Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 20.8.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
20.8.1
Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰσχυνόμενος, ὀλίγα μὲν προσδιαλεγόμενος, καὶ αὐτὰ δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας κατάθες λόγους· δέχεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ νυμφευτρίας ἐφθέγξατο ῥήματα, μᾶλλον δὲ οὐ νυμφευτρίας, ἀλλὰ πνευματικῆς ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολλῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλούτου μετά τινος περιόδου. Ἁπλῶς μὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως λαβόμενος, πάντα ἀνύσεις. Δόξεις γὰρ ἐν τάξει ἀπολογίας τὸ πρᾶγμα ποιεῖν, οὐχ ὡς αὐστηρός τις καὶ ἄχαρις καὶ μικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πάλιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν πλουσίαν γῆμαι καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ' ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγμα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναις γυναιξὶ καὶ τυμβωρύχοις. Διὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπιμελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία. Διὰ δὴ ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθείημεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον μετελθεῖν τοῦτον, ἀεὶ καὶ μετὰ τοῦ Χριστοῦ, καὶ μετ' ἀλλήλων ἐσόμεθα μετὰ πλείονος τῆς ἡδονῆς. Ἐγὼ πάντων τὴν σὴν ἀγάπην προτίθημι, καὶ οὐδὲν οὕτω μοι δύσκολον οὐδὲ ἐπαχθὲς, ὡς τό ποτε διενεχθῆναι πρὸς σέ· κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται· καὶ τὰ παιδία μοι ποθεινὰ τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένη ᾖς. Δεήσει δὲ καὶ σὲ ταῦτα ποιεῖν. Εἶτα παραμίγνυε καὶ τὰ ἀποστολικὰ ῥήματα, ὅτι οὕτως ὁ Θεὸς βούλεται τὴν εὔνοιαν ἡμῖν συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. Μηδεμία μικροψυχίας ἔστω πρόφασις ἡμῖν· ἐῤῥέτω χρήματα, καὶ ἀνδραπόδων πλῆθος, καὶ τιμαὶ αἱ τῶν ἔξωθεν· ἐμοὶ πάντων τοῦτο προτιμότερον. Πόσου χρυσίου, πόσων θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα τὰ ῥήματα ἔσται τῇ γυναικί; Μὴ φοβηθῇς μή ποτε ἀπονοηθῇ κατὰ σοῦ φιλουμένη, ἀλλ' ὅτι φιλεῖς ὁμολόγει. Αἱ μὲν γὰρ ἑταῖραι νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσπλεκόμεναι, εἰκότως ἂν ἐπαίροιντο κατὰ τῶν ἐραστῶν ὅταν τοιαῦτα ἀκούοιεν ῥήματα· ἐλευθέρα δὲ γυνὴ καὶ κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη τοῖς ῥήμασιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ κατακάμπτεται. Ἐνδείκνυσο δὲ τὴν πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέμενος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι' αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προτίμα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ αὐτὰ δὲ διὰ ταύτην φιλείσθω παρὰ σοῦ. Ἂν ἀγαθόν τι πράξῃ, ἐπαίνει καὶ θαύμαζε· ἂν ἄτοπόν τι καὶ οἷον νεανίσι συμβαίνει, παραίνει καὶ ὑπομίμνησκε. Ἄνω καὶ κάτω χρημάτων κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε τὸν κόσμον τὸν ἀπὸ τῆς κοσμιότητος καὶ ἀπὸ τῆς σεμνότητος, καὶ δίδασκε διηνεκῶς τὰ συμφέροντα.

Intertext edge

Open linked passage

Note