John Chrysostom PG 47-64
In Matthaeum
Matt 81.2.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
81.2.1
Ταῦτα δὲ οὐχ ἁπλῶς παρατρέχειν δεῖ, ἀλλ' ἐμπεπηγέναι ἡμῶν ταῖς διανοίαις, καὶ οὐκ ἄν ποτε χώραν σχοίη θυμός. Τίς γὰρ ἐννοῶν τὸ δεῖπνον ἐκεῖνο, καὶ τὸν προδότην κατακείμενον μετὰ τοῦ πάντων Σωτῆρος, καὶ τὸν προδίδοσθαι μέλλοντα οὕτως ἐπιεικῶς διαλεγόμενον, οὐκ ἂν πάντα ἰὸν ἐκβάλοι θυμοῦ καὶ ὀργῆς; Ὅρα γοῦν πῶς πράως αὐτῷ προσφέρεται. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθώς ἐστι γεγραμμένον περὶ αὐτοῦ. Ταῦτα δὲ πάλιν καὶ τοὺς μαθητὰς ἀνακτώμενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ὅρα πάλιν ἐν τοῖς ἐλέγχοις ἄφατον τὴν πραότητα. Οὐδὲ γὰρ ἐνταῦθα καταφορικῶς, ἀλλ' ἐλεεινότερον μᾶλλον τὸν λόγον προσάγει, καὶ συνεσκιασμένως πάλιν· καίτοιγε οὐχ ἡ ἔμπροσθεν μόνον ἀναισθησία, ἀλλὰ καὶ ἡ μετὰ ταῦτα ἀναισχυντία ἀξία τῆς ἐσχάτης ἀγανακτήσεως ἦν. Μετὰ γὰρ τὸν ἔλεγχον τοῦτόν φησι· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ τῆς ἀναισθησίας! Ἐξετάζει συνειδὼς ἑαυτῷ τοιαῦτα. Καὶ γὰρ ὁ εὐαγγελιστὴς θαυμάζων αὐτοῦ τὴν ἰταμότητα, τοῦτό φησι. Τί οὖν ὁ πραότατος καὶ ἡμερώτατος Ἰησοῦς; Σὺ εἶπας. Καίτοιγε ἐνῆν εἰπεῖν· Ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγὲς καὶ βέβηλε· τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν, καὶ συμβόλαια σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ' ἐμοῦ δὲ διελεγχθεὶς, ἔτι τολμᾷς ἐρωτᾷν; Ἀλλ' οὐδὲν τούτων εἴρηκεν· ἀλλὰ πῶς; Σὺ εἶπας· ὅρους ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. Ἀλλ' ἐρεῖ τις· Καὶ μὴν εἰ γέγραπται παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας; τὰ γὰρ γεγραμμένα ἐποίησεν. Ἀλλ' οὐ ταύτῃ τῇ γνώμῃ, ἀλλὰ διὰ πονηρίαν. Εἰ δὲ μὴ τὸν σκοπὸν ἐξετάζοις, καὶ τὸν διάβολον ἀπαλλάξεις τῶν ἐγκλημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μυρίων γὰρ ἄξιοι κολάσεων καὶ οὗτος κἀκεῖνος, εἰ καὶ ἡ οἰκουμένη ἐσώθη. Οὐδὲ γὰρ ἡ προδοσία τοῦ Ἰούδα τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ἀλλ' ἡ τοῦ Χριστοῦ σοφία, καὶ τῆς αὐτοῦ εὐμηχανίας τὸ εὔπορον, ταῖς ἑτέρων πονηρίαις εἰς τὸ ἡμῖν συμφέρον ἀποχρωμένου. Τί οὖν; φησίν· εἰ καὶ Ἰούδας μὴ προὔδωκεν, ἕτερος οὐκ ἂν προὔδωκε; Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; Ὅτι εἰ σταυρωθῆναι ἔδει τὸν Χριστὸν, φησὶ, διά τινος ἔδει· εἰ δὲ διά τινος ἔδει, δι' ἀνθρώπου πάντως τοιούτου. Εἰ δὲ πάντες ἦσαν ἀγαθοὶ, ἐνεποδίσθη ἂν ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μὴ γένοιτο! Αὐτὸς γὰρ ὁ πάνσοφος ᾔδει πῶς οἰκονομήσει τὰ ἡμέτερα, καὶ τούτου συμβάντος· εὔπορος γὰρ αὐτοῦ ἡ σοφία καὶ ἀκατάληπτος. Διὰ γὰρ τοῦτο ἵνα μή τις νομίσῃ, ὅτι οἰκονομίας ὑπηρέτης ἐγένετο, ταλανίζει τὸν ἄνθρωπον. Ἀλλ' ἐρεῖ τις πάλιν· Καὶ εἰ καλὸν ἦν τὸ μὴ γεννηθῆναι αὐτὸν, τίνος ἕνεκεν εἴασεν εἰς μέσον ἐλθεῖν, καὶ τοῦτον καὶ τοὺς πονηροὺς ἅπαντας; Δέον σε τοῖς πονηροῖς ἐγκαλεῖν, ὅτι κύριοι ὄντες μὴ γενέσθαι τοιοῦτοι, γεγόνασι πονηροὶ, σὺ δὲ τοῦτο ἀφεὶς, πολυπραγμονεῖς τὰ τοῦ Θεοῦ, καὶ περιεργάζῃ· καίτοι εἰδὼς, ὡς οὐκ ἀνάγκῃ τίς ἐστι πονηρός. Ἀλλὰ τοὺς ἀγαθοὺς ἔδει γενέσθαι μόνους, φησὶ, καὶ γεέννης οὐκ ἦν χρεία, οὐδὲ κολάσεως καὶ τιμωρίας, οὐδὲ κακίας ἴχνος· τοὺς δὲ πονηροὺς ἢ μὴ γενέσθαι, ἢ γενομένους εὐθέως ἀπελθεῖν. Πρῶτον μὲν οὖν ἄξιον πρὸς σὲ εἰπεῖν τὸ ἀποστολικόν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Εἰ δὲ καὶ λογισμοὺς ἀπαιτεῖς, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι μειζόνως θαυμάζονται οἱ ἀγαθοὶ μεταξὺ πονηρῶν ὄντες· καὶ γὰρ ἡ ἀνεξικακία καὶ ἡ πολλὴ φιλοσοφία αὐτῶν τότε μάλιστα δείκνυται. Σὺ δὲ ὑπόθεσιν ἀναιρεῖς παλαισμάτων καὶ ἀγώνων, ταῦτα λέγων. Τί οὖν; ἵνα οὗτοι καλοὶ φανῶσι, κολάζονται ἕτεροι; φησί. Μὴ γένοιτο! ἀλλὰ διὰ τὴν ἑαυτῶν πονηρίαν. Οὐδὲ γὰρ ἐπειδὴ παρήχθησαν, γεγόνασι πονηροὶ, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· διὸ καὶ κολάζονται. Πῶς γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι, τοσούτους διδασκάλους ἔχοντες ἀρετῆς, καὶ μηδὲν ἐντεῦθεν κερδαίνοντες; Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι, καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι, δυνάμενοι γενέσθαι καλοί (καὶ δηλοῦσιν οἱ γενόμενοι)· καὶ ὅτι οὐδὲν ἀπὸ τῶν ἀγαθῶν ἐκέρδαναν. Ἀλλ' ἴδωμεν τί φησιν ὁ δείλαιος οὗτος διελεγχόμενος παρὰ τοῦ διδασκάλου. Τί οὖν φησι; Μήτι ἐγώ εἰμι, Ῥαββί; Καὶ διατί μὴ ἐξ ἀρχῆς τοῦτο ἠρώτησεν; Ἐνόμισε λανθάνειν τῷ εἰρῆσθαι, Εἷς ἐξ ὑμῶν· ὅτε δὲ αὐτὸν δῆλον ἐποίησεν, ἐτόλμησε πάλιν ἐρέσθαι, τῇ ἐπιεικείᾳ τοῦ Διδασκάλου θαῤῥῶν, ὡς οὐκ ἐλέγξοντος αὐτόν. Διὰ τοῦτο γοῦν καὶ Ῥαββὶ ἐκάλεσεν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).