Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Macarius of Egypt
Homiliae 7
7 53.16.1
Choose a text More by Macarius of Egypt
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
53.16.1
τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξωθεν ἤτοι τὰς πονηρὰς δυνάμεις ἔνδοθεν, καὶ πάσης συνηθείας καὶ προλήψεως ἀπαλλαγῆναι. τοῦτον τὸν ἀγῶνα καὶ τὸν σκοπὸν ἔχοντες οἱ πατέρες τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν ἠδυνήθησαν εὐαρε στῆσαι· κἂν γὰρ ἐν τοῖς φαινομένοις γυναῖκας καὶ τέκνα καὶ χρήματα ἐκέκτηντο, ἀλλ' ὁ νοῦς αὐτῶν ἀνώτερος ἦν τοῦ κόσμου· ὅθεν εἰς δοκιμα σίας καὶ πειρατήρια εἰσελθόντες ἠνδραγάθησαν, καὶ οὐδὲν ἐλύπει αὐτοὺς ἡ ἀφαίρεσις πάντων τῶν φαινομένων, ἐπειδὴ ἐκέκτηντο τὸ μέγα καὶ ἀληθινὸν κτῆμα, τὴν εἰς θεὸν πεποίθησιν, ὡς ὁ Ἰὼβ πάσης τῆς φαινομένης ἐλπίδος ἐρημωθεὶς καὶ τὸ σῶμα τραυματισθεὶς ἐνίκησε μόνῃ τῇ πρὸς θεὸν ἀγάπῃ· ἐκεῖ γὰρ μεταφέρων τὴν ἔννοιαν ἀνώτερος πάντων ἐγίνετο. οὕτω καὶ ἡμεῖς μεγαλοψύχως πάντα τὰ ἀπαντῶντα καρτερεῖν καὶ ὑπομένειν ὀφείλομεν, τῇ πρὸς θεὸν ἀγάπῃ τετρωμένοι.

Intertext edge

Open linked passage

Note