Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 20.9.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
20.9.1
Εὐχαὶ γενέσθωσαν ὑμῖν κοιναί· ἕκαστος εἰς τὴν ἐκκλησίαν προΐτω, καὶ τῶν λεγομένων καὶ τῶν ἀναγινωσκομένων ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτω ἐπὶ τῆς οἰκίας τὸ μέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασιλέων καὶ πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε αὐτὴν, ὅτι οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦσαι τῷ Θεῷ. Ἂν οὕτω τις γήμῃ, ἂν ἐπὶ τούτοις, τῶν μοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν μὴ γεγαμηκότων ὁ γεγαμηκώς. Εἰ βούλει καὶ ἄριστα ποιεῖν καὶ ἑστιάσεις ἐπιτελεῖν, μηδένα ἄσεμνον, μηδένα ἄκοσμον, ἀλλ' εἴ τινα ἅγιον πένητα εὕροις δυνάμενον ὑμῖν εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑμῶν σπουδαζέτω εὐπορωτέραν γαμεῖν, ἀλλὰ πολλῷ μᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην ἀπὸ τῶν χρημάτων εἰσελεύσεται εἰσφέρουσα ἀφορμὴν ἡδονῆς, ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν φορτικῶν ῥημάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐδέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐμὰ περίκειμαι, ἐξ ὧν οἱ γονεῖς μοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι; ἔτι τὰ σὰ περίκεισαι; καὶ τί τούτου τοῦ ῥήματος γένοιτ' ἂν ἀθλιώτερον; σῶμα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήματα ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ' ἐγένεσθε εἰς μίαν· καὶ αἱ οὐσίαι δύο, καὶ οὐ μία. Ὢ τοῦ τῶν χρημάτων ἔρωτος! εἷς ἄνθρωπος, ἓν ζῶον ἀμφότεροι γεγένησθε, καὶ ἔτι λέγεις, Τὰ ἐμά; Ἐπάρατον τοῦτο τὸ ῥῆμα καὶ μιαρὸν ἀπὸ τοῦ διαβόλου εἰσηνέχθη. Πάντα ἡμῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων ἀναγκαιότερα, καὶ ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐμὸν φῶς, ὁ ἐμὸς ἥλιος, τὸ ἐμὸν ὕδωρ· πάντα ἡμῖν κοινὰ τὰ μείζονα, τὰ δὲ χρήματα οὐ κοινά; Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον δὲ μὴ τὰ χρήματα, ἀλλ' αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρήμασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιμῶσαι. Καὶ ταῦτα μετὰ τῶν ἄλλων δίδασκε· ἀλλὰ μετὰ πολλῆς τῆς χάριτος. Ἐπειδὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν, καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐμὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐμὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆμα. Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττομεν; ὅταν ἡμῶν κατεχόντων τι ἁρπάσῃ, καὶ τὸ ἕτερον πάλιν βούληται λαβεῖν, συγχωροῦμεν καὶ λέγομεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο. Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διάνοιά ἐστι· κἂν λέγῃ, Τὰ ἐμὰ, εἰπέ· Πάντα σά ἐστι, καὶ ἐγὼ σός. Οὐκ ἔστι κολακείας τὸ ῥῆμα, ἀλλὰ πολλῆς συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυμὸν, καὶ τὴν ἀθυμίαν σβέσαι. Κολακεία γάρ ἐστιν, ὅταν τις ἀγεννές τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φιλοσοφία μεγίστη. Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό μοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Εἰ τοῦ σώματός μου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ σὺ, πολλῷ μᾶλλον τῶν χρημάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάμενος, ἔσβεσας τὴν πυρὰν, κατῄσχυνας τὸν διάβολον, δούλην ἐποίησας μᾶλλον ἀργυρώνητον, τοῖς ῥήμασι τούτοις κατέδησας αὐτήν. Ὥστε ἀφ' ὧν σὺ φθέγγῃ, δίδαξον αὐτὴν μηδέποτε λέγειν, Ἐμὸν καὶ Σόν. Καὶ μηδέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ μετὰ κολακείας, μετὰ τιμῆς, μετὰ πολλῆς ἀγάπης. Τίμα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ' ἑτέρων τιμῆς, οὐ δεήσεται τῆς παρ' ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάντων αὐτὴν προτίθει, πάντων ἕνεκεν, καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωμίαζε. Οὕτως αὐτὴν πείσεις μηδενὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν. Δίδασκε τοῦ Θεοῦ τὸν φόβον, καὶ πάντα ὥσπερ ἀπὸ πηγῆς ἐπιῤῥεύσει, καὶ μυρίων ἔσται ἡ οἰκία τῶν ἀγαθῶν γέμουσα. Ἂν τὰ ἄφθαρτα ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οἵους εἶναι χρὴ νομίζειν τοὺς παῖδας τῶν τοιούτων πατέρων; οἵους τοὺς οἰκέτας τῶν τοιούτων δεσποτῶν; οἵους τοὺς ἄλλους ἅπαντας τοὺς πλησιάζοντας; ἆρα οὐχὶ μυρίων τῶν ἀγαθῶν καὶ αὐτοὺς γέμειν συμβήσεται; Ὡς γὰρτὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθμίζονται, καὶ ταῖς ἐκείνων ἐξομοιοῦνται ἐπιθυμίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂν καὶ διδαχθῶσι, τὰ αὐτὰ φθέγγονται, ἐν τοῖς αὐτοῖς συναναστρέφονται. Ἐὰν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, τὰ πλείονα παρ' ἐκείνων παιδευθησόμεθα· καὶ οὕτω δυνησόμεθα ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα μετὰ ἀρετῆς διεξελθεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note