Macarius of Egypt
Homiliae 7
7 53.14.1
Choose a text
More by Macarius of Egypt
—
Pg Scrape Grc
53.14.1
καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα· ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ' ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει. οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ παραστήσαντες.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).