Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Macarius of Egypt
Homiliae 7
7 53.15.1
Choose a text More by Macarius of Egypt
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
53.15.1
ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς. τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα· οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί. ὁ γὰρ κόσμος οὗτος, τοῦ ἀληθι νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει· πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ' ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι· τὸ δὲ πᾶν αὐτὸς ὁ θεὸς καταρτίζει ἐν ἀληθείᾳ.

Intertext edge

Open linked passage

Note