John Chrysostom PG 47-64
In epistulam ii ad Corinthios
Cori 2.8.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
2.8.1
Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις. Εἶτα τὸ ὕστερον καθόλου πνευματικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα τὰ προκείμενα πρὸς τὸ συμφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείμενα, ἀλλὰ πρὸς τὸ συμφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδημία, ἀλλ' οὐ συμφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν. Ἀπὸ τούτων παιδεύονται ἐν πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, ὡς συμφερόντως γινομένοις. Καὶ μετὰ ταῦτα πάντα ἐγείρεσθαι κελεύει λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας. Τὰ μὲν γὰρ ἡμεῖς λέγομεν, τὰ δὲ αὐτοῖς ἐπιτρέπομεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες τοῦ αἰτεῖν· καθάπερ τοὺς παῖδας πρότερον μὲν αὐτοὶ διδάσκομεν, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν φθέγγεσθαι κελεύομεν λέγοντες· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε, οἱ κατηχούμενοι. Ἔστι γὰρ ἄγγελος κόλασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής. Διὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύομεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσμος τῶν ἀγαθῶν, εἰρήνη, τοῦτο ζητεῖν, ὥστε πάσης ἀπηλλάχθαι μάχης, παντὸς πολέμου, πάσης στάσεως. Εἰρηνικὰ ὑμῖν πάντα τὰ προκείμενα. Κἂνγὰρ φορτικὸν ᾖ τι, εἰρήνην δὲ ἔχῃ, κοῦφόν ἐστι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος. Εἰρηνικὴν τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑμῶν τὰ τέλη· τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὸ καλὸν καὶ τὸ συμφέρον. Ὃ γὰρ μὴ καλὸν, οὐδὲ συμφέρον. Ἄλλη γὰρ παρ' ἡμῖν τῶν συμφερόντων ἡ φύσις παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν. Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω γὰρ τῶν ὑπὲρ ἑτέρων αὐτοῖς ἐπιτρέπομεν, ἀλλ' ἀγαπητὸν ὑπὲρ αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες εὐχὴν ἀπηρτισμένην, καὶ δογμάτων ἕνεκεν καὶ πολιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωμεν, ὅταν ἔνδυμα ἀφθαρσίας, ὅταν λουτρὸν παλιγγενεσίας, τὰ δόγματα εἴπομεν πάντα· ὅταν νοῦν ἔνθεον, ὅταν σώφρονα λογισμὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαμεν, τὴν πολιτείαν ᾐνιξάμεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύομεν, τεκμήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούμενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης αὐτῷ προσάγομεν τῷ Βασιλεῖ τὰς κεφαλὰς τῶν παρεστώτων. Καὶ ἐπιβοῶσιν ἅπαντες τὸ, Ἀμήν. Ταῦτα δέ μοι πάντα τίνος ἕνεκεν εἴρηται; Ἵνα διδάξω ὅτι τὸ ἑτέρων δεῖ ζητεῖν, ἵνα μὴ νομίσωσιν οἱ πιστοὶ μηδὲν εἶναι πρὸς αὐτοὺς, ὅταν ταῦτα λέγηται. Οὐ γὰρ δὴ τοῖς τοίχοις ὁ διάκονος λέγει· Δεηθῶμεν ὑπὲρ τῶν κατηχουμένων. Ἀλλά τινες οὕτως εἰσὶν ἀνόητοι καὶ βλᾶκες καὶ διαλελυμένοι, ὡς μὴ μόνον ἐν τῷ καιρῷ τῶν κατηχουμένων, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν πιστῶν ἑστάναι καὶ διαλέγεσθαι. Ἐντεῦθεν πάντα διέστραπται, ἐντεῦθεν πάντα ἀπόλωλεν, ὅτι ἐν τῷ καιρῷ, ἐν ᾧ μάλιστα δεῖ τὸν Θεὸν καταλλάττειν, ἐν τούτῳ παροξύνοντες ἄπιμεν. Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ. Ὅταν οὖν οἱ τοσαύτην ὀφείλοντες ἔχειν παῤῥησίαν, ὡς ὑπὲρ ἀλλοτρίων δεῖσθαι, μηδὲ ὑπὲρ ἑαυτῶν νήφοντες προσευχώμεθα, τίς ἡμῖν ἡ ἀπολογία; ποία συγγνώμη; Διὸ δὴ παρακαλῶ ταῦτα πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς, καὶ μεταρσίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνηθῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).