Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ii ad Corinthios
Cori 2.7.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
2.7.1
Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείμενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ' ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν μελετᾷν. Τοῦτο δὲ πῶς ἂν συμβαίη; Ἐκ τοῦ τῷ νόμῳ προσέχειν διηνεκῶς. Πῶς δ' ἂν πεισθείησαν ἄνθρωποι τοῦτο, Εἰ τὰς ἐντολὰς αὐτοῦ τηροῖεν· μᾶλλον δὲ ἐκ τοῦ τῷ νόμῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται· ὥσπερ οὖν καὶ ἐκ τοῦ τὰ αὐτοῦ φρονεῖν καὶ ἔνθεον ἔχειν νοῦν, τὸ τὰ αὐτοῦ μελετᾷν. Ἕκαστονγὰρ τῶν εἰρημένων καὶ συγκατασκευάζει τὸ πλησίον, καὶ συγκατασκευάζεται παρ' αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόμενον παρ' αὐτοῦ. Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Ἐπειδὴ γὰρ ἐν τῷ μακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν· Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Τί δὲ τοῦτό ἐστιν; Ἵνα ἐξέληται αὐτοὺς ἀπὸ παντὸς πονηροῦ καὶ ἀτόπου πράγματος. Ἐνταῦθα τὸ μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ τὸ πάσης ἐπιβουλῆς ἀπαλλαγῆναι αἰτοῦμεν αὐτοῖς σωματικῶν τε ὁμοῦ καὶ πνευματικῶν· διὸ καὶ ἐπάγει λέγων· Ἀπὸ παντὸς ἁμαρτήματος διαβολικοῦ, καὶ πάσης περιστάσεως τοῦ Ἀντικειμένου· τοὺς πειρασμοὺς δηλῶν καὶ τὰς ἁμαρτίας. Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ γενέσθαι παρ' ἡμῶν, ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν μὴ αὐτὸς παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καὶ μάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ, καὶ ὑπὸ τὴν ἀρχήν εἰσι τὴν αὐτοῦ. Καὶ ἴστε ταῦτα οἱ μεμυημένοι. Ἀναμνήσθητε γοῦν τῶν ῥημάτων ἐκείνων, δι' ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ κλίναντες, καὶ πρὸς τὸν Βασιλέα αὐτομολήσαντες, καὶ τὰ φρικώδη ἐκεῖνα φθεγξάμενοι ῥήματα, δι' ὧν παιδευόμεθα μηδὲν αὐτῷ καθόλου πείθεσθαι. Ἀντικείμενον δὲ αὐτὸν καλεῖ καὶ διάβολον, ἐπειδὴ καὶ Θεὸν πρὸς ἀνθρώπους διαβάλλει, καὶ ἡμᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡμᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ μὲν γὰρ τὸν Ἰὼβ πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰμ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλμούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώπων, λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωμένων, ἀλλὰ δαίμοσιν ἀφῆκε τὰ καθ' ὑμᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ σώφρονα ψυχὴν, ὅταν μὴ μνημονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, μηδὲ φυλάσσῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον λαβὼν ἄπεισιν. Ὁ γοῦν Ἀδὰμ εἰ ἐμνημόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, Ἧ ἂν ἡμέρᾳ φάγητε, τότε θανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὰ μὲν γὰρ παρόντα αἰτοῦμεν, τὰ δὲ μέλλοντα· καὶ φιλοσοφοῦμεν ὑπὲρ τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύομεν αὐτοὺς εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν γὰρ ἤδη ὁ λόγοςαὐτοὺς συνεθίζει εἰδέναι, ὅτι ἀναγέννησις τὸ πρᾶγμά ἐστι, καὶ πάλιν γεννώμεθα, ὥσπερ ἀπὸ τῆς μήτρας, οὕτως ἀπὸ τῶν ὑδάτων· ἵνα μὴ λέγωσι κατὰ τὸν Νικόδημον, Πῶς δύναταί τις γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁμαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦται λέγων· Τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόμενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, πάντα τὸν βίον αὐτῶν. Ἐνταῦθα δὲ καὶ σωματικόν τι αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιμῷ εἶναι, ὡς τὸ μὴ ἐξ οὐρίας τὰ πράγματα αὐτοῖς φέρεσθαι. Διὰ δὴ τοῦτο καὶ τούτους ἀφίησιν ἐμφιλοχωρεῖν ταῖς αἰτήσεσι ταῖς σωματικωτέραις, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν μεμνημένος εὐλογιῶν· ὁ μὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι γῆν· ὁ δὲ Παῦλος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐτῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς μέτρον ἡλικίας ἀγαγὼν σοφίσῃ.

Intertext edge

Open linked passage

Note