἐκεῖ, ὡς τῆς τοιαύτης γῆς ὑπὸ Μενελάῳ ποτὲ γενομένης. Ἡρόδοτος δέ φησιν ὅτι οἱ περὶ Ὄασιν πόλιν Σάμιοι, ἀπέχουσιν ἑπτὰ ἡμερῶν ὁδὸν ἀπὸ Θηβῶν διὰ ψάμμου. ὀνομάζεται δέ φησιν ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν, μακάρων νῆσοι. οὐκ ἄρα οὖν καινὸν εἰ Σάμιοι Κυδωνίαν τὴν ἐν Κρήτῃ ἔκτισαν, οἱ καὶ εἰς βαθὺ τῆς Λιβύης οἰκήσαντες. Ὅτι δὲ καὶ περὶ Θήβας τὰς ἑπταπύλους ἐφιλοτιμήσαντό τινες νήσους μακάρων εἰπεῖν διὰ τὸ κατὰ χώραν εὔδαιμον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν ὑπομνηματισταί. (ῃερς. 564.) Τὸ δὲ ξανθὸς Ῥαδάμανθυς, πρὸς ἡδονὴν Μενελάῳ πέφρασται. ξανθὸς γὰρ καὶ αὐτός. Περὶ δὲ Ῥαδαμάνθυος ὃς ἀδελφὸς ἦν Μίνωος, εἴρηται καὶ ἀλλαχοῦ. (ῃερς. 565.) Τὸ δὲ ῥηΐστη βιοτὴ, τὴν ἔμφρονα καὶ αὐτὸ ῥᾳστώνην ἐμφαίνει τῶν ἐν ταῖς μακάρων νήσοις. γίνεται δὲ ἀπὸ τοῦ ῥᾷον, οὐ μόνον τὸ ῥήϊον καὶ ῥηΐδιον καὶ τὸ ῥᾴδιον, ἀλλὰ καὶ τὸ ῥήϊστον ὑπερθετικῶς. ἐκ μέντοι τοῦ ῥᾴδιον ῥᾳδιουργὸς κατὰ Αἴλιον Διονύσιον, ὁ κακοῦργος. καὶ ῥᾳδιουργία φησὶν, ἡ περὶ πᾶν ὀλιγωρία καὶ θρασύτης. Ξενοφῶν δὲ, καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. λέγεται δὲ καὶ ῥᾴων, ὁ ἐκ νόσου ὑγιής. καὶ ῥᾳΐζειν, τὸ ἀπὸ νόσου ἀνασφάλλειν. Τὸ δὲ ὅπου ῥηΐστη βιοτὴ καὶ οἱ ἐφεξῆς τρεῖς στίχοι, ἀγαθοῦ εἰσι τόπου ἐγκώμια. (ῃερς. 566.) Τὸ δὲ οὐ χειμὼν πολὺς, παρατετηρημένως ἔφη. πολὺς μὲν γὰρ χειμὼν οὐκ ἄν που ἴσως γένοιτο. οὐ μὴν οὐδὲ χειμὼν ἁπλῶς. οὐ γὰρ εἰκὸς ὑπεξαιρεθῆναι τὴν τοῦ χειμῶνος ὥραν, τοῦ ἐνιαυτοῦ. (ῃερς. 567.) Τὸ δὲΖεφύροιο ἀήτας, καθ' ὁμοιότητα εἴρηται τοῦ, Νότοιό τε δεινὰς ἀήτας καὶ τῶν ὁμοίων. ἀρσενικὸν μέντοι τὸ ἀήτας ἐνταῦθα. ὡς δηλοῖ τὸ, πνείοντας ἀήτας. τὸ δέ γε Νότοιό τε δεινὰς ἀήτας παρ' Ἡσιόδῳ, κατὰ θῆλυ γένος προῆκται Δωρικώτερον. Ἐν δὲ τῷ ἀναψύχειν, σημείωσαι ὅτι οὐ μόνον γόνιμον οἴεταί που τὸν Ζέφυρον ὁ ποιητὴς καὶ πολύκαρπον, εἰπὼν, Ζεφυρίη πνείουσα τὰ μὲν, φύει ἄλλα δὲ πέσσει, ἀλλὰ καὶ πρὸς ἐπίπνοιαν ζωτικὴν συντελεῖ. οὕτω δὲ καὶ Βοῤῥᾶς, ἐζώγρει που τὸν Ἕκτορα λειποθυμοῦντα, ἐπανάγων αὐτῷ τὴν ψυχήν. ὅπέρ ἐστιν, ἀναψύχων. ταυτὸν δέ πως εἰπεῖν, ψυχαγωγῶν. (ῃερς. 570.) Ὅτι κολυμβητοῦ τὸ, ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα. περὶ δὲ Πρωτέως ὁ λόγος οὗτος τῷ ποιητῇ. (ῃερς. 574.) Ὅτι δηλῶν ἑσπερινὸν ἔμβρωμα εἶναι τὸν δόρπον, φησί. δόρπον ὁπλισάμεθα, ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ. (ῃερς. 577.) Ὅτι καὶ ἐνταῦθα διασκευὴ πλόου σύντομος παρὰ Μενελάου ῥηθεῖσα, ἐν τῷ, νῆας μὲν πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δ' ἱστοὺς τιθέμεθα καὶ ἱστία. (ῃερς. 580.) Καὶ ἑξῆς ἕως τοῦ, ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Καὶ ὅρα τὸ τύπτον οὐ μόνον ὅτι ἐπὶ ἀψύχου ἐλέχθη, ἀλλὰ καὶ ὅτι ἐκ πρώτου πληθυντικοῦ προσώπου τοῦ, ἱστοὺς τιθέμεθα, εἰς τρίτον μετεκλίθη. ὅτι μὴ δὲ ἦν, τὸν βασιλέα Μενέλαον κοινωνὸν γενέσθαι καὶ τοῦ κωπηλατεῖν. οὐ μόνη δὲ ἡ πλευστικὴ διασκευὴ ἐνταῦθα ἐστενοχώρηται, ἀλλὰ καὶ τὰ ἐφεξῆς. τὰ γὰρ ἀπὸ Αἰγύπτου ἕως καὶ τοῦ εἰς τὴν Σπάρτην κατάπλου, πέντε καὶ μόνοις στίχοις ἐμπεριείληπται. (ῃερς. 581.) Ὅτι Ἀττικὸν τὸ, εἰς Αἰγύπτοιο διϊπετέος ποταμοῖο στῆσα νέας. δηλοῖ γὰρ τὸ, εἰς τὸν τόπον τοῦ Αἰγύπτου, ὅς ἐστι Νεῖλος ὡς καὶ προεῤῥέθη. ὃν Ὅμηρος μὲν, οὕτω καλεῖ. Ἡσίοδος δὲ ὡς ἂν νεώτερος, Νεῖλον ἤδη καλούμενον οἶδεν αὐτόν. περὶ οὗ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ χρήσιμά τινα γεγράπται. Ὅτι δὲ καὶ πλημύρει ἐξ ὄμβρων ὁ Νεῖλος πληρούμενος καὶ διατοῦτο διϊπετὴς καλεῖται, πρὸ ὀλίγων ἐδηλώθη καὶ αὐτό. Ὅτι θεραπείας θείας φράσις τὸ, αὐτὰρ ἐπεὶ κατέπαυσα θεοῦ χόλον αἰὲν ἐόντος. Εὐπλοίας δὲ τὸ, ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. Κεῖται δ' ἐν τούτοις καὶ ὁ τύμβος ἐπὶ κενηρίου. ἔνθα φησὶν ὁ Μενέλαος ὅτι χεῦ' Ἀγαμέμνονι τύμβον ἵν' ἄσβεστον κλέος εἴη. τουτέστι χυτὴν γῆν ἀνέστησα εἰς χῶμα πρὸς κλέος τῷ ἀδελφῷ. εἰ δέ τῳ δοκοίη κακόζηλον τὸ, ἄσβεστον κλέος, ὥσπερ καὶ τὸ, οὐδέ ποτ' ἔσβη οὖρος ἔδοξεν ἐν τοῖς πρὸ τούτων κακοζήλως λεχθῆναι, εἴποι ἄν τι καὶ εἰς τοῦτο ῥήτωρ ἀγαθὸς ἀνὴρ οἷον, ὅτι οὐ κατὰ τὴν νεκρικὴν ψυχρότητα, ἔσται καὶ τὸ ἐπὶ τῷ θανόντι βασιλεῖ κλέος, ἀλλ' αὐτὸ θερμὸν ἔσται, διὰ τὸ ἐνδιαθέτως γίνεσθαι. ἢ καὶ ὅτι τὸ οὐράνιον ἢ αἰθέριον κλέος, ἄσβεστον εἰκότως λέγοιτ' ἂν, διὰ τὸ τοῦ αἰθέρος ἔνθερμον. (ῃερς. 587.) Ὅτι Μενέλαος φιλοφρονούμενος τὸν Τηλέμαχον, φησίν. ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν. ὄφρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται. καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα. τρεῖς ἵππους. καὶ δίφρον ἐΰξοον. αὐτὰρ ἔπειτα, δώσω καλὸν ἄλεισον. οὐχ' ὡς οἰνόφλυγι, ἄλλ' ἵνα σπένδῃσθα θεῷ ἐμέθεν μεμνημένος ἤματα πάντα. Καὶ ὅρα τὸ, ἐμοῦ μεμνημένος ἤματα πάντα, εἰς ἀγαθὸν δηλαδή. οὗ μάλιστα ἐφίενται οἱ ἀγαθοί. καὶ οὕτω μὲν ὁ Μενέλαος. ὅτι δὲ ὁ Τηλέμαχος ἀπαναίνεται τοὺς ἵππους καὶ διατί, μετ' ὀλίγα εἰρήσεται. Ξυνωρίδα δέ φασι καὶ παρῄορον ἕνα ὁ βασιλεὺς τῷ Τηλεμάχῳ ὑπισχνεῖται δοῦναι, τέθριππα γὰρ οὔπω ἦσαν. (ῃερς. 589.) Τὸ δὲ δώσω δῶρα, ἐτυμολογίας τρόπος ἐστίν. (ῃερς. 594.) Ὅτι ἔπαινος εἰς ἄνδρα σοφὸν ὁδοῦ κωλύοντά τινα σπεύδοντα, τὸ, μὴ δέ με πολὺν χρόνον ἐνθάδ' ἔρυκε. καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοὶ ἀνεχοίμην ἥμενος. οὐδέ κε μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων τέρπομαι ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι. (ῃερς. 599.) Σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις, πολὺν δηλαδὴ, ὡς προσεχῶς ἔλεγεν. ὅτε μέντοι Ὀδυσσεὺς ἐν Ἰλιάδι ἔφη, μείνατ' ἐπὶ χρόνον, τὸν ὀλίγον παρεδήλου. (ῃερς. 595.) Σημείωσαι δὲ ὅτι ὁ εἰς ἐνιαυτὸν ἀνεχόμενος παρά τινι καθῆσθαι καὶ ἀκούειν ὧν λέγει, οὐ μακρὰν τοῦ τῶν Σειρήνων μέλους τὰ ἐκείνου τίθεται. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι τὸ τῆς Ἑλένης φάρμακον τὸ λαθικηδὲς ὅπερ ἐκείνη τῷ συμποτικῷ κρατῆρι ἐνέβαλεν, ἔδρασέ τι γενναῖον. οὐ γὰρ μόνον ἐφημέριος ὁ Τηλέμαχος ἐθέλει ἀνέχεσθαι ἥμενος καὶ ἀκούων τοῦ Μενελάου καὶ μὴ ἔχων πόθον οἴκου ἢ τοκήων, ἀλλὰ καὶ εἰς ἐνιαυτὸν ὑπισχνεῖται τοιοῦτος εἶναι. (ῃερς. 597.) Ἐν δὲ τῷ, μύθοισιν ἔπεσσί τε, οὐ δοκεῖ διαφορά τις εἶναι. ὡς οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, κέλομαι καὶ ἄνωγα. (ῃερς. 598.) Τὸ δὲ ἀνιάζειν ἐκ τοῦἀνιῶ καθ' ὁμοιότητα τοῦ ἀμφαγαπάζειν καὶ τῶν ὁμοίων. Ὅτι παρακλητικὸν εἰς μεγαλεῖον δώρου, τὸ δῶρον δ' ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω, τοῦτ' ἔστιν ἀπόθετόν τι. λέγει δὲ τοῦτο Τηλέμαχος, παραιτούμενος τοὺς ἵππους. ὡς καὶ ὁ πατὴρ Ὀδυσσεὺς ἐν Ἰλιάδι παρῃτήσατο τοὺς ἐκ τῆς κατασκοπῆς φασιν ἵππους. οἳ οὐκ ἂν κειμηλιωθήσονται. φησὶ γάρ. ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. εἶτα ῥητορικῶς ἐγκωμιάζων μὲν τὴν Λακωνικὴν, κατατρέχων δὲ φιλαλήθως τῆς πατρίδος καὶ οὕτω θεραπεύων τῇ συγκρίσει τὸν Λάκωνα βασιλέα χαίροντα οἷς ἐξαίρεται τὰ τῆς κατ' αὐτὸν γῆς, φησὶ. σὺ γὰρ πεδίοιο ἀνάσσεις εὐρέος, ᾧ ἐν μὲν λωτὸς πολὺς, ἐν δὲ κύπειρον, πυροί τε. ζειαί τε. ἠδ' εὐρυφυὲς κρῖ λευκόν. ἐν δ' Ἰθάκῃ, οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών. αἰγίβοτος. καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' εὐλείμων, αἵθ' ἁλὶ κεκλίαται. Ἰθάκη δέ τι καὶ περὶ πασέων. Καὶ σημείωσαι ὅτι τοῦτό ἐστιν οὗ ἕνεκεν ἡ Ἰθάκη λέγεται κραναή. (ῃερς. 608.) Ὅρα δ' ἐνταῦθα καὶ τὸ φιλάληθες τοῦ Ἰθακησίου ῥήτορος. οὐ μόνον γὰρ οὐκ ἐξῆρε τὴν Ἰθάκην, ἀλλὰ καὶ ὑπήγαγεν αὐτὴν ἐλαττώσας πρὸς τὰς ἄλλας νήσους. καὶ ὅμως, ἐπήρατον αὐτῷ τὴν αἰγίβοτον Ἰθάκην λέγει μᾶλλον τῆς ἱπποβότου, διότι κοινὸν πρὸς τὰς ἄλλας νήσους τὸ αὐτῆς δυσκλήρημα. δύναται δ' ἐνταῦθα τὸ ἱπποβότου καὶ οὐδετέρου γένους εἶναι. ἵνα λέγῃ ὅτι φίλη μοι Ἰθάκη, μᾶλλον τοῦ σοῦ ἱπποβότου Ἄργους. ἵνα ἐμφήνῃ, ὡς οὐδ' ἂν Ὀδυσσεὺς ὁ φιλόπατρις ἐπείσθη Μενελάῳ ἐκ τῆς Ἰθάκης αὐτὸν εἰς τοιοῦτον Ἄργος μετοικίζειν ἐθέλοντι. (ῃερς. 602.) Ὅρα δὲ καὶ ὅτι ἄγαλμα τοὺςἵππους ἔφη κατὰ τὴν πρὸ βραχέων ῥηθεῖσαν ἔννοιαν. (ῃερς. 603.) Τὸ δὲ, ἐν μὲν λωτὸς ἐν δὲ κύπειρον, σχῆμα Ὁμήρῳ σύνηθες. ὅμοιον τῷ, ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς καὶ τοῖς τοιούτοις. Λωτὸς δὲ, βοτάνη τις καὶ οὐχ' οἷος ὁ τοὺς λωτοφάγους παρονομάζων. καὶ κεῖται ἡ λέξις αὕτη καὶ ἐν Ἰλιάδι. δῆλον δ' ὡς ἱπποτροφοῦντος ἀνδρὸς εἴδησις τὸ, λωτὸν εἶναι τοῖς ἵπποις ἡδὺν καὶ κύπειρον καὶ πυροὺς περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, καὶ ζειὰς τὰς πρὸ ὀλίγων ῥηθείσας, καὶ κρῖ λευκὸν περὶ οὗ καὶ αὐτοῦ ἡ Ἰλιὰς δηλοῖ. ὅπερ ἀποκοπὲν ἐκ τοῦ κρίμνον, ἄλλα τέ τινα παράγει, καὶ τὸν κρίβανον. ὅς ἐστι κριθῶν βαῦνος τουτέστι κάμινος κατὰ Αἴλιον Διονύσιον. ὃς καὶ κλίβανος λέγεται καθ' ὁμοιότητα τοῦ, κεφαλαργία κεφαλαλγία. ὡς δὲ βαῦνος καὶ ἡ ἑστία λέγεται ὅ ἐστι κάμινος ἀφ' ἧς ὡς ἀλλαχοῦ ἐφάνη, καὶ ὁ βάναυσος, ἡ Δωρικὴ ἐν Πελοποννήσῳ γλῶσσα μέχρι καὶ νῦν δηλοῖ. Εὐρυφυὲς δὲ λέγει τὸ κρῖ, παρατηρημένως. ὡς τοιοῦτον ὂν κατὰ τὴν ἔκφυσιν. (ῃερς. 605.) Τὸ δὲ δρόμοι εὐρέες, τὸ χρήσιμόν ἐστιν οὗ χάριν ἐμνήσθη ἀνωτέρω τοῦ εὐρέος πεδίου. Λειμὼν δὲ καὶ νῦν, τὸ κοινότερον λεγόμενον λιβάδιον. ὃ θρέψοι ἂν ἵππους καὶ ποιήσοι γῆν ἱππόβοτον. (ῃερς. 606.) Τὸ δὲ αἰγίβοτος, ἀσυνδέτως ἔφη. ὡς οἱονεὶ λέγων, ὅτι αἰγίβοτος γάρ ἐστιν. ἡ δὲ τοιαύτη, οὐκ ἔχει λειμῶνας. (ῃερς. 608.) Τὸ δὲ νήσων αἳ ἁλὶ κεκλίαται ἤτοι περιέχονται, ἢ πρὸς διαστολὴν εἴρηται χεῤῥονήσων ὧν καὶ ἡ Πελοπόννησος περὶ ἣν ἄρτι ἐστὶν ὁ Τηλέμαχος, αἳ δὴ χεῤῥόνησοι, καὶ ἕτεραί εἰσι τῶν ἀμφιάλων νήσων. ἢ ἅλα νοητέον, τὴν ἐγγὺς τῆς Ἰθάκης. ἵνα λέγῃ, ὡς οὐδεμία νῆσος ἱππήλατος ἐκ τῶν περὶ τὴν καθ' ἡμᾶς θάλασσαν. εἰ δὲ καὶ ὡς ἴδιον πάσης νήσου τοῦτο εἶπεν, οὐ δὲ τοῦτο καινόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν μὴ θαλασσίων. πολλαχοῦ γὰρ εἰσὶ καὶ ποτάμιοι νῆσοι. (ῃερς. 609.) Ὅτι τοῦ Τηλεμάχου γοργῶς ἤδη καὶ ποικίλως καὶ ἀμφιδεξιῶς λαλήσαντος κατὰ λόγον γλυκύτητος, ὁ Μενέλαος τὸ ἀστεῖον τῆς ῥητορείας ἀποδεξάμενος, ἐμείδησέ τε ὡς εἰκὸς, καὶ χειρὶ καταρέξας, φησίν. αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. οἷ' ἀγορεύεις. εἶτα καὶ ὑπισχνούμενος ἄλλα δῶρα δοῦναι, φησί. τοιγὰρ, ἐγώ τοι ταῦτα μεταστήσω. δύναμαι γάρ. ὡς τοῦ δυναμένου, ἐκείνου καὶ δωρουμένου. πένης γὰρ οὐκ ἂν εἴη μεγαλόδωρος. δώρων δ' ὅσσ' ἐν ἐμῷ φησὶν οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμιέστατόν ἐστι. δώσω τοι κρητῆρα τετυγμένον. ἀργύρεος δέ ἐστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται. ὃ καὶ ὁ τῆς Ἑλένης ὑπόκυκλος τάλαρος εἶχεν. ἔργον δ' Ἡφαίστοιο. πόρεν δέ ἑ, φαίδιμος ἥρως Σιδονίων βασιλεὺς ὅθ' ἑὸς δόμος ἀμφεκάλυψεν, ἤγουν περιέσχε καὶ ἐσκέπασέ με. ὃ ταυτόν ἐστι τῷ, ὅτε εἰς τὸν ἐκείνου δόμον εἰσῆλθον. Καὶ ὅρα ὡς πληροῖ ἐν τούτοις ὁ Μενέλαος τὴν αἴτησιν τοῦ Τηλεμάχου. εἰπόντος. δῶρον δὲ ὃ ἄν μοι δοίης, κειμήλιον ἔστω. (ῃερς. 610.) Τὸ δὲ κατέρεξε τί ποτε δηλοῖ. καὶ ὅτι τὸ, αἵματος ἀγαθοῦ, ἀντὶ τοῦ, σπέρματος κεῖται, ἡ Ἰλιὰς ἐδήλωσε. (ῃερς. 612.) Τὸ δὲ μεταστήσω, ἀντὶ τοῦ, μεταλλάξω. μετασταθμήσω. ἢ ἀνταλλάξω. ἀντιδώσω. ἐκ μεταφορᾶς τῶν διὰ σταθμοῦ ἀντικαταλλασσόντων. (ῃερς. 613.) Τὸ δὲ δῶρον δὲ ὅσα, δύναται διχῶς γράφεσθαι. ἢ γὰρ δώσω δῶρον, ἢ δώσω τῶν δώρων τὸ τιμιώτατον. (ῃερς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).