Plutarch
Quaestiones Convivales
Conv 6.0.1
Choose a text
More by Plutarch (plutarch)
—
Perseus Grc2
6.0.1
6.0.1
Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων,
6.0.1
ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν
6.0.1
1
6.0.1
δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ
6.0.1
2
6.0.1
μουσικῶς
6.0.1
καὶ ἀφελῶς
6.0.1
ταῖς ἀφλεγμάντοις
6.0.1
ὥς φησιν ὁ Ἴων
6.0.1
3
6.0.1
τραπέζαις
6.0.1
αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην
6.0.1
ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν
6.0.1
4
6.0.1
ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος
6.0.1
ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο
6.0.1
5
6.0.1
τοῖς παρὰ Πλάτωνι δειπνήσασιν,
6.0.1
ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων
6.0.1
6
6.0.1
ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον,
6.0.1
ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν
6.0.1
7
6.0.1
ἐναπολειπομένην
6.0.1
προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν
6.0.1
8
6.0.1
παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας·
6.0.1
ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι,
6.0.1
εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ
6.0.1
παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα
6.0.1
9
6.0.1
καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς
6.0.1
10
6.0.1
σπουδάζοντες
6.0.1
εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον
6.0.1
11
6.0.1
παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων
6.0.1
ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).