John Chrysostom PG 47-64
In Matthaeum
Matt 8.3.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
8.3.1
Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ οὐκ ἐσκανδαλίσθη, οὐδὲ εἶπεν· Αἴνιγμα τὸ πρᾶγμά ἐστιν· οὐ πρώην ἔλεγες, ὅτι σώσει τὸν λαὸν αὐτοῦ; καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει, ἀλλὰ φυγῆς ἡμῖν χρεία, καὶ ἀποδημίας, καὶ μακρᾶς μεταστάσεως· ἐναντία τῇ ὑποσχέσει τὰ γινόμενα. Ἀλλ' οὐδὲν τούτων λέγει· πιστὸς γὰρ ἦν ὁ ἀνήρ· οὐδὲ περιεργάζεται τῆς ἐπανόδου τὸν χρόνον, καὶ ταῦτα τοῦ ἀγγέλου ἀδιορίστως αὐτὸν τεθεικότος· Ἕως γὰρ ἂν εἴπω σοι, ἴσθι ἐκεῖ. Ἀλλ' ὅμως οὐδὲ πρὸς τοῦτο ἐνάρκησεν, ἀλλ' ὑπακούει καὶ πείθεται, πάντας μετὰ χαρᾶς τοὺς πειρασμοὺς ὑπομένων. Καὶ γὰρ ὁ φιλάνθρωπος Θεὸς τοῖς ἐπιπόνοις τούτοις καὶ ἡδέα ἀνέμιξεν· ὅπερ καὶ ἐπὶ πάντων τῶν ἁγίων ποιεῖ, οὔτε τοὺς κινδύνους, οὔτε τὰς ἀνέσεις συνεχεῖς τιθεὶς, ἀλλὰ καὶ διὰ τούτων καὶ δι' ἐκείνων ὑφαίνων τὸν τῶν δικαίων βίον. Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε· σκόπει γάρ. Εἶδε κύουσαν τὴν Παρθένον· εἰς ταραχὴν αὐτὸν ἐνέβαλε τοῦτο, καὶ τὸν ἔσχατον θόρυβον· ἐπὶ μοιχείᾳ γὰρ τὴν κόρην ὑπώπτευεν· ἀλλ' εὐθέως ἐπέστη ὁ ἄγγελος, τήν τε ὑποψίαν λύων, καὶ τὸν φόβον ἀναιρῶν τοῦτον· καὶ τὸ παιδίον τεχθὲν ὁρῶν, χαρὰν ἐκαρπώσατο μεγίστην. Πάλιν τὴν χαρὰν ταύτην κίνδυνος οὐ μικρὸς διαδέχεται, τῆς πόλεως ταραττομένης, καὶ τοῦ βασιλέως μαινομένου, καὶ τὸν τεχθέντα ἐπιζητοῦντος. Ἀλλὰ τὸν θόρυβον τοῦτον ἑτέρα πάλιν διεδέξατο χαρά· ὁ ἀστὴρ, καὶ ἡ τῶν μάγων προσκύνησις. Πάλιν μετὰ τὴν ἡδονὴν ταύτην φόβος 57. 86 καὶ κίνδυνος· Ζητεῖ γὰρ, φησὶν, Ἡρώδης τὴν ψυχὴν τοῦ παιδίου· καὶ δεῖ φυγεῖν καὶ μεθίστασθαι ἀνθρωπίνως. Θαυματουργεῖν γὰρ τέως οὐκ ἔδει. Εἰ γὰρ ἐκ πρώτης ἡλικίας θαύματα ἐπεδείξατο, οὐδ' ἂν ἐνομίσθη ἄνθρωπος εἶναι. Διά τοι τοῦτο οὐδὲ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται, καὶ ἐννεαμηνιαῖος χρόνος, καὶ ὠδῖνες, καὶ τόκος, καὶ γαλακτοτροφία, καὶ διὰ παντὸς ἡσυχία τοῦ χρόνου, καὶ ἀναμένει τὴν ἀνδράσι πρέπουσαν ἡλικίαν· ἵνα διὰ πάντων εὐπαράδεκτον γένηται τῆς οἰκονομίας τὸ μυστήριον. Τίνος οὖν ἕνεκεν καὶ ταῦτα τὰ σημεῖα ἐγένετο, φησὶν, ἐξ ἀρχῆς; Διὰ τὴν μητέρα, διὰ τὸν Ἰωσὴφ, διὰ τὸν Συμεὼν μέλλοντα ἀπιέναι λοιπὸν, διὰ τοὺς ποιμένας, διὰ τοὺς μάγους, διὰ τοὺς Ἰουδαίους. Εἰ γὰρ ἐβούλοντο προσέχειν μετὰ ἀκριβείας τοῖς γινομένοις, οὐ μικρὰ καὶ ἐντεῦθεν ἂν πρὸς τὰ μέλλοντα ἐκαρπώσαντο. Εἰ δὲ μὴ λέγουσιν οἱ Προφῆται τὰ περὶ τῶν μάγων, μὴ θορυβηθῇς· οὔτε γὰρ πάντα προεῖπον, οὔτε πάντα ἐσιώπησαν. Ὥσπερ γὰρ τὸ μηδὲν ἀκούσαντας ἰδεῖν παραγινόμενα τὰ πράγματα, πολλὴν ἐποίει τὴν ἔκπληξιν καὶ τὸν θόρυβον· οὕτω καὶ τὸ πάντα μαθεῖν καθεύδειν παρεσκεύαζε τὸν ἀκροατὴν, καὶ τοῖς εὐαγγελισταῖς οὐδὲν ἠφίει πλέον. Εἰ δὲ περὶ τῆς προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες, τὸ, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, ἐπ' αὐτῶν εἰρῆσθαι· εἴποιμεν ἂν πρὸς αὐτοὺς, ὅτι καὶ οὗτος προφητείας νόμος, τὸ πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ' ἄλλων, πληροῦσθαι δὲ ἐφ' ἑτέρων, οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστί· Διαμεριῶ γὰρ αὐτοὺς, φησὶν, ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Καίτοιγε οὐκ ἐπ' αὐτῶν τοῦτο γέγονεν, ἀλλ' ἐπὶ τῶν ἐγγόνων· καὶ τὸ ἐπὶ τοῦ Χαναὰν δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη. Καὶ τὸ ἐπὶ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἂν συμβάν· αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι, Γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνησάτωσάν σε οἱ υἱοὶ τοῦ πατρός σου, οὐκ ἐπ' αὐτοῦ τέλος ἔσχον, (πῶς γὰρ, τοῦ δεδοικότος καὶ τρέμοντος, καὶ μυριάκις αὐτὸν προσκυνοῦντος;) ἀλλ' ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν. Τίς γὰρ ἀληθέστερος Υἱὸς Θεοῦ λεχθείη; ὁ μόσχον προσκυνῶν, καὶ τῷ Βεελφεγὼρ τελούμενος, καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις, ἢ ὁ φύσει Υἱὸς, καὶ τὸν γεγεννηκότα τιμῶν; Ὥστε εἰ μὴ παρεγένετο οὗτος, οὐκ ἂν ἡ προφητεία τέλος ἔλαβε τὸ προσῆκον.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).