John Chrysostom PG 47-64
In sanctum pascha sermo 7
7 28.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
28.1
Ἠβουλήθη γάρ, ἐπείπερ καὶ χρόνον καθαρώτατον ὑπεστή σατο ἐπὶ τῇ τοῦ πρώτου ἀνθρώπου πλάσει, οὗτος δὲ ὁ πρῶτος χρόνος ἐμολύνθη διὰ τῆς παραβάσεως σὺν αὐτῷ τῷ παραβάντι φθαρεὶς καὶ μεμολυσμένον λοιπὸν τὸν ἑξῆς αἰῶνα ἀπέδειξεν, αὐτὸν τὸν πρῶτον χρόνον ἐπὶ τῷ κατορ θώματι τοῦ ἀνθρώπου παραλαβεῖν, ἵνα σὺν τούτῳ τῇ ἐκ τοῦ πάθους καθάρσει καὶ τὸν ἑξῆς αἰῶνα ἐκ κορυφῆς καθαρώτερον ἀποφήνειεν, ἵνα ἐν ταὐτῷ τὰ πάντα δείξειε καὶ τὴν τοῦ ἀνθρώπου ἀνανέωσιν καὶ τὴν τοῦ αἰῶνος καθαρότητα, καὶ τὸν διορθωτὴν καὶ δημιουργὸν τῆς φύσεως ἐξ αὐτῶν τῶν χρονικῶν συμβόλων σαφῶς ἀποδείξειεν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).