Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historiae
Nicephorus BryenniusHist 4.2.1 · pg-scrape-grcMore by Nicephorus Bryennius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/nicephorus-bryennius" aria-label="More works by Nicephorus Bryennius">
More
Original / primary: Pg Scrape Grc
4.2.1
Ὁ δὲ Βρυέννιος ἐν Ὀδρυσοῖς διάγων καὶ τὰ κατὰ τὸν βασιλέα Μιχαὴλ πυθόμενος καὶ τὴν κατ' ἐκείνου στάσιν τῆς πόλεως, τὸ Μακεδονικὸν καὶ Θρᾳκικὸν στράτευμα συλλεξάμενος ὅλον, ἐπαγόμενος καὶ συμμάχους, ἐξώρμα πρὸς τὸ Βυζάντιον. Ἀλλὰ μαθὼν ὁ Βοτανειάτης καὶ δείσας μὴ μετὰ τοσαύτης δυνάμεως πλησιάσας τῇ πόλει ἐκπεσεῖν αὐτὸν παρασκευάσει τῆς βασιλείας πρὸ τοῦ ταύτην σχεδὸν ἐνιδρυνθῆναι, τέως μὲν πρέσβεις ἐδόκει πέμπειν πρὸς ἐκεῖνον τοὺς περὶ διαλλαγῶν καὶ ξυμβάσεων ὁμιλήσοντας· εἶτα τὸν Κομνηνὸν Ἀλέξιον υἱοθετηθέντα τῇ βασιλίδι Μαρίᾳ δομέστικον τῶν Σχολῶν ἀποδείξας τῆς δύσεως ηὐτρέπιζε πέμπειν πρὸς ἀντιπαράταξιν. Στρατεύματος δ' ἀπορῶν οἰκείου διεπέμπετο πρὸς τοὺς τῶν Τούρκων ἐξάρχοντας ἐν Νικαίᾳ τῆς Βιθυνίας διατρίβοντας· ἤστην δὲ τούτω Μασοὺρ καὶ Σολυμάν, οἱ τοῦ Κουτλουμοῦς παῖδες, καὶ αὐτίκα ἐκεῖνοι συμμάχους ἐξέπεμπον οὐκ ἐλάττονας δισχιλίων καὶ κατὰ πόδας ἑτέρους ηὐτρέπιζον. Μήπω δὲ τῶν συμμάχων φθασάντων, ἐδόκει τοὺς πρέσβεις ἀπιέναι καὶ ἐπέμποντο ὅ τε Χοιροσφάκτης Κωνσταντῖνος εἰς προέδρους τότε τέλων, ἀνὴρ νουνεχής τε καὶ λόγιος καὶ πᾶσι κομῶν τοῖς καλοῖς ὁπόσα πολιτικὸν ἄνδρα κοσμοῦσι, καὶ ὁ Στραβορωμανός, ὃς ἐκ Πενταπόλεως ὥρμητο τῆς Φρυγίας, ἀνὴρ δεινὸς καὶ δραστήριος, τὸ γένος ἀνέλκων εἰς† τούτους† καὶ συγγενὴς ὢν τῷ βασιλεῖ Νικηφόρῳ. Ἀπελθόντες οὖν ἐντυγχάνουσι τῷ Βρυεννίῳ περὶ τὴν Θεοδωρούπολιν τὴν φάλαγγα τάξαντι καὶ βάδην πορευομένῳ· ἔτι δὲ πόρρω ὄντες καὶ τὰς τάξεις θεώμενοι καὶ τὴν φάλαγγα κοσμίως συντεταγμένην ἐθαύμαζόν τε τὸ πλῆθος ὁμοῦ καὶ τὴν τάξιν καὶ τὸν ἄγοντα ἐμεγάλυνον. Ἐπεὶ δ' ἐγένοντο πλησίον, οἱ ἐπὶ τῶν ἑταιρειῶν τεταγμένοι καὶ τὰ τούτων πρὸς τὸν βασιλειῶντα ἀνέφερον. Ὁ δὲ κελεύσας τὰς τάξεις στῆναι καὶ τοὺς λογάδας παραλαβών, τόν τε Μακεδόνων ἄρχοντα καὶ Θρᾳκῶν στρατηγούς τε καὶ ἰλάρχας καὶ ἄρχοντας, μικρόν τι τῆς φάλαγγος ὑπεξῄει καὶ πάντων ἀποβάντων τῶν ἵππων καὶ στοιχηδὸν παρ' ἀλλήλων στάντων μόνος ἔφιππος ἦν, ἵππου λευκοῦ τὴν χρείαν αὐτοῦ πληροῦντος· ἵστατο δὲ οὐκ ἐν τοῖς ὅπλοις, ἀλλ' ἐν κόσμῳ βασιλικῷ, ὃν ἐδόκει μᾶλλον ἐκεῖνος κοσμεῖν, ἀνὴρ ὢν ἀγαθός τε τὸ εἶδος καὶ ὁμιλῆσαι δεινότατος. Ἐγγισάντων δὲ τῶν πρέσβεων καὶ τὴν συνήθη πρεσβεῦσι ποιησαμένων προσηγορίαν καὶ αὐτοῦ τοῦ κρατοῦντος ἀντιπροσαγορεύσαντος καὶ αὐτοῖς ἠπίως προσφερομένου, ἐπήρετο ἀναδιδάσκειν αὐτοὺς δι' ἣν αἰτίαν τὴν παρ' αὐτὸν ἐποιήσαντο ἄφιξιν· χάριν εἰρήνης τε καὶ σπονδῶν φαμένων καὶ κοινοπραγίας πεμφθῆναι παρὰ τοῦ κρατοῦντος, αὖθις ἐπήρετο ἐπὶ τίσι τὰς ξυμβάσεις αἰτοῦσιν, οἱ δὲ πάντα διεξῄεσαν τὰ παρὰ βασιλέως, τοῦ Στραβορωμανοῦ τῶν λόγων κατάρχοντος· οὗτος γὰρ καὶ τὸ τῆς πρεσβείας εἶχε κῦρος ἅτε οἰκεῖος ὢν βασιλεῖ· ὁ δὲ ἕτερος χάριν τοῦ πείθειν ἀπέσταλτο διὰ τὴν πρὸς τὸν βασιλειῶντα ἐκ τοῦ κήδους οἰκειότητα.

Intertext edge

Open linked passage

Note