Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam i ad Timotheum
Timo 15.4.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
15.4.1
Ἄκουσον τί φησιν ὁ Σολομῶν, ὁ ἔργῳ πεῖραν λαβὼν τῶν παρόντων πραγμάτων· Ὠκοδόμησά μοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀμπελῶνας καὶ κολυμβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό μοι, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ποίμνια καὶ βουκόλια. Οὐδεὶς γὰρ οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐδεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεν αὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι μετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης· οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ καθ' ὑπερβολήν. Πεισθῶμεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώμεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμάζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ. Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυμίᾳ βασιλείας. Τί γὰρ, εἰπέ μοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς, φησὶ, τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωμεν, καταφρονήσωμεν τούτων. Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζειςπερὶ τὸ μηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν; Ἀλλ' ὁρᾷς οἰκοδομὰς λαμπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐμφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάμαθε τὰς λαμπρὰς οἰκοδομὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρματα μικρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀναβαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεημοσύνην ἐργαζόμενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, μᾶλλον δὲ πρὸ τῆς ἀναστάσεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκμῇ καὶ τῇ ὥρᾳ ἢ σεισμὸς κατήνεγκεν, ἢ καὶ ἐμπρησμὸς τὸ πᾶν ἐλυμήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλικίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδομαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ μὲν σαθρὰ τῷ χρόνῳ γενόμενα, τῆς γῆς τιναχθείσης, ἔμεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς μόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονομοῦντος, οἶμαι, ἵνα μὴ μέγα φρονῶμεν ἐν ταῖς οἰκοδομαῖς. Βούλει καὶ ἑτέρως μὴ ἀθυμεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδομήματα, ὧν ἴσον μετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι μετὰ τῶν ἄλλων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ' οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον μὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος τούτοις προσηλώμεθα; μέχρι τίνος τῇ γῇ προσπεπήγαμεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρβορον ἐγκαλινδούμεθα; Τὸ σῶμα ἡμῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶμεν· γεῶδές ἐστιν, ἀλλ', ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίμηκεν ἡμᾶς τιμῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡμῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δίδωμι καὶ σοὶ δημιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην μάθησιν. Ἐποίησα, φησὶν, ἐγὼ σῶμα καλόν· δίδωμι σοὶ τοῦ κρείττονος τὴν δημιουργίαν· ποίησον σὺ ψυχὴν καλήν. Εἶπον ἐγὼ, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον κάρπιμον· εἰπὲ καὶ σὺ, Ἐξαγαγέτω ἡ γῆ αὕτη καρπὸν τὸν ἴδιον, καὶ ἐξελεύσεται ὃ ἐὰν θέλῃς ἐνεργῆσαι. Ποιῶ θέρος καὶ ὁμίχλην, στερεῶ βροντὴν, καὶ κτίζω πνεῦμα, ἔπλασα δράκοντα ἐμπαίζειν αὐτῷ, τουτέστι, τὸν διάβολον. Οὐδὲ σοὶ ταύτης ἐφθόνησα τῆς ἐξουσίας· ἔμπαιξον καὶ σὺ, εἰ θέλεις· δύνασαι γὰρ ὡς στρουθίον δῆσαι αὐτόν. Ἀνατέλλω τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· μίμησαι καὶ σὺ, μετάδος τῶν σῶν καὶ ἀγαθοῖς καὶ πονηροῖς. Ὑβριζόμενος φέρω καὶ εὐεργετῶ τοὺς ὑβρίζοντας· μίμησαι καὶ σύ· δύνασαι γάρ. Εὖ ποιῶ, οὐκ ἐπὶ ἀντιδόσει· μίμησαι καὶ σὺ, καὶ μὴ εὖ ποιήσῃς ἐπὶ ἀντιδόσει, μηδὲ ἐπὶ ἀμοιβῇ. Ἀνῆψα φωστῆρας εἰς τὸν οὐρανόν· ἄναψον καὶ σὺ τούτων λαμπροτέρους, δύνασαι γάρ· τοὺς ἐν πλάνῃ φώτισον· μείζων ἡ εὐεργεσία ἐκείνη τοῦ τὸν ἥλιον ὁρᾷν τὸ ἐμὲ ἐπιγινώσκειν. Ἄνθρωπον οὐ δύνασαι ποιῆσαι, ἀλλὰ δίκαιον δύνασαι ποιῆσαι καὶ εὐάρεστον τῷ Θεῷ. Ἐγὼ τὴν οὐσίαν εἰργασάμην· σὺ καλλώπισον τὴν προαίρεσιν. Ὅρα πῶς σε φιλῶ, καὶ ἐν τοῖς μείζοσί σοι ἔδωκα τὴν ἰσχύν. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιμήμεθα· καί τινες τῶν ἀλογίστων καὶ ἀγνωμόνων λέγουσι, Διὰ τί τῆς προαιρέσεώς ἐσμεν κύριοι; Ταῦτα πάντα ὅσα διήλθομεν, ἐν οἷς δυνάμεθα μιμεῖσθαι τὸν Θεὸν, εἰ μὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡμῖν δυνατὸν μιμήσασθαι. Ἄρχω, φησὶν, ἀγγέλων ἐγὼ, καὶ σὺ διὰ τῆς ἀπαρχῆς. Ἐπὶ θρόνου κάθημαι βασιλικοῦ· καὶ σὺ συγκάθησαι διὰ τῆς ἀπαρχῆς· Συνήγειρε, φησὶν, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός. Προσκυνεῖ σε τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, πᾶσα ἡ ἀγγελικὴ δύναμις, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες διὰ τῆς ἀπαρχῆς. Μὴ κατηγόρει τοῦ σώματος, ὃ τοσαύτης ἀπολαύει τιμῆς, ὃ τρέμουσι καὶ αἱ ἀσώματοι δυνάμεις. Ἀλλὰ τί εἴπω; οὐ τούτοις τὸ φίλτρον ἐπιδείκνυμαι μόνοις, ἀλλὰ καὶ οἷς ἔπαθον. Διὰ σὲ ἐνεπτύσθην, ἐῤῥαπίσθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, καὶ πρὸς σὲ ἦλθον τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον, καὶ οὐδὲ ἀκοῦσαι βουλόμενον τὸ ὄνομά μου· κατεδίωξα καὶ ἐπέδραμον, ἵνα σε κατάσχω· ἥνωσά σε καὶ συνῆψα ἐμαυτῷ· Φάγε με, εἶπον, πίε με. Καὶ ἄνω σε ἔχω, καὶ κάτω συμπλέκομαί σοι. Οὐκ ἀρκεῖ σοι, ὅτι σου τὴν ἀπαρχὴν ἔχω ἄνω; οὐ παραμυθεῖται τοῦτο τὸν πόθον; καὶ κάτω πάλιν κατέβην, οὐχ ἁπλῶς μίγνυμαί σοι, ἀλλὰ συμπλέκομαι, τρώγομαι, λεπτύνομαι κατὰ μικρὸν, ἵνα πολλὴ ἡ ἀνάκρασις γένηται καὶ ἡ μίξις καὶ ἡ ἕνωσις. Τὰ γὰρ ἑνούμενα ἐν οἰκείοις ἕστηκεν ὅροις· ἐγὼ δὲ συνυφαίνομαί σοι. Οὐ βούλομαι λοιπὸν εἶναί τι μέσον· ἓν εἶναι βούλομαι τὰ ἀμφότερα. Ταῦτα οὖν εἰδότες, καὶ τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν, ἅπαντα πράττωμεν, ἅπερ ἂν ἡμᾶς μὴ ἀναξίους δύναται δεικνύναι τῶν μεγάλων αὐτοῦ δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note