Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.30.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
16.30.1
Καὶ ἕτερα Ἡσαΐας ὁ μεγαλοφωνότατός φησιν· καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ, δηλῶν ἓν μὲν εἶναι τοῦτο καὶ ἀδιαίρετον, διαφόρους δὲ αὐτοῦ ἐνεργείας. καὶ πάλιν· Ἰακὼβ ὁ παῖς μου, καὶ ἑξῆς, ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν. καὶ πάλιν· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου. καὶ πάλιν· καὶ νῦν κύριος παντοκράτωρ ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. καὶ πάλιν· αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε κύριος, τὸ πνεῦμα τὸ ἐμὸν ὃ ἔστιν ἐπὶ σοί. καὶ πά λιν· πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τοῖς κατὰ Ἰουδαίων· αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ. καί, ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; Ἔχεις καὶ ἐν τῷ Ἰεζεκιὴλ (εἰ λοιπὸν ἀκούων μὴ κέκμηκας) τὸ ἤδη ῥηθέν· καὶ ἔπεσεν ἐπ' ἐμὲ πνεῦμα καὶ εἶπε πρός με· λέγε, τάδε λέγει κύριος. τὸ δὲ ἔπεσεν ἐπ' ἐμὲ καλῶς ἐκληπτέον, ὅτι φιλοστόργως, καὶ ὥσπερ ὁ Ἰακὼβ εὑρὼν τὸν Ἰωσὴφ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ὥσπερ ἐν εὐαγγελίοις ὁ φιλόστοργος πατὴρ τὸν ἐκ τῆς ἀποδημίας ἐπανελθόντα υἱὸν ἰδὼν ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. καὶ πάλιν ἐν τῷ Ἰεζεκιήλ· καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ. τὰ γὰρ ἄλλα πρότερον ἐν τοῖς περὶ βαπτίσματος ἤκουσας· καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρόν, καὶ τὰ ἑξῆς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν. καὶ εὐθύς· καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. καὶ πάλιν· καὶ ἐγίνετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου.

Intertext edge

Open linked passage

Note