Historiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-bryennius" aria-label="More works by Nicephorus Bryennius">
—
Original / primary: Pg Scrape Grc
3.2.1
Τούτων οὕτως γινομένων ὁ βασιλεὺς Μιχαὴλ εἰς δέος ἐκπέπτωκε μέγα καὶ ἐσκέπτετο κοινωνόν τινα προσλαβέσθαι καὶ τὴν δευτέραν αὐτῷ ἀπονεῖμαι τιμήν, φημὶ δὴ τὴν τοῦ καίσαρος. Ἐπεὶ δὲ τὸ συγγενὲς αὐτοῦ ἅπαν καθῄρητο, πρὸς τῶν ἐν τέλει τοὺς στρατηγικωτάτους ἀπέβλεψε καὶ ἐζήτει καθ' ἑαυτὸν μετὰ τῶν περιοικιδίων τὸν πείρᾳ πραγμάτων καὶ φρονήσει καὶ ἀρετῇ τῶν ἄλλων πλεονεκτοῦντα. Ὡς δὲ πᾶσιν ἐδόκει τοῖς περὶ αὐτὸν καὶ αὐτῷ τῷ λογοθέτῃ τοιοῦτος εἶναι ὁ Βρυέννιος Νικηφόρος, οὗ πρόσθεν ἡ ἱστορία ἐμνήσθη, τὰ πρὸς τὸν Θεὸν πιστός, τὰ πρὸς φιλίαν βέβαιος δεινός τε ὑπαισθέσθαι τὸ μέλλον καὶ προφυλάξασθαι στρατηγῆσαί τε κατ' ἐχθρῶν δοκιμώτατος, εὐθὺς γράμμασι βασιλικοῖς ἐξ Ὀδρυσῶν μετεπέμπετο. Πρὸ τοῦ δὲ τοῦτον τὸν ἄνδρα εἰς τὴν βασιλίδα ἐπανελθεῖν κοινοῦται ὁ βασιλεὺς τὸν λόγον τινὶ τῶν τῆς συγκλήτου βουλῆς, καθ' αἷμα τούτῳ μητρόθεν προσήκοντι· ὁ δρουγγάριος οὗτος ἦν Κωνσταντῖνος, ὁ τοῦ τῆς πα τριαρχίας τὸν θρόνον ἰθύναντος πάλαι Μιχαὴλ ἀδελφιδοῦς, ὃς ἐπεκέκλητο Κηρουλλάριος. Ὁ δ' ἀκούσας βαρέως ἔφερε τὰ λεχθέντα· πάλαι γὰρ ἦν ὀνειροπολῶν τὴν βασιλείαν. Ἀπαιτούμενος οὖν γνώμην εἰσαγαγεῖν ἔφησε τὸν μὲν ἄνδρα γινώσκειν καὶ ἐπαινεῖν, τὴν δὲ περὶ αὐτοῦ σκέψιν τε καὶ βουλὴν οὐ πάνυ τι ἐπαινεῖν," ἀλλ' ἤτοι, φησί, καὶ τῆς βασιλικῆς ἀρχῆς ὑπεκστῆναί σε ἑκουσίως τούτῳ χρή, ἀνδρὶ ὄντι γενναίῳ καὶ δραστηρίῳ καὶ ῥέκτῃ, ἢ εἰ μὴ ἄκων βούλοιο τοῦτο παθεῖν, τοῦ τὸ κοινωνὸν αὐτὸν λαβέσθαι σκέμματος ἀποστῆναι". Ταῦτ' εἴρηκε καὶ εἰς δέος μέγα τὸν βασιλέα ἐνέβαλε καὶ ἄλλως δειλόν τε ὄντα καὶ τὴν ἑαυτοῦ σκιὰν ὑποπτήσσοντα, ὅ φασιν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).