John Chrysostom PG 47-64
In epistulam ii ad Corinthios
Cori 2.6.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
2.6.1
Ἀλλ' ἡμεῖς οὐχ οὕτως αἰτοῦμεν· ἀλλ' ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω καὶ ἐνταῦθα γενέσθαι δεόμεθα, ὥστε νεωθέντας ἐν τῷ βάθει τῆς διανοίας δέξασθαι τὰ καταβαλλόμενα, καὶ πᾶν ὅπερ ἤκουσαν μετὰ ἀκριβείας κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐτοῦ ἐν ταῖς διανοίαις αὐτοῦ. Τουτέστιν, ἵνα μὴ ἐξεπιπολῆς κέηται, ἀλλ' ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. Δείκνυσι διπλοῦν τὸ κάλυμμα· τὸ μὲν διὰ τὸ μεμυκέναι αὐτῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον. Διὸ ἀνωτέρω μὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης· τουτέστιν, ἵνα καὶ αὐτοὺς σοφοὺς ἐργάσηται καὶ ἐπιτηδείους πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ σπέρματα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος· ἄν τε ἀποκαλύψῃ, μὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται. Διὰ τοῦτο ἀμφότερα αἰτοῦμεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον. Οὐδὲ γὰρ, εἰ κόσμος κέοιτο βασιλικὸς ἄνωθεν κεκαλυμμένος, ἔσται τι πλέον ὀφθαλμῶν βλεπόντων· ὥσπερ οὖν οὐδὲ γεγυμνωμένου, τούτων μὴ ἐγρηγορότων. Ταῦτα δὲ ἀμφότερα γίνεται, ἂν ἐκεῖνοι ἕλωνται πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν δικαίους. Διὰ τούτων γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει τοῦ βαπτίσματος, δεικνὺς ὅτι οὐχ ἁμαρτημάτων ἀφέσεώς ἐστι μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ δικαιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισμὸν, καὶ ἐνάρετον πολιτείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς εἰσι προσηλωμένοι πράγμασιν. Εἰ γὰρ τοῖς ἀμυήτοιςκελευόμεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡμᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάμιλλον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν. Διὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν δογμάτων ἐπὶ τὴν πολιτείαν μεταβαίνει. Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ὅταν γὰρ γένηται δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁμαρτήματα, οἶκος γίνεται τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν ἀνθρώπινον ἔσται λοιπόν. Καὶ οὕτω γίνεται ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόμενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισμόν. Καὶ τί ποτέ ἐστι σώφρονα λογισμὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόμενος ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυμεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον πολιτείαν. Τὰ γὰρ δόγματα πολιτείας χρείαν ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισμα ἰόντες. Ἡμεῖς μὲν γὰρ εὐχόμεθα, ἵνα μετὰ τὸ βάπτισμα καὶ πολιτείαν σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας ἔρημος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ' ἀπὸ τῆς πίστεως μόνης; Ἡμεῖς δὲ καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων εὐχόμεθα σχεῖν παῤῥησίαν. Διαπαντὸς τὰ αὐτοῦ νοεῖν, τὰ αὐτοῦ φρονεῖν, τὰ αὐτοῦ μελετᾷν. Σώφρονα γὰρ λογισμὸν καὶ ἐνάρετον πολιτείαν οὐ μίαν ἡμέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦμεν μόνον, ἀλλὰ διὰ παντὸς τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴν ὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων, τὸ τὰ αὐτοῦ φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν τοῦτο ἂν γένοιτο; δεῖ γὰρ μετὰ τῆς εὐχῆς καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Ἐὰν ἐν τῷ νόμῳ αὐτοῦ καταγινώμεθα ἡμέρας καὶ νυκτός· διὸ καὶ ἐπάγει τοῦτο αἰτῶν· Ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι. Καὶ ὥσπερ ἄνω τὸ, Διαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡμέρας καὶ νυκτός. Διὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν;
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).